1. Βίβλος Κείμενον τῆς Βίβλου Γένεσις, κεφ. 11 (κείμενον Ο΄)

PostHeaderIcon Γένεσις, κεφ. 11 (κείμενον Ο΄)

 

Γένεσις

 

ΚΕΦΑΛΑΙΟΝ 11

 

[Λόγος 11ος]

 

1 Καὶ ἦν πᾶσα ἡ γῆ χεῖλος ἕν, καὶ φωνὴ μία πᾶσι. 2 καὶ ἐγένετο ἐν τῷ κινῆσαι αὐτοὺς ἀπὸ ἀνατολῶν, εὗρον πεδίον ἐν γῇ Σενναὰρ καὶ κατῴκη­σαν ἐκεῖ. 3 καὶ εἶπεν ἄνθρωπος τῷ πλησίον αὐτοῦ· «Δεῦτε πλινθεύσωμεν πλίνθους καὶ ὀπτήσωμεν αὐτὰς πυρί». καὶ ἐγένετο αὐτοῖς ἡ πλίνθος εἰς λίθον, καὶ ἄσφαλτος ἦν αὐτοῖς ὁ πηλός. 4 καὶ εἶπαν· «Δεῦτε οἰκοδομήσωμεν ἑαυτοῖς πόλιν καὶ πύργον, οὗ ἔσται ἡ κεφαλὴ ἕως τοῦ οὐρανοῦ, καὶ ποι­ήσωμεν ἑαυτοῖς ὄνομα πρὸ τοῦ διασπαρῆναι ἡμᾶς ἐπὶ προσώπου πάσης τῆς γῆς. 5 καὶ κατέβη Κύριος ἰδεῖν τὴν πόλιν καὶ τὸν πύργον, ὃν ᾠκοδόμη­σαν οἱ υἱοὶ τῶν ἀνθρώπων. 6 καὶ εἶπε Κύριος· «᾿Ιδοὺ γένος ἓν καὶ χεῖλος ἓν πάντων, καὶ τοῦτο ἤρξαντο ποιῆσαι, καὶ νῦν οὐκ ἐκλείψει ἀπ᾿ αὐτῶν πάντα ὅσα ἂν ἐπιθῶνται ποιεῖν. 7 δεῦτε καὶ καταβάντες συγχέωμεν αὐτῶν ἐκεῖ τὴν γλῶσσαν, ἵνα μὴ ἀκούσωσιν ἕκαστος τὴν φωνὴν τοῦ πλησίον». 8 καὶ διέσπειρεν αὐτοὺς Κύριος ἐκεῖθεν ἐπὶ πρόσωπον πάσης τῆς γῆς, καὶ ἐπαύσαντο οἰκοδομοῦντες τὴν πόλιν καὶ τὸν πύργον. 9 διὰ τοῦτο ἐκλήθη τὸ ὄνομα αὐτῆς «Σύγχυσις», ὅτι ἐκεῖ συνέχεε Κύριος τὰ χείλη πάσης τῆς γῆς, καὶ ἐκεῖθεν διέσπειρεν αὐτοὺς Κύριος ἐπὶ πρόσωπον πάσης τῆς γῆς.

 

[Λόγος 12ος]

 

10 Καὶ αὗται αἱ γενέσεις Σήμ. καὶ ἦν Σὴμ υἱὸς [ἑκατὸν] ἐτῶν, 10β ὅτε ἐγέν­νησε τὸν ᾿Αρφαξάδ, δευτέρου ἔτους μετὰ τὸν κατακλυσμόν. 11 καὶ ἔζησε Σὴμ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν ᾿Αρφαξὰδ ἔτη [πεντακόσια] καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας καὶ ἀπέθανε.

 12 Καὶ ἔζησεν ᾿Αρφαξὰδ [ἑκατὸν τριάκοντα πέντε] ἔτη καὶ ἐγέννησε τὸν Καϊνᾶν. 13 καὶ ἔζησεν ᾿Αρφαξὰδ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Καϊνᾶν ἔτη [τετρακόσια] καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας καὶ ἀπέθανε.

 13β Καὶ ἔζησε Καϊνᾶν [ἑκατὸν καὶ τριάκοντα] ἔτη καὶ ἐγέννησε τὸν Σαλά. 13γ καὶ ἔζησε Καϊνᾶν μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Σαλὰ ἔτη [τριακόσια τριάκοντα] καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας καὶ ἀπέθανε.

 14 Καὶ ἔζησε Σαλὰ [ἑκατὸν τριάκοντα] ἔτη καὶ ἐγέννησε τὸν ῎Εβερ. 15 καὶ ἔζησε Σαλὰ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν ῎Εβερ [τριακόσια τριάκοντα] ἔτη καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας καὶ ἀπέθανε.

