1. Βίβλος Κείμενον τῆς Βίβλου Γένεσις, κεφ. 9 (κείμενον Ο΄)

PostHeaderIcon Γένεσις, κεφ. 9 (κείμενον Ο΄)

 

Γένεσις

 

ΚΕΦΑΛΑΙΟΝ 9

 

[Λόγος 9ος (9:1-17)]

 

1 Καὶ εὐλόγησεν ὁ Θεὸς τὸν Νῶε καὶ τοὺς υἱοὺς αὐτοῦ καὶ εἶπεν αὐ­τοῖς· «Αὐξάνεσθε καὶ πληθύνεσθε καὶ πληρώσατε τὴν γῆν καὶ κατακυρι­εύσατε αὐτῆς. 2 καὶ ὁ τρόμος καὶ ὁ φόβος ὑμῶν ἔσται ἐπὶ πᾶσι τοῖς θηρί­οις τῆς γῆς, ἐπὶ πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ καὶ ἐπὶ πάντα τὰ κινού­μενα ἐπὶ τῆς γῆς καὶ ἐπὶ πάντας τοὺς ἰχθύας τῆς θαλάσσης· ὑπὸ χεῖρας ὑμῖν δέδωκα. 3 καὶ πᾶν ἑρπετὸν ὅ ἐστι ζῶν, ὑμῖν ἔσται εἰς βρῶσιν· ὡς λάχανα χόρτου δέδωκα ὑμῖν τὰ πάντα. 4 πλὴν κρέας ἐν αἵματι ψυχῆς οὐ φάγεσθε· 5 καὶ γὰρ τὸ ὑμέτερον αἷμα τῶν ψυχῶν ὑμῶν ἐκ χειρὸς πάντων τῶν θηρίων ἐκζητήσω αὐτὸ καὶ ἐκ χειρὸς ἀνθρώπου ἀδελφοῦ ἐκζητήσω τὴν ψυχὴν τοῦ ἀνθρώπου. 6 ὁ ἐκχέων αἷμα ἀνθρώπου, ἀντὶ τοῦ αἵματος αὐτοῦ ἐκχυθήσεται, ὅτι ἐν εἰκόνι Θεοῦ ἐποίησα τὸν ἄνθρωπον. 7 ὑμεῖς δὲ αὐξάνεσθε καὶ πληθύνεσθε καὶ πληρώσατε τὴν γῆν, καὶ κατακυριεύσατε αὐτῆς».

