1. Βίβλος Κείμενον τῆς Βίβλου Γένεσις, κεφ. 6 (κείμενον Ο΄)

PostHeaderIcon Γένεσις, κεφ. 6 (κείμενον Ο΄)

 

Γένεσις

 

ΚΕΦΑΛΑΙΟΝ 6

 

[Λόγος 6ος]

 

1 Καὶ ἐγένετο ἡνίκα ἤρξαντο οἱ ἄνθρωποι πολλοὶ γίνεσθαι ἐπὶ τῆς γῆς, καὶ θυγατέρες ἐγεννήθησαν αὐτοῖς. 2 ἰδόντες δὲ οἱ υἱοὶ τοῦ Θεοῦ τὰς θυγατέρας τῶν ἀνθρώπων ὅτι καλαί εἰσιν, ἔλαβον ἑαυτοῖς γυναῖκας ἀπὸ πασῶν ὧν ἐξελέξαντο. 3 καὶ εἶπε Κύριος ὁ Θεός· «Οὐ μὴ καταμείνῃ τὸ πνεῦμά μου ἐν τοῖς ἀνθρώποις τούτοις εἰς τὸν αἰῶνα διὰ τὸ εἶναι αὐτοὺς σάρκας, ἔσονται δὲ αἱ ἡμέραι αὐτῶν ἑκατὸν εἴκοσιν ἔτη». 4 οἱ δὲ γίγαντες ἦσαν ἐπὶ τῆς γῆς ἐν ταῖς ἡμέραις ἐκείναις· καὶ μετ᾿ ἐκεῖνο, ὡς ἂν εἰσεπορεύοντο οἱ υἱοὶ τοῦ Θεοῦ πρὸς τὰς θυγατέρας τῶν ἀνθρώπων, καὶ ἐγεννῶσαν ἑαυτοῖς· ἐκεῖνοι ἦσαν οἱ γίγαντες οἱ ἀπ᾿ αἰῶνος, οἱ ἄνθρωποι οἱ ὀνομαστοί.

5 ᾿Ιδὼν δὲ Κύριος ὁ Θεός, ὅτι ἐπληθύνθησαν αἱ κακίαι τῶν ἀνθρώπων ἐπὶ τῆς γῆς καὶ πᾶς τις διανοεῖται ἐν τῇ καρδίᾳ αὐτοῦ ἐπιμελῶς ἐπὶ τὰ πονηρὰ πάσας τὰς ἡμέρας, 6 καὶ ἐνεθυμήθη ὁ Θεὸς ὅτι ἐποίησε τὸν ἄνθρωπον ἐπὶ τῆς γῆς, καὶ διενοήθη. 7 καὶ εἶπεν ὁ Θεός· «᾿Απαλείψω τὸν ἄνθρωπον ὃν ἐποίησα ἀπὸ προσώπου τῆς γῆς, ἀπὸ ἀνθρώπου ἕως κτήνους καὶ ἀπὸ ἑρπετῶν ἕως πετεινῶν τοῦ οὐρανοῦ, ὅτι μετεμελήθην(1) ὅτι ἐποίησα αὐτούς». 8 Νῶε δὲ εὗρε χάριν ἐναντίον Κυρίου τοῦ Θεοῦ.