 16 Καὶ ἔζησεν ῎Εβερ [ἑκατὸν τριάκοντα τέσσαρα] ἔτη καὶ ἐγέννησε τὸν Φα­λέγ. 17 καὶ ἔζησεν ῎Εβερ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Φαλὲγ ἔτη [διακόσια ἑβδομήκοντα] καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας καὶ ἀπέθανε.

 18 Καὶ ἔζησε Φαλὲγ [τριάκοντα καὶ ἑκατὸν] ἔτη καὶ ἐγέννησε τὸν ῾Ραγαῦ. 19 καὶ ἔζησε Φαλὲγ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν ῾Ραγαῦ [ἐννέα καὶ διακόσια] ἔτη καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας καὶ ἀπέθανε.

 20 Καὶ ἔζησε ῾Ραγαῦ [ἑκατὸν τριάκοντα καὶ δύο] ἔτη καὶ ἐγέννησε τὸν Σε­ρούχ. 21 καὶ ἔζησε ῾Ραγαῦ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Σεροὺχ [διακόσια ἑπτὰ] ἔτη καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας καὶ ἀπέθανε.

 22 Καὶ ἔζησε Σεροὺχ [ἑκατὸν τριάκοντα] ἔτη καὶ ἐγέννησε τὸν Ναχώρ. 23 καὶ ἔζησε Σεροὺχ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Ναχὼρ ἔτη [διακόσια] καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας καὶ ἀπέθανε.

 24 Καὶ ἔζησε Ναχὼρ ἔτη [ἑκατὸν ἑβδομήκοντα ἐννέα] καὶ ἐγέννησε τὸν Θά­ρα. 25 καὶ ἔζησε Ναχὼρ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Θάρα ἔτη [ἑκατὸν εἴκοσι πέντε] καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας καὶ ἀπέθανε.

 26 Καὶ ἔζησε Θάρα [ἑβδομήκοντα] ἔτη καὶ ἐγέννησε τὸν ῎Αβραμ καὶ τὸν Ναχὼρ καὶ τὸν ᾿Αρράν. 27 Αὗται [δὲ](1) αἱ γενέσεις Θάρα· Θάρα ἐγέννησε τὸν ῎Αβραμ καὶ τὸν Ναχὼρ καὶ τὸν ᾿Αρράν, καὶ ᾿Αρρὰν ἐγέννησε τὸν Λώτ(2). 28 καὶ ἀπέθανεν ᾿Αρρὰν ἐνώπιον Θάρα τοῦ πατρὸς αὐτοῦ ἐν τῇ γῇ ᾗ ἐγεν­νήθη, ἐν τῇ χώρᾳ τῶν Χαλδαίων. 29 καὶ ἔλαβον ῎Αβραμ καὶ Ναχὼρ ἑαυτοῖς γυναῖκας· 29β ὄνομα τῇ γυναικὶ ῎Αβραμ Σάρα, καὶ ὄνομα τῇ γυναικὶ Ναχὼρ Μελχά, θυγάτηρ ᾿Αρρὰν καὶ πατὴρ Μελχὰ καὶ πατὴρ ᾿Ιεσχά. 30 καὶ ἦν Σά­ρα στεῖρα καὶ οὐκ ἐτεκνοποίει.

 31 Καὶ ἔλαβε Θάρα τὸν ῎Αβραμ υἱὸν αὐτοῦ καὶ τὸν Λὼτ υἱὸν ᾿Αρράν, υἱὸν τοῦ υἱοῦ αὐτοῦ, 31β καὶ τὴν Σάραν τὴν νύμφην αὐτοῦ, γυναῖκα ῎Αβραμ τοῦ υἱοῦ αὐτοῦ, 31γ καὶ ἐξήγαγεν αὐτοὺς ἐκ τῆς χώρας τῶν Χαλδαίων πο­ρευθῆναι εἰς γῆν Χαναάν, καὶ ἦλθον ἕως Χαρράν, καὶ κατῴκησεν ἐκεῖ. 32 καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Θάρα ἐν γῇ Χαρρὰν [διακόσια πέντε] ἔτη, καὶ ἀπέθανε Θάρα ἐν Χαρράν.

 

Παραπομπαί

 11. 1) Ησ 19:18. Σφν 3:9. Πρξ 2:1-11. 

2) 11:9· 10:10· 13:11· 14:1. Ησ 11:11. Δν 1:2. Ζχ 5:11. 

3) 11:4,7· 14:10. Εξ 1:14· 2:3· 5:7-18. 2Βασ 12:31. Ψ 63:5. Πρμ 1:11. Εκ 2:1. Ησ 5:5· 9:10· 41:6,7· 65:3. Να 3:14. Εβρ 3:13· 10:24. Ιακ 4:13· 5:1. 

