1. Βίβλος Κείμενον τῆς Βίβλου Γένεσις, κεφ. 4 (κείμενον Ο΄)

PostHeaderIcon Γένεσις, κεφ. 4 (κείμενον Ο΄)

 

Γένεσις

 

ΚΕΦΑΛΑΙΟΝ 4

 

[Λόγος 4ος]

 

1 ᾿Αδὰμ δὲ ἔγνω Εὔαν τὴν γυναῖκα αὐτοῦ, καὶ συλλαβοῦσα ἔτεκε τὸν Κάϊν καὶ εἶπεν· «᾿Εκτησάμην ἄνθρωπον διὰ τοῦ Θεοῦ». 2 καὶ προσέθηκε τεκεῖν τὸν ἀδελφὸν αὐτοῦ, τὸν ῎Αβελ. καὶ ἐγένετο ῎Αβελ ποιμὴν προβά­των, Κάϊν δὲ ἦν ἐργαζόμενος τὴν γῆν. 3 καὶ ἐγένετο μεθ᾿ ἡμέρας ἤνεγκε Κάϊν ἀπὸ τῶν καρπῶν τῆς γῆς θυσίαν τῷ Κυρίῳ, 4 καὶ ῎Αβελ ἤνεγκε καὶ αὐτὸς ἀπὸ τῶν πρωτοτόκων τῶν προβάτων αὐτοῦ καὶ ἀπὸ τῶν στεάτων αὐτῶν. (1) καὶ ἐπεῖδεν ὁ Θεὸς ἐπὶ ῎Αβελ καὶ ἐπὶ τοῖς δώροις αὐτοῦ, 5 ἐπὶ δὲ Κάϊν καὶ ἐπὶ ταῖς θυσίαις αὐτοῦ οὐ προσέσχε. καὶ ἐλυπήθη Κάϊν λί­αν, καὶ συνέπεσε τῷ προσώπῳ αὐτοῦ. 6 καὶ εἶπε Κύριος ὁ Θεὸς τῷ Κάϊν· «῾Ινατί περίλυπος ἐγένου, καὶ ἱνατί συνέπεσε τὸ πρόσωπόν σου; 7 οὐκ ἐὰν ὀρθῶς προσενέγκῃς, ὀρθῶς δὲ μὴ διέλῃς, ἥμαρτες; ἡσύχασον· πρὸς σὲ ἡ ἀποστροφὴ αὐτοῦ, καὶ σὺ ἄρξεις αὐτοῦ». 8 καὶ εἶπε Κάϊν πρὸς ῎Αβελ τὸν ἀδελφὸν αὐτοῦ· «Διέλθωμεν εἰς τὸ πεδίον». καὶ ἐγένετο ἐν τῷ εἶναι αὐ­τοὺς ἐν τῷ πεδίῳ, ἀνέστη Κάϊν ἐπὶ ῎Αβελ τὸν ἀδελφὸν αὐτοῦ καὶ ἀπέκτει­νεν αὐτόν. 9 καὶ εἶπε Κύριος ὁ Θεὸς πρὸς Κάϊν· «Ποῦ ἔστιν ῎Αβελ ὁ ἀδελ­φός σου;» καὶ εἶπεν· «Οὐ γινώσκω· μὴ φύλαξ τοῦ ἀδελφοῦ μου εἰμὶ ἐγώ;» 10 καὶ εἶπε Κύριος· «Τί πεποίηκας; φωνὴ αἵματος τοῦ ἀδελφοῦ σου βοᾷ πρός με ἐκ τῆς γῆς. 11 καὶ νῦν ἐπικατάρατος σὺ ἀπὸ τῆς γῆς, ἣ ἔχανε τὸ στόμα αὐτῆς δέξασθαι τὸ αἷμα τοῦ ἀδελφοῦ σου ἐκ τῆς χειρός σου· 12 ὅτε ἐργᾷ τὴν γῆν, καὶ οὐ προσθήσει τὴν ἰσχὺν αὐτῆς δοῦναί σοι· στένων καὶ τρέμων ἔσῃ ἐπὶ τῆς γῆς». 13 καὶ εἶπε Κάϊν πρὸς Κύριον τὸν Θεόν· «Μείζων ἡ αἰτία μου τοῦ ἀφεθῆναί με· 14 εἰ ἐκβάλλεις με σήμερον ἀπὸ προσώπου τῆς γῆς καὶ ἀπὸ τοῦ προσώπου σου κρυβήσομαι, 14β καὶ ἔσομαι στένων καὶ τρέμων ἐπὶ τῆς γῆς, καὶ ἔσται πᾶς ὁ εὑρίσκων με, ἀποκτενεῖ με». 15 καὶ εἶ­πεν αὐτῷ Κύριος ὁ Θεός· «Οὐχ οὕτω, πᾶς ὁ ἀποκτείνας Κάϊν ἑπτὰ ἐκδι­κούμενα παραλύσει». 15β καὶ ἔθετο Κύριος ὁ Θεὸς σημεῖον τῷ Κάϊν τοῦ μὴ ἀνελεῖν αὐτὸν πάντα τὸν εὑρίσκοντα αὐτόν. 16 ἐξῆλθε δὲ Κάϊν ἀπὸ προσ­ώπου τοῦ Θεοῦ καὶ ᾤκησεν ἐν γῇ Νὲδ(2) κατέναντι ᾿Εδέμ.

