1. Βίβλος Κείμενον τῆς Βίβλου Α΄ Κορινθίους, κεφ. 1 (κείμενον)

PostHeaderIcon Α΄ Κορινθίους, κεφ. 1 (κείμενον)

 

Α΄ πρὸς Κορινθίους

ἐπιστολὴ Παύλου

 

ΚΕΦΑΛΑΙΟΝ 1

 

 

[Λόγος 1ος (1:1-9)]

1 Παῦλος, κλητὸς ἀπόστολος ᾿Ιησοῦ Χριστοῦ διὰ θελήματος Θεοῦ, καὶ Σωσθένης ὁ ἀδελφός, 2 τῇ ἐκκλησίᾳ τοῦ Θεοῦ τῇ οὔσῃ ἐν Κορίνθῳ, ἡγια­σμένοις ἐν Χριστῷ ᾿Ιησοῦ, κλητοῖς ἁγίοις, σὺν πᾶσι τοῖς ἐπικαλουμένοις τὸ ὄνομα τοῦ Κυρίου ἡμῶν ᾿Ιησοῦ Χριστοῦ ἐν παντὶ τόπῳ αὐτῶν τε καὶ ἡμῶν· 3 χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ πατρὸς ἡμῶν καὶ Κυρίου ᾿Ιησοῦ Χριστοῦ.

4 Εὐχαριστῶ τῷ Θεῷ μου πάντοτε περὶ ὑμῶν ἐπὶ τῇ χάριτι τοῦ Θεοῦ τῇ δοθείσῃ ὑμῖν ἐν Χριστῷ ᾿Ιησοῦ, 5 ὅτι ἐν παντὶ ἐπλουτίσθητε ἐν αὐτῷ, ἐν παντὶ λόγῳ καὶ πάσῃ γνώσει, 6 καθὼς τὸ μαρτύριον τοῦ Χριστοῦ ἐβεβαιώ­θη ἐν ὑμῖν, 7 ὥστε ὑμᾶς μὴ ὑστερεῖσθαι ἐν μηδενὶ χαρίσματι, ἀπεκδεχο­μένους τὴν ἀποκάλυψιν τοῦ Κυρίου ἡμῶν ᾿Ιησοῦ Χριστοῦ· 8 ὃς καὶ βεβαιώ­σει ὑμᾶς ἕως τέλους ἀνεγκλήτους ἐν τῇ ἡμέρᾳ τοῦ Κυρίου ἡμῶν ᾿Ιησοῦ Χριστοῦ. 9 πιστὸς ὁ Θεὸς δι᾿ οὗ ἐκλήθητε εἰς κοινωνίαν τοῦ υἱοῦ αὐτοῦ ᾿Ιησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν.

 

[Λόγος 2ος (1:10-31)]

10 Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοί, διὰ τοῦ ὀνόματος τοῦ Κυρίου ἡμῶν ᾿Ιησοῦ Χριστοῦ, 10β ἵνα τὸ αὐτὸ λέγητε πάντες, καὶ μὴ ᾖ ἐν ὑμῖν σχίσματα, 10γ ἦτε δὲ κατηρτισμένοι ἐν τῷ αὐτῷ νοῒ καὶ ἐν τῇ αὐτῇ γνώμῃ. 11 ἐδηλώθη γάρ μοι περὶ ὑμῶν, ἀδελφοί μου, ὑπὸ τῶν Χλόης ὅτι ἔριδες ἐν ὑμῖν εἰσι. 12 λέγω δὲ τοῦτο, ὅτι ἕκαστος ὑμῶν λέγει· «᾿Εγὼ μέν εἰμι Παύλου», 12β «᾿Εγὼ δὲ ᾿Απολλώ», «᾿Εγὼ δὲ Κηφᾶ», «᾿Εγὼ δὲ Χριστοῦ». 13 μεμέρισται ὁ Χρι­στός; μὴ Παῦλος ἐσταυρώθη ὑπὲρ ὑμῶν; 13β ἢ εἰς τὸ ὄνομα Παύλου ἐβαπτί­σθητε; 14 εὐχαριστῶ τῷ Θεῷ ὅτι οὐδένα ὑμῶν ἐβάπτισα εἰ μὴ Κρίσπον καὶ Γάϊον, 15 ἵνα μή τις εἴπῃ ὅτι εἰς τὸ ἐμὸν ὄνομα ἐβάπτισα. 16 ἐβάπτισα δὲ καὶ τὸν Στεφανᾶ οἶκον· λοιπὸν οὐκ οἶδα εἴ τινα ἄλλον ἐβάπτισα. 17 οὐ γὰρ ἀπέστειλέ με Χριστὸς βαπτίζειν, ἀλλ᾿ εὐαγγελίζεσθαι, 17β οὐκ ἐν σοφίᾳ λό­γου, ἵνα μὴ κενωθῇ ὁ σταυρὸς τοῦ Χριστοῦ.

