1. Βίβλος Κείμενον τῆς Βίβλου Β΄ Θεσσαλονικεῖς, κεφ. 3 (κείμενον)

PostHeaderIcon Β΄ Θεσσαλονικεῖς, κεφ. 3 (κείμενον)

 

Β΄ πρὸς Θεσσαλονικεῖς

ἐπιστολὴ Παύλου

 

 

ΚΕΦΑΛΑΙΟΝ 3

 

§6

1 Τὸ λοιπὸν προσεύχεσθε, ἀδελφοί, περὶ ἡμῶν, ἵνα ὁ λόγος τοῦ Κυρί­ου τρέχῃ καὶ δοξάζηται, καθὼς καὶ πρὸς ὑμᾶς, 2 καὶ ἵνα ῥυσθῶμεν ἀπὸ τῶν ἀτόπων καὶ πονηρῶν ἀνθρώπων· οὐ γὰρ πάντων ἡ πίστις. 3 πιστὸς δέ ἐστιν ὁ Κύριος, ὃς στηρίξει ὑμᾶς καὶ φυλάξει ἀπὸ τοῦ πονηροῦ. 4 Πεποί­θαμεν δὲ ἐν Κυρίῳ ἐφ᾿ ὑμᾶς ὅτι ἃ παραγγέλλομεν ὑμῖν καὶ ποιεῖτε καὶ ποιήσετε. 5 ῾Ο δὲ Κύριος κατευθύναι ὑμῶν τὰς καρδίας εἰς τὴν ἀγάπην τοῦ Θεοῦ καὶ εἰς τὴν ὑπομονὴν τοῦ Χριστοῦ.

 

§7

6 Παραγγέλλομεν δὲ ὑμῖν, ἀδελφοί, ἐν ὀνόματι τοῦ Κυρίου ἡμῶν ᾿Ιησοῦ Χριστοῦ, στέλλεσθαι ὑμᾶς ἀπὸ παντὸς ἀδελφοῦ ἀτάκτως περιπατοῦντος καὶ μὴ κατὰ τὴν παράδοσιν ἣν παρέλαβον παρ᾿ ἡμῶν. 7 αὐτοὶ γὰρ οἴδατε πῶς δεῖ μιμεῖσθαι ἡμᾶς, ὅτι οὐκ ἠτακτήσαμεν ἐν ὑμῖν, 8 οὐδὲ δωρεὰν ἄρτον ἐφάγομεν παρά τινος, ἀλλ᾿ ἐν κόπῳ καὶ μόχθῳ, νύκτα καὶ ἡμέραν ἐργαζόμενοι(1) πρὸς τὸ μὴ ἐπιβαρῆσαί τινα ὑμῶν· 9 οὐχ ὅτι οὐκ ἔχομεν ἐξουσίαν, ἀλλ᾿ ἵνα ἑαυτοὺς τύπον δῶμεν ὑμῖν εἰς τὸ μιμεῖσθαι ἡμᾶς. 10 καὶ γὰρ ὅτε ἦμεν πρὸς ὑμᾶς, τοῦτο παρηγγέλλομεν ὑμῖν, 10β ὅτι εἴ τις οὐ θέλει ἐργάζεσθαι, μηδὲ ἐσθιέτω. 11 ἀκούομεν γάρ τινας περιπατοῦντας ἐν ὑμῖν ἀτάκτως, 11β μηδὲν ἐργαζομένους, ἀλλὰ περιεργαζομένους· 12 τοῖς δὲ τοιού­τοις παραγγέλλομεν καὶ παρακαλοῦμεν διὰ τοῦ Κυρίου ἡμῶν ᾿Ιησοῦ Χρι­στοῦ, 12β ἵνα μετὰ ἡσυχίας ἐργαζόμενοι τὸν ἑαυτῶν ἄρτον ἐσθίωσιν.

13 ῾Υμεῖς δέ, ἀδελφοί, μὴ ἐκκακήσητε καλοποιοῦντες. 14 εἰ δέ τις οὐχ ὑπακούει τῷ λόγῳ ἡμῶν διὰ τῆς ἐπιστολῆς, τοῦτον σημειοῦσθε, 14β καὶ μὴ συναναμίγνυσθε αὐτῷ, ἵνα ἐντραπῇ· 15 καὶ μὴ ὡς ἐχθρὸν ἡγεῖσθε, ἀλλὰ νουθετεῖτε ὡς ἀδελφόν.

 

§8

16 Αὐτὸς δὲ ὁ Κύριος τῆς εἰρήνης δῴη ὑμῖν τὴν εἰρήνην διὰ παντὸς ἐν παντὶ τρόπῳ. 16β ῾Ο Κύριος μετὰ πάντων ὑμῶν.

17 ῾Ο ἀσπασμὸς τῇ ἐμῇ χειρὶ Παύλου, ὅ ἐστι σημεῖον ἐν πάσῃ ἐπιστολῇ· οὕτω γράφω.

18 ῾Η χάρις τοῦ Κυρίου ἡμῶν ᾿Ιησοῦ Χριστοῦ μετὰ πάντων ὑμῶν· ἀμήν.

 

Παραπομπαί

(ἡ παραπομπὴ Χ:0 σημαίνει ὅλον τὸ Χ κεφάλαιον)

3. 1-2) 1Θεσ 5:25. 2Τιμ 2:9. Εφ 6:19. Κλσ 4:3. Ρμ 15:31. Πρξ 18:6,12-16. Μτ 9:38. Ιω 6:44.

3) 2:17. 1Θεσ 5:24. 1Κορ 1:9· 10:13. Ιω 17:15.

4) 1Θεσ 4:10· 5:11. Φιλ 2:24. Γαλ. 5:10. 2Κορ 7:16.

5) 1Παρ 29:18. 2Παρ 20:33. Πρμ 21:2. Απ 3:10.

6) 4,7,10-15. 1Θεσ 4:11,12· 5:14. 2Ιω 10. Ττ 3:10. Γαλ 2:12. 1Κορ 5:11,13. Ρμ 16:17.

7-8) 6. 1Θεσ 1:6· 2:1,9,10· 4:11· 5:2. 2Κορ 11:9· 12:13. 1Κορ 4:12,16· 11:1. Πρξ 18:3· 20:34.

9) 1Θεσ 1:6· 2:6. 1Τιμ 5:18. Ττ 2:7. 1Κορ 4:16· 9:0· 11:1. Φιλ 3:17. Πρξ 17:5. Μτ 10:10.

10) 8. — Γεν 3:19.

11) 6. 1Τιμ 5:13. Πρξ 17:5.

12) 1Θεσ 4:11. Εφ 4:28.

13) Γαλ 6:9.

14-15) 6. Ττ 2:8. 1Κορ 4:14· 5:9-11. Μτ 18:17.

16) 2:16. 1Θεσ 5:23. 1Κορ 14:33. 2Κορ 3:11. Φιλ 4:9. Ρμ 15:33· 16:20.

17) 2:2. Κλσ 4:18. Γαλ 6:11. 1Κορ 16:21.

18) 1Θεσ 5:28.

 

Σημειώσεις 3ου κεφαλαίου

(1) Β.Α. μετὰ τὴν λέξι ἐργαζόμενοι θέτει κόμμα.

 

 

᾿Εξηγήσεις συμβόλων καὶ στοιχείων