17 Καὶ ἔγνω Κάϊν τὴν γυναῖκα αὐτοῦ, καὶ συλλαβοῦσα ἔτεκε τὸν ᾿Ενώχ. 17β καὶ ἦν οἰκοδομῶν πόλιν καὶ ἐπωνόμασε τὴν πόλιν ἐπὶ τῷ ὀνόματι τοῦ υἱοῦ αὐτοῦ, ᾿Ενώχ. 18 ἐγεννήθη δὲ τῷ ᾿Ενὼχ Γαϊδάδ, καὶ Γαϊδὰδ ἐγέννησε τὸν Μαλελεήλ, 18β καὶ Μαλελεὴλ ἐγέννησε τὸν Μαθουσάλα, καὶ Μαθουσά­λα ἐγέννησε τὸν Λάμεχ. 19 καὶ ἔλαβεν ἑαυτῷ Λάμεχ δύο γυναῖκας, ὄνομα τῇ μιᾷ ᾿Αδά, καὶ ὄνομα τῇ δευτέρᾳ Σελλά. 20 καὶ ἔτεκεν ᾿Αδὰ τὸν ᾿Ιωβήλ· οὗτος ἦν πατὴρ οἰκούντων ἐν σκηναῖς κτηνοτρόφων. 21 καὶ ὄνομα τῷ ἀδελ­φῷ αὐτοῦ ᾿Ιουβάλ· οὗτος ἦν ὁ καταδείξας ψαλτήριον καὶ κιθάραν. 22 Σελλὰ δὲ καὶ αὐτὴ ἔτεκε τὸν Θόβελ, καὶ ἦν σφυροκόπος χαλκεὺς χαλκοῦ καὶ σι­δήρου· ἀδελφὴ δὲ Θόβελ Νοεμά. 23 εἶπε δὲ Λάμεχ ταῖς ἑαυτοῦ γυναιξίν·

            «᾿Αδὰ καὶ Σελλά, ἀκούσατέ μου τῆς φωνῆς,

            γυναῖκες Λάμεχ, ἐνωτίσασθέ μου τοὺς λόγους,

            ὅτι ἄνδρα ἀπέκτεινα εἰς τραῦμα ἐμοὶ

            καὶ νεανίσκον εἰς μώλωπα ἐμοί·

       24 ὅτι ἑπτάκις ἐκδεδίκηται ἐκ Κάϊν,

            ἐκ δὲ Λάμεχ ἑβδομηκοντάκις ἑπτά».

25 Εγνω δὲ ᾿Αδὰμ Εὔαν τὴν γυναῖκα αὐτοῦ, καὶ συλλαβοῦσα ἔτεκεν υἱόν, καὶ ἐπωνόμασε τὸ ὄνομα αὐτοῦ Σήθ, 25β λέγουσα· «᾿Εξανέστησε γάρ μοι ὁ Θεὸς σπέρμα ἕτερον ἀντὶ ῎Αβελ, ὃν ἀπέκτεινε Κάϊν». 26 καὶ τῷ Σὴθ ἐγένετο υἱός, ἐπωνόμασε δὲ τὸ ὄνομα αὐτοῦ ᾿Ενώς· 26β οὗτος ἤλπισεν ἐπι­καλεῖσθαι τὸ ὄνομα Κυρίου τοῦ Θεοῦ.

 

Παραπομπαί

4. 1) 4:17,25· 24:16· 38:26. Δευτ 32:6.

2) 3:23· 4:25,26· 9:20· 30:29-31· 37:13· 46:32-34· 47:3. Εξ 3:1. Ψ 77:70-72· 126:3. Αμ 7:15. Ιω 8:44. 1Ιω 3:10,12,15.

3) Αρ 18:12.

4) 15:17. Εξ 13:12· 34:19. Λευ 3:16,17· 9:24. Αρ 16:35· 18:12,17. Λευ. Κρ 6:21. 3Βασ 18:24,38. 1Παρ 21:26. 2Παρ 7:1. Ψ 20:3. Πρμ 3:9. Εβρ 9:22· 11:4. 1Πετ 1:19,20. Απ 13:8.

5) 31:2,5. Λευ 9:24. Αρ 16:15. Κρ 6:21· 13:20. 3Βασ 18:38. 2Παρ 7:1. Ιωνα 4:4. Ψ 19:3. Ιωβ 5:2. Ησ 3:10,11. Μτ 20:15. Λκ 15:28-30. Πρξ 13:45. Εβ 11:4.