9 [Αὗται δὲ αἱ γενέσεις Νῶε·](2) Νῶε ἄνθρωπος δίκαιος, τέλειος ὢν ἐν τῇ γενεᾷ αὐτοῦ· τῷ Θεῷ εὐηρέστησε Νῶε. 10 ἐγέννησε δὲ Νῶε τρεῖς υἱούς, τὸν Σήμ, τὸν Χάμ, τὸν ᾿Ιάφεθ. 11 ἐφθάρη δὲ ἡ γῆ ἐναντίον τοῦ Θεοῦ, καὶ ἐπλήσθη ἡ γῆ ἀδικίας. 12 καὶ εἶδε Κύριος ὁ Θεὸς τὴν γῆν, καὶ ἦν κατεφθαρμένη, 12β ὅτι κατέφθειρε πᾶσα σὰρξ τὴν ὁδὸν αὐτοῦ ἐπὶ τῆς γῆς. 13 καὶ εἶπε Κύριος ὁ Θεὸς τῷ Νῶε· «Καιρὸς παντὸς ἀνθρώπου ἥκει ἐναντίον μου, 13β ὅτι ἐπλήσθη ἡ γῆ ἀδικίας ἀπ᾿ αὐτῶν, καὶ ἰδοὺ ἐγὼ καταφθείρω αὐτοὺς καὶ τὴν γῆν. 14 ποίησον οὖν σεαυτῷ κιβωτὸν ἐκ ξύλων τετραγώνων· 14β νοσσιὰς ποιήσεις τὴν κιβωτὸν καὶ ἀσφαλτώσεις αὐτὴν ἔσωθεν καὶ ἔξωθεν τῇ ἀσφάλτῳ. 15 καὶ οὕτω ποιήσεις τὴν κιβωτόν· τριακοσίων πήχεων τὸ μῆκος τῆς κιβωτοῦ 15β καὶ πεντήκοντα πήχεων τὸ πλάτος καὶ τριάκοντα πήχεων τὸ ὕψος αὐτῆς· 16 ἐπισυνάγων ποιήσεις τὴν κιβωτὸν καὶ εἰς πῆχυν συντελέσεις αὐτὴν ἄνωθεν· 16β τὴν δὲ θύραν τῆς κιβωτοῦ ποιήσεις ἐκ πλαγίων· 16γ κατάγαια διώροφα καὶ τριώροφα ποιήσεις αὐτήν. 17 ἐγὼ δὲ ἰδοὺ ἐπάγω τὸν κατακλυσμόν, ὕδωρ ἐπὶ τὴν γῆν καταφθεῖραι πᾶσαν σάρκα, 17β ἐν ᾗ ἐστι πνεῦμα ζωῆς, ὑποκάτω τοῦ οὐρανοῦ· 17γ καὶ ὅσα ἐὰν ᾖ ἐπὶ τῆς γῆς, τελευτήσει. 18 καὶ στήσω τὴν διαθήκην μου μετὰ σοῦ· 18β εἰσελεύσῃ δὲ εἰς τὴν κιβωτὸν σὺ καὶ οἱ υἱοί σου καὶ ἡ γυνή σου 18γ καὶ αἱ γυναῖκες τῶν υἱῶν σου μετὰ σοῦ. 19 καὶ ἀπὸ πάντων τῶν κτηνῶν καὶ ἀπὸ πάντων τῶν ἑρπετῶν 19β καὶ ἀπὸ πάντων τῶν θηρίων καὶ ἀπὸ πάσης σαρκός, 19γ δύο δύο ἀπὸ πάντων εἰσάξεις εἰς τὴν κιβωτόν, ἵνα τρέφῃς μετὰ σεαυτοῦ· 19δ ἄρσεν καὶ θῆλυ ἔσονται. 20 ἀπὸ πάντων τῶν ὀρνέων τῶν πετεινῶν κατὰ γένος καὶ ἀπὸ πάντων τῶν κτηνῶν κατὰ γένος 20β καὶ ἀπὸ πάντων τῶν ἑρπετῶν τῶν ἑρπόντων ἐπὶ τῆς γῆς κατὰ γένος αὐτῶν, 20γ δύο δύο ἀπὸ πάντων εἰσελεύσονται πρὸς σὲ τρέφεσθαι μετὰ σοῦ, ἄρσεν καὶ θῆλυ. 21 σὺ δὲ λήψῃ σεαυτῷ ἀπὸ πάντων τῶν βρωμάτων, ἃ ἔδεσθε, 21β καὶ συνάξεις πρὸς σεαυτόν, καὶ ἔσται σοι καὶ ἐκείνοις φαγεῖν». 22 καὶ ἐποίησε Νῶε πάντα ὅσα ἐνετείλατο αὐτῷ Κύριος ὁ Θεός, οὕτως ἐποίησε.