8 Καὶ εἶπεν ὁ Θεὸς τῷ Νῷε καὶ τοῖς υἱοῖς αὐτοῦ μετ᾿ αὐτοῦ λέγων· 9 «Καὶ ἰδοὺ ἐγὼ ἀνίστημι τὴν διαθήκην μου ὑμῖν καὶ τῷ σπέρματι ὑμῶν μεθ᾿ ὑμᾶς 10 καὶ πάσῃ ψυχῇ ζώσῃ μεθ᾿ ὑμῶν, ἀπὸ ὀρνέων καὶ ἀπὸ κτηνῶν, 10β καὶ πᾶσι τοῖς θηρίοις τῆς γῆς, ὅσα ἐστὶ μεθ᾿ ὑμῶν ἀπὸ πάντων τῶν ἐξελ­θόντων ἐκ τῆς κιβωτοῦ. 11 καὶ στήσω τὴν διαθήκην μου πρὸς ὑμᾶς, καὶ οὐκ ἀποθανεῖται πᾶσα σὰρξ ἔτι ἀπὸ τοῦ ὕδατος τοῦ κατακλυσμοῦ, 11β καὶ οὐκ ἔτι ἔσται κατακλυσμὸς ὕδατος τοῦ καταφθεῖραι πᾶσαν τὴν γῆν». 12 καὶ εἶπε Κύριος ὁ Θεὸς πρὸς Νῶε· «Τοῦτο τὸ σημεῖον τῆς διαθήκης, ὃ ἐγὼ δίδωμι ἀνὰ μέσον ἐμοῦ καὶ ὑμῶν 12β καὶ ἀνὰ μέσον πάσης ψυχῆς ζώσης, ἥ ἐστι μεθ᾿ ὑμῶν εἰς γενεὰς αἰωνίους· 13 τὸ τόξον μου τίθημι ἐν τῇ νεφέλῃ, καὶ ἔσται εἰς σημεῖον διαθήκης ἀνὰ μέσον ἐμοῦ καὶ τῆς γῆς. 14 καὶ ἔσται ἐν τῷ συννεφεῖν με νεφέλας ἐπὶ τὴν γῆν, ὀφθήσεται τὸ τόξον ἐν τῇ νεφέλῃ, 15 καὶ μνησθήσομαι τῆς διαθήκης μου, ἥ ἐστιν ἀνὰ μέσον ἐμοῦ καὶ ὑμῶν, καὶ ἀνὰ μέσον πάσης ψυχῆς ζώσης ἐν πάσῃ σαρκί, 15β καὶ οὐκ ἔσται ἔτι τὸ ὕδωρ εἰς κατακλυσμόν, ὥστε ἐξαλεῖψαι πᾶσαν σάρκα. 16 καὶ ἔσται τὸ τόξον μου ἐν τῇ νεφέλῃ, καὶ ὄψομαι τοῦ μνησθῆναι διαθήκην αἰώνιον ἀνὰ μέσον ἐμοῦ καὶ τῆς γῆς 16β καὶ ἀνὰ μέσον ψυχῆς ζώσης ἐν πάσῃ(0) σαρκί, ἥ ἐστιν ἐπὶ τῆς γῆς». 17 καὶ εἶπεν ὁ Θεὸς τῷ Νῶε· «Τοῦτο τὸ σημεῖον τῆς διαθήκης, 17β ἧς διεθέμην ἀνὰ μέσον ἐμοῦ καὶ ἀνὰ μέσον πάσης σαρκός, ἥ ἐστιν ἐπὶ τῆς γῆς».

 

[Λόγος 10ος (9:18-29)]

 

18 ῏Ησαν δὲ οἱ υἱοὶ Νῶε, οἱ ἐξελθόντες ἐκ τῆς κιβωτοῦ, Σήμ, Χάμ, ᾿Ιάφεθ· Χὰμ(1) δὲ ἦν πατὴρ Χαναάν. 19 τρεῖς οὗτοί εἰσιν υἱοὶ Νῶε· ἀπὸ τού­των διεσπάρησαν ἐπὶ πᾶσαν τὴν γῆν.

20 Καὶ ἤρξατο Νῶε ἄνθρωπος γεωργὸς γῆς καὶ ἐφύτευσεν ἀμπελῶνα. 21 καὶ ἔπιεν ἐκ τοῦ οἴνου καὶ ἐμεθύσθη καὶ ἐγυμνώθη ἐν τῷ οἴκῳ αὐτοῦ. 22 καὶ εἶδε Χὰμ ὁ πατὴρ Χαναὰν τὴν γύμνωσιν τοῦ πατρὸς αὐτοῦ καὶ ἐξελ­θὼν ἀνήγγειλε τοῖς δυσὶν ἀδελφοῖς αὐτοῦ ἔξω. 23 καὶ λαβόντες Σὴμ καὶ ᾿Ιάφεθ(2) τὸ ἱμάτιον ἐπέθεντο ἐπὶ τὰ δύο νῶτα αὐτῶν 23β καὶ ἐπορεύθησαν ὀπισθοφανῶς καὶ συνεκάλυψαν τὴν γύμνωσιν τοῦ πατρὸς αὐτῶν, 23γ καὶ τὸ πρόσωπον αὐτῶν ὀπισθοφανῶς, καὶ τὴν γύμνωσιν τοῦ πατρὸς αὐτῶν οὐκ εἶδον. 24 ἐξένηψε δὲ Νῶε ἀπὸ τοῦ οἴνου καὶ ἔγνω ὅσα ἐποίησεν αὐτῷ ὁ υἱὸς αὐτοῦ ὁ νεώτερος, 25 καὶ εἶπεν·

«᾿Επικατάρατος Χαναάν·

παῖς οἰκέτης ἔσται τοῖς ἀδελφοῖς αὐτοῦ».

