1. Βίβλος Κείμενον τῆς Βίβλου Β΄ Θεσσαλονικεῖς, κεφ. 2 (κείμενον)

PostHeaderIcon Β΄ Θεσσαλονικεῖς, κεφ. 2 (κείμενον)

 

Β΄ πρὸς Θεσσαλονικεῖς

ἐπιστολὴ Παύλου

 

 

ΚΕΦΑΛΑΙΟΝ 2

 

1 ᾿Ερωτῶμεν δὲ ὑμᾶς, ἀδελφοί, ὑπὲρ τῆς παρουσίας τοῦ Κυρίου ἡμῶν ᾿Ιησοῦ Χριστοῦ καὶ ἡμῶν ἐπισυναγωγῆς ἐπ᾿ αὐτόν, 2 εἰς τὸ μὴ ταχέως σαλευθῆναι ὑμᾶς ἀπὸ τοῦ νοὸς μήτε θροεῖσθαι μήτε διὰ τοῦ πνεύματος μήτε διὰ λόγου μήτε δι᾿ ἐπιστολῆς ὡς δι᾿ ἡμῶν, ὡς ὅτι ἐνέστηκεν ἡ ἡμέρα τοῦ Χριστοῦ. 3 μή τις ὑμᾶς ἐξαπατήσῃ κατὰ μηδένα τρόπον· ὅτι ἐὰν μὴ ἔλθῃ ἡ ἀποστασία πρῶτον καὶ ἀποκαλυφθῇ ὁ ἄνθρωπος τῆς ἁμαρτίας, 4 ὁ υἱὸς τῆς ἀπωλείας, ὁ ἀντικείμενος καὶ ὑπεραιρόμενος ἐπὶ πάντα λεγόμενον θεὸν ἢ σέβασμα, ὥστε αὐτὸν εἰς τὸν ναὸν τοῦ Θεοῦ ὡς θεὸν καθίσαι, ἀποδεικνύντα ἑαυτὸν ὅτι ἐστὶ θεός.

5 Οὐ μνημονεύετε ὅτι ἔτι ὢν πρὸς ὑμᾶς ταῦτα ἔλεγον ὑμῖν; 6 καὶ νῦν τὸ κατέχον οἴδατε, εἰς τὸ ἀποκαλυφθῆναι αὐτὸν ἐν τῷ ἑαυτοῦ καιρῷ.(1) 7 τὸ γὰρ μυστήριον ἤδη ἐνεργεῖται τῆς ἀνομίας, μόνον ὁ κατέχων ἄρτι ἕως ἐκ μέσου γένηται· 8 καὶ τότε ἀποκαλυφθήσεται ὁ ἄνομος, ὃν ὁ Κύριος ἀναλώ­σει τῷ πνεύματι τοῦ στόματος αὐτοῦ καὶ καταργήσει τῇ ἐπιφανείᾳ τῆς παρουσίας αὐτοῦ· 9 οὗ ἐστιν ἡ παρουσία κατ᾿ ἐνέργειαν τοῦ σατανᾶ ἐν πάσῃ δυνάμει καὶ σημείοις καὶ τέρασι ψεύδους 10 καὶ ἐν πάσῃ ἀπάτῃ τῆς ἀδικίας ἐν τοῖς ἀπολλυμένοις, 10β ἀνθ᾿ ὧν τὴν ἀγάπην τῆς ἀληθείας οὐκ ἐδέξαντο εἰς τὸ σωθῆναι αὐτούς.(2) 11 καὶ διὰ τοῦτο πέμψει αὐτοῖς ὁ Θεὸς ἐνέργειαν πλάνης εἰς τὸ πιστεῦσαι αὐτοὺς τῷ ψεύδει, 12 ἵνα κριθῶσι πάν­τες οἱ μὴ πιστεύσαντες τῇ ἀληθείᾳ, ἀλλ᾿ εὐδοκήσαντες ἐν τῇ ἀδικίᾳ.

13 ῾Ημεῖς δὲ ὀφείλομεν εὐχαριστεῖν τῷ Θεῷ πάντοτε περὶ ὑμῶν, ἀδελ­φοὶ ἠγαπημένοι ὑπὸ Κυρίου, 13β ὅτι εἵλετο ὑμᾶς ὁ Θεὸς ἀπ᾿ ἀρχῆς εἰς σω­τηρίαν ἐν ἁγιασμῷ Πνεύματος καὶ πίστει ἀληθείας, 14 εἰς ὃ ἐκάλεσεν ὑμᾶς διὰ τοῦ εὐαγγελίου ἡμῶν εἰς περιποίησιν δόξης τοῦ Κυρίου ἡμῶν ᾿Ιησοῦ Χριστοῦ. 15 ῎Αρα οὖν, ἀδελφοί, στήκετε, καὶ κρατεῖτε τὰς παραδόσεις 15β ἃς ἐδιδάχθητε εἴτε διὰ λόγου εἴτε δι᾿ ἐπιστολῆς ἡμῶν. 16 Αὐτὸς δὲ ὁ Κύρι­ος ἡμῶν ᾿Ιησοῦς Χριστὸς καὶ ὁ Θεὸς καὶ πατὴρ ἡμῶν, 16β ὁ ἀγαπήσας ἡμᾶς καὶ δοὺς παράκλησιν αἰωνίαν καὶ ἐλπίδα ἀγαθὴν ἐν χάριτι, 17 παρακαλέ­σαι ὑμῶν τὰς καρδίας καὶ στηρίξαι ὑμᾶς ἐν παντὶ λόγῳ καὶ ἔργῳ ἀγαθῷ.

 

Παραπομπαί

2. 1) 1Θεσ 4:1,13-17. Μρ 13:27.

2) 3:17. 1Θεσ 5:2,3. Κλσ 2:18. Εφ 4:14· 5:6. Γαλ 1:6. 1Ιω 4:1. Μτ 24:4,6. Ιερ 29:8.

2-3) Μτ 24:4,23. 1Τιμ 4:1. Απ 13:11.

3-4) 7,8. 1Τιμ 1:1. 1Ιω 2:18· 4:1,3. Απ 17:8. Εφ 5:6. Ιω 17:2. Μτ 24:6. — Ησ 14:14. Ιεζ 28:2. Δν 7:25· 11:36,37.

5) 1Θεσ 3:4. Πρξ 17:1.

6) 7. — Δν 10:13,20.

7) 3,4,6. Πρξ 20:29. 1Κορ 5:2.

8) 3. Απ 19:15,19,20,21. — Ησ 11:4. Ιωβ 4:9.

9-10) Δευτ 13:1 κτλ. Δν 8:24. Απ 13:11-14. 2Κορ 2:15· 4:3,4. Εφ 2:2. Ιω 3:19-21· 8:41,44· 17:17. Μτ 24:24.

11-12) 1Θεσ 2:3. 1Τιμ 4:1. 2Τιμ 4:4. Ρμ 1:18,21,24,32.

13-14) 1:3. 1Θεσ 1:2-5· 2:12· 5:9. 1Πετ 1:2. Εφ 1:4. Ρμ 8:29. Ιω 17:22.

15) 3:6. 1Κορ 11:2. Μρ 7:3.

16-17) 1Θεσ 3:11,13· 5:23. Εβρ 9:12. Γαλ 1:1· 2:20. 2Κορ 13:13. Ιω 3:16.

 

Σημειώσεις 2ου κεφαλαίου

(1) Β.Α. μετὰ τὴν λέξι καιρῷ ἔχει ἄνω στιγμή.

(2) Β.Α. μετὰ τὴν λέξι αὐτοὺς ἔχει ἄνω στιγμή.