18 ῾Ο λόγος γὰρ ὁ τοῦ σταυροῦ τοῖς μὲν ἀπολλυμένοις μωρία ἐστί, τοῖς δὲ σῳζομένοις ἡμῖν δύναμις Θεοῦ ἐστι. 19 γέγραπται γάρ· ᾿Απολῶ τὴν σο­φίαν τῶν σοφῶν, καὶ τὴν σύνεσιν τῶν συνετῶν ἀθετήσω. 20 ποῦ σοφός; ποῦ γραμματεύς; ποῦ συζητητὴς τοῦ αἰῶνος τούτου; 20β οὐχὶ ἐμώρανεν ὁ Θεὸς τὴν σοφίαν τοῦ κόσμου τούτου; 21 ἐπειδὴ γὰρ ἐν τῇ σοφίᾳ τοῦ Θεοῦ οὐκ ἔγνω ὁ κόσμος διὰ τῆς σοφίας τὸν Θεόν, 21β εὐδόκησεν ὁ Θεὸς διὰ τῆς μωρίας τοῦ κηρύγματος σῶσαι τοὺς πιστεύοντας. 22 ἐπειδὴ καὶ ᾿Ιουδαῖοι σημεῖον αἰτοῦσι καὶ ῞Ελληνες σοφίαν ζητοῦσιν, 23 ἡμεῖς δὲ κηρύσσομεν Χριστὸν ἐσταυρωμένον, ᾿Ιουδαίοις μὲν σκάνδαλον, ῞Ελλησι δὲ μωρίαν, 24 αὐτοῖς δὲ τοῖς κλητοῖς, ᾿Ιουδαίοις τε καὶ ῞Ελλησι, Χριστὸν Θεοῦ δύναμιν καὶ Θεοῦ σοφίαν· 25 ὅτι τὸ μωρὸν τοῦ Θεοῦ σοφώτερον τῶν ἀνθρώπων ἐστί, 25β καὶ τὸ ἀσθενὲς τοῦ Θεοῦ ἰσχυρότερον τῶν ἀνθρώπων ἐστί.

26 Βλέπετε γὰρ τὴν κλῆσιν ὑμῶν, ἀδελφοί, ὅτι οὐ πολλοὶ σοφοὶ κατὰ σάρκα, οὐ πολλοὶ δυνατοί, οὐ πολλοὶ εὐγενεῖς, 27 ἀλλὰ τὰ μωρὰ τοῦ κό­σμου ἐξελέξατο ὁ Θεὸς ἵνα τοὺς σοφοὺς καταισχύνῃ, 27β καὶ τὰ ἀσθενῆ τοῦ κόσμου ἐξελέξατο ὁ Θεὸς ἵνα καταισχύνῃ τὰ ἰσχυρά, 28 καὶ τὰ ἀγενῆ τοῦ κόσμου καὶ τὰ ἐξουθενημένα ἐξελέξατο ὁ Θεός, 28β καὶ τὰ μὴ ὄντα, ἵνα τὰ ὄντα καταργήσῃ, 29 ὅπως μὴ καυχήσηται πᾶσα σὰρξ ἐνώπιον τοῦ Θεοῦ. 30 ἐξ αὐτοῦ δὲ ὑμεῖς ἐστε ἐν Χριστῷ ᾿Ιησοῦ, 30β ὃς ἐγενήθη ἡμῖν σοφία ἀπὸ Θεοῦ, δικαιοσύνη τε καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις, 31 ἵνα, καθὼς γέγρα­πται, ὁ καυχώμενος ἐν Κυρίῳ καυχάσθω.