6) 1Πα 13:11-13. Ιωβ 5:2. Ησ 1:18. Ιερεμίας 2:5,31. Μιχ 6:3-5. Μτ 20:15. Λκ 15:31,32. Ιω 4:1-4,8-11.

7) 3:16· 4:8-13· 19:21. 2Βασ 24:23. 4Βασ 8:28. Ιωβ 29:4· 42:8. Παρ 18:5· 21:27. ᾿Εκ 8:12,13. Ησ 3:10,11. Ιερ 6:20. Μλχ 1:8,10,13. Πρξ 10:35. Ρμ 2:7-10· 7:8,9· 12:1· 14:18· 15:16. Εφ. 1:6. 1Τιμ 5:4. Προς Εβραίους 11:4. Ιακ 1:15. 1Πετ 2:5.

8) 2Βασ 3:27· 13:26-28· 14:6· 20:9,10. Νε 6:2. Ψ 23:3-6· 35:3· 54:21· 138:19. Ιωβ 11:15. Πρμ 26:24-26. Μιχ 7:6. Μτ 23:35. Λκ 11:51· 22:48. 1Κορ 13:5. 1Ιω 3:12-15, 21. Ιδ 11.

9) 3:9-11· 37:32. Ψ 9:12· 10:13,14. Ιωβ 22:13,14. Πρμ 28:13. Ιω 8:44. Πρξ 5:4-9.

10) 3:13· 18:20· 19:13. Εξ 2:23· 3:7. ΙσΝ 7:19. 4Βασ 9:26. Ψ 9:12· 49:21· 71:14. Ιωβ 16:18· 24:12· 31:38,39. Ησ 5:7. Μτ 23:35. Πρξ 5:3,9. Ιακ 5:5. Εβρ 11:4· 12:3,24. Ιακ 5:4. Απ 6:10.

11) 4:14· 3:14. Δευτ 27:16-26· 28:15-20· 29:19-21. Ιωβ 16:18· 31:38-40. Ησ 26:21. Γαλ 3:10. Απ 12:16.

12) 3:17,18· 4:14. Λευ 26:20,36. Δευτ 28:23,24,65,66. Ψ 108:10. Ιερ 20:3,4. Ωσ 9:17. Ρμ 8:20.

13) 4:23-24· 50:17. Εξ 32:32. Πρμ 28:17. Ησ 22:14.

14) 4:12,15,16· 9:5,6. Λευ 26:17,36. Αρ 17:12,13· 35:19,21,27. Δευτ 28:65. 2Βασ 14:7. Ψ 50:11-14· 108:10· 142:7. Ιωβ 15:20-24· 21:14,15. Πρμ 14:32· 28:1,17. Ησ 8:22. Ωσ 13:3. Μτ 25:41,46. 2Θεσ 1:9.

15) Εξ 12:7-13. Ψ 78:12. Ιεζ 9:4-6. Μτ 18:22. Απ 7:3· 9:4.

16) 4:14· 3:8. Εξ 20:18. 4Βασ 13:23· 24:20. Ψ 5:11· 67:2. Ιωβ 1:12· 2:7· 20:17. Ιερ 23:39· 52:3, 17. Μτ 18:20. Λκ 13:26. Ιω 1:3,10. 1Θεσ 1:9.

17) 5:18,22· 11:4. 2Βασ 18:18. Ψ 48:11. Εκ 2:4-11. Δν 4:30. Μιχ 3:10. Λκ 17:28,29.

18) 5:21· 36:2.

19) 2:18,24. Μτ 19:4-6,8.

20) 12:8· 36:2,4· 46:32,34. Αρ 32:4. Κρ 8:11· 9:26. Ψ 117:15. Πρμ 14:11. Ωσ 12:10. Ιωνα 4:5.

21) 31:27. Ιωβ 21:12. Ησ 5:12. Αμ 6:5. Ρμ 4:11-12.

22) Εξ 25:3. Αρ 31:22. Δευτ 8:9· 33:25. 2Παρ 2:7.

23) Εξ 21:22-23.

24) 4:15. Μτ 18:22.

25) 4:1-3,8,10,11· 5:3,4. 1Παρ 1:1. Λκ 3:38.

26) 5:6. 3Βασ 18:24. Ψ 115:8, 17· 117:5. Ιωηλ 2:32. Σφν 3:9. Λκ 3:38. 1Κορ 1:2.

 

 

Σημειώσεις 4ου κεφαλαίου

(1) Θὰ ἦτο ὀρθότερον ὁ στίχος 5 νὰ ἤρχιζεν ἐνωρίτερον, ἀπὸ τῆς φράσεως καὶ ἐπεῖ­δεν ὁ Θεὸς ἐπὶ ῎Αβελ.

(2) ᾿Ορθογραφικὴ διόρθωσις τοῦ Ναὶδ εἰς Νέδ.

 

 

᾿Εξηγήσεις συμβόλων καὶ στοιχείων