 

Παραπομπαί

6. 1) 1:28.   

2) Δευτ 7:3,4. Μτ 22:30.

3) 11:10-23. Ψ 77:39. Ιω 3:5-6. Γαλ 5:16,17. 1Πετ 3:19,20.

4) Αρ 13:33. Δευτ 2:10. Ψ 32:16. Βρχ 3:26-28.

5) 8:21· 18:20. Δευτ 29:19. Πρμ 6:18. Ψ 13:33· 133:2-3. Ιερ 5:1-5· 6,28. Μτ 15:19,29. Ιω 1:2.

6) Εξ 32:12-14. Αρ 23:19. 1Βασ 15:11-29,35. 2Βασ. 24:16. Ιωνα 4:2. Ησ 63:10. Ιερ 18:10· 33:3. Μλχ 3:6. Ιακ 1:17.

7) Ησ 63:10. Μτ 24:37. Εφ 4:30.

8) 5:22· 18:3· 19:19. Εξ 33:12-17· 34:9. Αρ 11:15. 2Βασ 15:25. Μτ 24:37. Λκ 1:30. Πρξ 7:46.

9) 5:22· 7:1. Ιεζ 14:14,20. Ρμ 1:17. Εβρ 11:7. 2Πετ 2:5.   

10) 5:32.

11) 7:1· 10:9· 13:13. 2Παρ 34:27. Ιεζ 8:17· 28:16. Αβ 2:8,17. Λκ 1:6. Ρμ 2:13· 3:19.

12) 18:21. Ψ 13:2· 32:13,14· 43:2-3· 52:2,3.

13) 6:17· 15:16. Ιερ 28:3,13. Ιεζ 7:2,3,6. Αμ 8:2. 1Πετ 4:7.

14) Μτ 24:38. 1Πετ 3:20.

15) 7:20. Δευτ 3:11.

16) 7:16· 8:6. 2Βασ 6:16. 4Βασ 9:30. Ιεζ 41:16· 42:3. Λκ 13:25.

17) 6:7,13· 2:7· 7:4,15,17,21-23· 9:9. Εξ 14:17. Λευ 26:28. Δευτ 32:39. Ψ 28:10· 92:2-4· 106:34. Ιωβ 22:16. Ησ 51:12·54:9. Ιεζ 5:8· 6:3· 34:11,20. Ωσ 5:14. Αμ 9:6. Μτ 24:39. Λκ 17:27. Ρμ 5:12-14,21· 6:23· 8:20-22. Εβρ 11:7. 1Πετ 3:20. 2Πετ 2:5.

18) 7:1,7,13· 8:17· 9:9,11· 17:2,4,7,21. Ησ 26:20. Εβρ 11:7. 1Πετ. 3:20. 2Πετ 2:5.

19) 7:8,9,15,16.

20) 1:20-24· 2:19· 7:8-16. Πρξ 10:11,12. Ιω 5:40.

21) 1:29,30. Ψ 34:6· 103:27,28· 135:25· 144:16· 146:9. Ιωβ 38:41· 40:20. Μτ 6:26.

22) 7:5,9,16. Εξ 40:16-17. Μτ 23:37. Εβρ 11:7. 1Πετ 2:5· 3:20. 2Πετ 2:5.

 

 

Σημειώσεις 6ου κεφαλαίου

(1) μετεμελήθην· ἄλλαι γραφαί (μᾶλλον ὄχι ὀρθαί)· «ἐνεθυμήθην», «ἐθυμώθην».

(2) ῾Η ἐντὸς ἀγκυλῶν φράσις ἀπουσιάζει ἐκ τῶν ἐν τῷ Τριῳδίῳ περικοπῶν τῆς Γενέσεως· ἡ δὲ θέσις αὐτῆς δὲν φαίνεται φυσικὴ εἰς τὴν ἀρχὴν τοῦ στίχου 9, καθόσον ἀνα­φέρεται εἰς τὸν ἑπόμενον στίχον 10.

 

 

᾿Εξηγήσεις συμβόλων καὶ στοιχείων