 

Παραπομπαί

1. 1-2) 1:9,30· 6:11· 10:32· 11:22· 15:9. 2Κορ 1:1. Ρμ 1:1,12· 8:28· 10:12· 16:13. Ιω 17:19. Πρξ 18:17· 20:28.

2) Πρξ 9:14,21· 15:8,9· 22:16. Ρμ 1:7. Εφ 1:1. 1Θεσ 4:7. 2Τιμ 1:9· 2:22. Ιδ 1. Ιω 17:19.

3) Ρμ 1:7. 2Τιμ 1:2. Ττ 1:4. Εφ 1:2. 1Πετ 1:2.

4) Ρμ 1:8. Φιλ 1:3. Φλμ 4.

5) 1:7· 4:8· 8:1· 12:8. 2Κορ 8:7· 11:6. Ρμ 15:14. Κλσ 1:9.

6) 2:1. 2Θεσ 1:10. 2Τιμ 1:8. Πρξ 1:8. Ιω 5:38.

7) 1:5. 2Κορ 12:13. Φιλ 3:20. 2Τιμ 4:8. Ττ 2:13. Ρμ 8:23. Λκ 12:36.

8) 2Κορ 10:1· 13:11. Ρμ 12:1,16· 15:5,30. Κλσ 1:22. 1Θεσ 3:13· 5:23.

9) 10:13. Ιω 15:5. Γαλ 2:20. 1Θεσ 5:24. 2Θεσ 3:3. 1Ιω 1:3.

10) Ρμ 12:16· 15:5. Φιλ 2:2· 3:15,16. 1Πετ 3:8.

11) 3:3· 11:18.

12) 3:4,22· 4:6· 9:5· 15:5· 16:12. 2Κορ 10:7. Πρξ 18:24-27. Ιω 1:42,43.

13) 1:15· 10:2. Ρμ 6:3. Πρξ 2:38· 8:16. Μτ 28:19.

14) Ρμ 16:23.

14-15) 1:13. Ρμ 6:3. Ιω 4:2. Πρξ 10:48· 18:8.

16) 16:15,17. Πρξ 16:15,33.

17) 2:1-5,13. 2Πετ 1:16. Μρ 16:15. Πρξ 26:16-18.

18) 1:21-24· 2:14. 2Κορ 2:15· 4:3. 2Θεσ 2:10. Ρμ 1:16. Πρξ 26:24.

19) Ησ 29:14. Αβδ 8. Ιωβ 5:12. 1Κορ 3:18,19.

20) Ησ 19:11,12· 33:18· 44:25. Ιωβ 12:17,20,24. 1Κορ 2:6· 15:55. Γαλ 1:4. Ρμ 1:22· 12:2.

21) Ρμ 1:19,20,21,28. Πρξ 17:24-28. Μτ 11:25. Λκ 10:21.

22) Μτ 16:1.

23) 2:14. Μτ 11:6. Ιω 6:60,66.

22-24) 1:18,30· 2:2,5. Ρμ 9:32,33. Γαλ 3:1,13· 5:11. Κλσ 2:3. Μτ 12:38. Ιω 4:48. Πρξ 17:32.

24) Ρμ 1:16.

25) 2Κορ 12:10· 13:4.

26-27) 1:20· 2:6,8· 7:20. 2Κορ 1:12. Ιακ 2:1-5. Μτ 5:3,4· 11:25. Ιω 7:48· 9:39.

28-29) 6:4. Ρμ 3:27. Εφ 2:9.

30) 1:2,24· 2:7· 6:11. 2Κορ 5:21. Ρμ 3:24· 4:25· 6:19,22· 8:1-11. Εφ 1:7. Κλσ 2:3. Ιω 17:19.

31) Ησ 65:16. Ιερ 9:23,24. 2Κορ 10:17.

 

 

᾿Εξηγήσεις συμβόλων καὶ στοιχείων