4) 11:8,9. Δευτ 1:28· 9:1. 2Βασ 8:13. Ψ 48:11-13· 91:9. Πρμ 10:7. Ησ 14:12-14. Ιερ 28:53. Δν 4:11,22,30. Ιω 5:44. Λκ 1:51. 

5) 18:21. Εξ 19:11. Ψ 10:4· 32:13,14. Ιερ 23:23,24. Ιω 3:13. Εβρ 4:13. 

6) 11:1· 3:22· 6:5· 8:21· 9:19. Πρξ 17:26. Ψ 1:1· 2:1-4. Κρ 10:14. 3Βασ 18:27. Εκ 11:9. Λκ 1:51. 

7) 1:26· 42:23. Δευτ 28:49. Ψ 2:4. Ιερ 5:15. Πρξ 2:4-6. 1Κορ 14:2,11. 

8) 11:4,9· 10:25,32· 49:7. Δευτ. 32:8. Λκ 1:51. Πρξ 17:26. 

9) Ιω 11:52. 1Κορ 14:23. 

10-32) 1Παρ 1:24-27. Λκ 3:34-36. 

10) 11:27· 10:21,22. 1Παρ 1:17-27. Λκ 3:34-36. 

11) 1:28· 5:4-32· 9:7. Ψ 126:3,4· 127:3,4· 143:12. 

12-13) Λκ 3:35-36. 

13) 1Παρ 1:17. 

14-15) 1Παρ 1:(18),24-25. 

16-17) 10:21,25. Αρ 24:24. 1Παρ 1:9,(19),25. Λκ 3:35. 

18-19) 1Παρ 1:25. Λκ 3:35. 

20-21) 1Παρ 1:25-26. Λκ 3:35. 

22-23) ΙσΝ 24:2. 

24-25) Λκ 3:34. 

26) 12:4,5· 22:20-24· 29:4,5. ΙσΝ 24:2. 1Παρ 1:26-27. 

27) 11:31· 12:4· 13:1-11· 14:12· 19:1-29. ΙσΝ 24:2. 1Παρ 1:26. 2Πετ 2:7.  

28) 15:7. Νε 9:7. Πρξ 7:2-4. 

29) 17:15· 20:12· 22:20-23· 24:15. 

30) 15:2,3· 16:1,2· 17:17,19-21· 18:11,12· 21:1,2· 25:21· 29:31· 30:1,2. Κρ 13:2. 1Βασ 1:2. Ψ 112:9. Λκ 1:7,36. 

31-32) 12:1· 15:7. 1Παρ 1:26-27. ΙσΝ 24:2. Νε 9:7. Λκ 3:34. Πρξ 7:4.

 

Σημειώσεις 11ου κεφαλαίου

(1) Εἰς ΠΜ τὸ [δὲ] παραλείπεται.

(2) Λὼτ σημαίνει «καλύπτρα» κατά τινα ἑρμηνείαν.

 

 

᾿Εξηγήσεις συμβόλων καὶ στοιχείων

 

 

 

 

 

 

Γένεσις

 

ΚΕΦΑΛΑΙΟΝ 11

 

[Λόγος 11ος]

 

11.1 Καὶ ἦν πᾶσα ἡ γῆ χεῖλος ἕν, καὶ φωνὴ μία πᾶσι. 2 καὶ ἐγένετο ἐν τῷ κινῆσαι αὐτοὺς ἀπὸ ἀνατολῶν, εὗρον πεδίον ἐν γῇ Σενναὰρ καὶ κατῴκη­σαν ἐκεῖ. 3 καὶ εἶπεν ἄνθρωπος τῷ πλησίον αὐτοῦ· «Δεῦτε πλινθεύσωμεν πλίνθους καὶ ὀπτήσωμεν αὐτὰς πυρί». καὶ ἐγένετο αὐτοῖς ἡ πλίνθος εἰς λίθον, καὶ ἄσφαλτος ἦν αὐτοῖς ὁ πηλός. 4 καὶ εἶπαν· «Δεῦτε οἰκοδομήσωμεν ἑαυτοῖς πόλιν καὶ πύργον, οὗ ἔσται ἡ κεφαλὴ ἕως τοῦ οὐρανοῦ, καὶ ποι­ήσωμεν ἑαυτοῖς ὄνομα πρὸ τοῦ διασπαρῆναι ἡμᾶς ἐπὶ προσώπου πάσης τῆς γῆς. 5 καὶ κατέβη Κύριος ἰδεῖν τὴν πόλιν καὶ τὸν πύργον, ὃν ᾠκοδόμη­σαν οἱ υἱοὶ τῶν ἀνθρώπων. 6 καὶ εἶπε Κύριος· «᾿Ιδοὺ γένος ἓν καὶ χεῖλος ἓν πάντων, καὶ τοῦτο ἤρξαντο ποιῆσαι, καὶ νῦν οὐκ ἐκλείψει ἀπ᾿ αὐτῶν πάντα ὅσα ἂν ἐπιθῶνται ποιεῖν. 7 δεῦτε καὶ καταβάντες συγχέωμεν αὐτῶν ἐκεῖ τὴν γλῶσσαν, ἵνα μὴ ἀκούσωσιν ἕκαστος τὴν φωνὴν τοῦ πλησίον». 8 καὶ διέσπειρεν αὐτοὺς Κύριος ἐκεῖθεν ἐπὶ πρόσωπον πάσης τῆς γῆς, καὶ ἐπαύσαντο οἰκοδομοῦντες τὴν πόλιν καὶ τὸν πύργον. 9 διὰ τοῦτο ἐκλήθη τὸ ὄνομα αὐτῆς «Σύγχυσις», ὅτι ἐκεῖ συνέχεε Κύριος τὰ χείλη πάσης τῆς γῆς, καὶ ἐκεῖθεν διέσπειρεν αὐτοὺς Κύριος ἐπὶ πρόσωπον πάσης τῆς γῆς.