26 καὶ εἶπεν·

«Εὐλογητὸς Κύριος ὁ Θεὸς τοῦ Σήμ,

καὶ ἔσται Χαναὰν παῖς οἰκέτης αὐτοῦ.

27 πλατύναι ὁ Θεὸς τῷ ᾿Ιάφεθ,

καὶ κατοικησάτω ἐν τοῖς οἴκοις τοῦ Σὴμ

καὶ γενηθήτω Χαναὰν παῖς αὐτοῦ».

28 ῎Εζησε δὲ Νῶε μετὰ τὸν κατακλυσμὸν ἔτη [τριακόσια πεντήκοντα]. 29 καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Νῶε [ἐννακόσια πεντήκοντα] ἔτη, καὶ ἀπέθανεν.

[Τέλος 10ου λόγου] (3)

 

Παραπομπαί

9. 1) 1:28· 9:7,19· 10:32.

2) 1:28. Ωσ 2:18.

3) 1:29. Δευτ 12:15-16· 14:3,9,11. Πρξ 10:10-16. Ρμ 14:3,14,20. 1Κορ 10:23,26. Κλσ 10:16. 1Τιμ 4:3,4.

4) Λευ 1:5· 3:17· 7:26-27· 17:10-14· 19:26. Δευτ 12:16,23· 15:23. 1Βασ 14:33. Πρξ 15:20,29.

5) 4:9,10. Εξ 21:28. Λευ 17:14. Ψ 9:12. Πρξ 17:26.

6) 1:26,27. Εξ 21:12,14, 23-25· 20:15. Λευ 24:17,19. Μτ 26:52. Απ 13:10.

7) 1:28· 9:1,19.

8) 9:16-19· 8:15.

9) 6:18. Ησ 54:9.

9-10) Ιεζ 34:25. Ωσ 2:20. Ιωβ 5:23.

10) Ψ 144:9.

11) 8:21. Ησ 54:9-10.

12) 17:11. Αρ 17:25.

13) Ιεζ 1:28. Απ 4:3.

14) 9:13,16. Δευτ 33:28. Ιωβ 37:21.

15) Εξ 28:12. Λευ 26:42,45. Ησ 54:9. Ιεζ 16:60.

16) 17:13,19.

17) 10:6.

18) 9:8· 5:32· 6:10· 7:13· 10:6,32.

19) 1:22· 5:32· 10:32. 1Παρ 1:4.

20) 3:19,23· 4:2. Πρμ 12:11.

21) Πρμ 20:1· 23:29-35. 1Κορ 10:12. Εφ 5:18.

22) 9:25· 10:6,15-19. 1Παρ 1:8,13-16. 2Βασ 1:19,20. Ψ 34:20,21· 39:15· 69:3. Πρμ 25:9· 30:17. Αβδ 1:12,13. Μτ 18:15. 1Κορ 13:6. Γαλ 6:1. Εβρ 2:15.

23) Εξ 20:12. Γαλ 6:1.

24) 9:20-22. Δευτ 27:16. 1Βασ 25:37. Ιωηλ 1:5.

25) Εξ 21:17. Λευ 20:9. Δευτ 27:16. ΙσΝ 9:23. 4Βασ 9:20,21.

26) ΙσΝ 16:10. Κρ 1:28. Ψ 143:15. Εβρ 11:16.

27) Εφ 2:13,14· 3:6.

28) 7:0· 11:10. 2Πετ 2:5.

29) 5:5,20,27,32· 7:11· 11:11-25. Ψ 89:10.

 

 

Σημειώσεις

(0) πᾶσι (ΠΜ)

(1) Χὰμ σημαίνει «μέλας» κατά τινα ἑρμηνείαν.

(2) ᾿Ιάφεθ σημαίνει «αὔξησις» κατά τινα ἑρμηνείαν.

(3) ΚΕΦΑΛΑΙΟΝ 10 — 1 Αὗται δὲ αἱ γενέσεις τῶν υἱῶν Νῶε, Σήμ, Χάμ, ᾿Ιάφεθ, καὶ ἐγεννήθησαν αὐτοῖς υἱοὶ μετὰ τὸν κατακλυσμόν. — 2 Υἱοὶ ᾿Ιάφεθ· Γαμὲρ καὶ Μαγὼγ καὶ Μαδοὶ καὶ ᾿Ιωύαν καὶ ᾿Ελισὰ καὶ Θοβὲλ καὶ Μοσόχ καὶ Θίρας. 3 καὶ υἱοὶ Γαμέρ· ᾿Ασχανὰζ καὶ Ριφὰθ καὶ Θοργαμά. 4 καὶ υἱοὶ ᾿Ιωύαν· ᾿Ελισὰ καὶ Θάρσεις, Κίτιοι, ῾Ρόδιοι. 5 ἐκ τούτων ἀφωρίσθησαν νῆσοι τῶν ἐθνῶν ἐν τῇ γῇ αὐτῶν, ἕκαστος κατὰ γλῶσσαν ἐν ταῖς φυλαῖς αὐτῶν καὶ ἐν τοῖς ἔθνεσιν αὐτῶν. — 6 Υἱοὶ δὲ Χάμ· Χοὺς καὶ Μεσραΐν, Φοὺδ καὶ Χαναάν. 7 υἱοὶ δὲ Χούς· Σαβὰ καὶ Εὐϊλὰ καὶ Σαβαθὰ καὶ ῾Ρεγμὰ καὶ Σαβαθακά. υἱοὶ δὲ ῾Ρεγμά· Σαβὰ καὶ Δαδάν. 8 Χοὺς δὲ ἐγέννησε τὸν Νεβρώδ. οὗτος ἤρξατο εἶναι γίγας ἐπὶ τῆς γῆς· 9 οὗτος ἦν γίγας κυνηγὸς ἐναντίον Κυρίου τοῦ Θεοῦ· διὰ τοῦτο ἐροῦσιν· «ὡς Νεβρὼδ γίγας κυνηγὸς ἐναντίον Κυρίου». 10 καὶ ἐγένετο ἀρχὴ τῆς βασιλείας αὐτοῦ Βαβυλὼν καὶ ᾿Ορὲχ καὶ ᾿Αρχὰδ καὶ Χαλάννη ἐν τῇ γῇ Σεναάρ. 11 ἐκ τῆς γῆς ἐκείνης ἐξῆλθεν ᾿Ασσοὺρ καὶ ᾠκοδόμησε τὴν Νινευῒ καὶ τὴν ῾Ροωβὼθ πόλιν καὶ τὴν Χαλὰχ 12 καὶ τὴν Δασὴ ἀνὰ μέσον Νινευῒ καὶ ἀνὰ μέσον Χαλάχ· αὕτη ἡ πόλις μεγάλη. 13 καὶ Μεσραῒν ἐγέννησε τοὺς Λουδιὶμ καὶ τοὺς ᾿Ενεμετιὶμ καὶ τοὺς Λαβιὶμ καὶ τοὺς Νεφθαλιὶμ καὶ τοὺς Πατροσωνιὶμ 14 καὶ τοὺς Χασλωνιίμ, ὅθεν ἐξῆλθε Φιλιστιίμ, καὶ τοὺς Καφθοριίμ. 15 Χαναὰν δὲ ἐγέννησε τὸν Σιδῶ­να πρωτότοκον αὐτοῦ 16 καὶ τὸν Χετταῖον καὶ τὸν ᾿Ιεβουσαῖον καὶ τὸν ᾿Αμορραῖον καὶ τὸν Γεργεσαῖον καὶ τὸν Εὐαῖον καὶ τὸν ᾿Αρουκαῖον 17 καὶ τὸν ᾿Ασενναῖον καὶ τὸν ᾿Αράδιον καὶ τὸν Σαμαραῖον καὶ τὸν ᾿Αμαθί. 18 καὶ μετὰ τοῦτο διεσπάρησαν αἱ φυλαὶ τῶν Χαναναίων, 19 καὶ ἐγένετο τὰ ὅρια τῶν Χαναναίων ἀπὸ Σιδῶνος ἕως ἐλθεῖν εἰς Γεραρὰ καὶ Γαζάν, ἕως ἐλθεῖν ἕως Σοδόμων καὶ Γομόρρας, ᾿Αδαμὰ καὶ Σεβωῒμ ἕως Δασά. 20 οὗτοι υἱοὶ Χάμ, ἐν ταῖς φυλαῖς αὐτῶν, κατὰ γλώσσας αὐτῶν, ἐν ταῖς χώραις αὐτῶν καὶ ἐν τοῖς ἔθνεσιν αὐ­τῶν. — 21 Καὶ τῷ Σὴμ ἐγεννήθη καὶ αὐτῷ, πατρὶ πάντων τῶν υἱῶν ῎Εβερ, ἀδελφῷ ᾿Ιάφεθ τοῦ μείζονος. 22 υἱοὶ Σήμ· ᾿Ελὰμ καὶ ᾿Ασσοὺρ καὶ ᾿Αρφαξὰδ καὶ Λοὺδ καὶ ᾿Αρὰμ καὶ Καϊνᾶν. 23 καὶ υἱοὶ ᾿Αράμ· Οὒζ καὶ Οὒλ καὶ Γατὲρ καὶ Μοσόχ. 24 καὶ ᾿Αρφαξὰδ ἐγέννησε τὸν Καϊνᾶν, καὶ Καϊνᾶν ἐγέννησε τὸν Σαλά, Σαλὰ δὲ ἐγέννησε τὸν ῎Εβερ. 25 καὶ τῷ ῎Εβερ ἐγεννήθησαν δύο υἱοί· ὄνομα τῷ ἑνὶ Φαλέγ, ὅτι ἐν ταῖς ἡμέραις αὐτοῦ διεμερίσθη ἡ γῆ, καὶ ὄνομα τῷ ἀδελφῷ αὐτοῦ ᾿Ιεκτάν. 26 ᾿Ιεκτὰν δὲ ἐγέννησε τὸν ᾿Ελμωδὰδ καὶ Σαλὲθ καὶ τὸν Σαρμὼθ καὶ ᾿Ιαρὰχ καὶ ᾿Οδορρὰ καὶ ᾿Αιβὴλ καὶ Δεκλὰ 27 καὶ Εὐὰλ καὶ ᾿Αβιμαὲλ καὶ Σαβὰ 28 καὶ Οὐφὶρ καὶ Εὐϊλὰ καὶ ᾿Ιωβάβ. 29 πάντες οὗτοι υἱοὶ ᾿Ιεκτάν. 30 καὶ ἐγένετο ἡ κατοίκη­σις αὐτῶν ἀπὸ Μασσῆ ἕως ἐλθεῖν εἰς Σαφηρά, ὄρος ἀνατολῶν. 31 οὗτοι υἱοὶ Σήμ, ἐν ταῖς φυλαῖς αὐτῶν, κατὰ γλώσσας αὐτῶν, ἐν ταῖς χώραις αὐτῶν καὶ ἐν τοῖς ἔθνεσιν αὐτῶν. — 32 Αὗται αἱ φυλαὶ υἱῶν Νῶε κατὰ γενέσεις αὐτῶν, κατὰ ἔθνη αὐτῶν· ἀπὸ τούτων διεσπά­ρησαν νῆσοι τῶν ἐθνῶν ἐπὶ τῆς γῆς μετὰ τὸν κατακλυσμόν.

 

 

 

᾿Εξηγήσεις συμβόλων καὶ στοιχείων

 

 

(0) πᾶσι (ΠΜ)