 

[Λόγος 12ος]

 

11.10 Καὶ αὗται αἱ γενέσεις Σήμ. καὶ ἦν Σὴμ υἱὸς [ἑκατὸν] ἐτῶν, ὅτε ἐγέν­νησε τὸν ᾿Αρφαξάδ, δευτέρου ἔτους μετὰ τὸν κατακλυσμόν. 11 καὶ ἔζησε Σὴμ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν ᾿Αρφαξὰδ ἔτη [πεντακόσια] καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας καὶ ἀπέθανε.

11.12 Καὶ ἔζησεν ᾿Αρφαξὰδ [ἑκατὸν τριάκοντα πέντε] ἔτη καὶ ἐγέννησε τὸν Καϊνᾶν. 13 καὶ ἔζησεν ᾿Αρφαξὰδ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Καϊνᾶν ἔτη [τετρακόσια] καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας καὶ ἀπέθανε.

11.13β Καὶ ἔζησε Καϊνᾶν [ἑκατὸν καὶ τριάκοντα] ἔτη καὶ ἐγέννησε τὸν Σαλά. 13γ καὶ ἔζησε Καϊνᾶν μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Σαλὰ ἔτη [τριακόσια τριάκοντα] καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας καὶ ἀπέθανε.

11.14 Καὶ ἔζησε Σαλὰ [ἑκατὸν τριάκοντα] ἔτη καὶ ἐγέννησε τὸν ῎Εβερ. 15 καὶ ἔζησε Σαλὰ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν ῎Εβερ [τριακόσια τριάκοντα] ἔτη καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας καὶ ἀπέθανε.

11.16 Καὶ ἔζησεν ῎Εβερ [ἑκατὸν τριάκοντα τέσσαρα] ἔτη καὶ ἐγέννησε τὸν Φα­λέγ. 17 καὶ ἔζησεν ῎Εβερ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Φαλὲγ ἔτη [διακόσια ἑβδομήκοντα] καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας καὶ ἀπέθανε.

11.18 Καὶ ἔζησε Φαλὲγ [τριάκοντα καὶ ἑκατὸν] ἔτη καὶ ἐγέννησε τὸν ῾Ραγαῦ. 19 καὶ ἔζησε Φαλὲγ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν ῾Ραγαῦ [ἐννέα καὶ διακόσια] ἔτη καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας καὶ ἀπέθανε.

11.20 Καὶ ἔζησε ῾Ραγαῦ [ἑκατὸν τριάκοντα καὶ δύο] ἔτη καὶ ἐγέννησε τὸν Σε­ρούχ. 21 καὶ ἔζησε ῾Ραγαῦ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Σεροὺχ [διακόσια ἑπτὰ] ἔτη καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας καὶ ἀπέθανε.

11.22 Καὶ ἔζησε Σεροὺχ [ἑκατὸν τριάκοντα] ἔτη καὶ ἐγέννησε τὸν Ναχώρ. 23 καὶ ἔζησε Σεροὺχ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Ναχὼρ ἔτη [διακόσια] καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας καὶ ἀπέθανε.

11.24 Καὶ ἔζησε Ναχὼρ ἔτη [ἑκατὸν ἑβδομήκοντα ἐννέα] καὶ ἐγέννησε τὸν Θά­ρα. 25 καὶ ἔζησε Ναχὼρ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Θάρα ἔτη [ἑκατὸν εἴκοσι πέντε] καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας καὶ ἀπέθανε.

11.26 Καὶ ἔζησε Θάρα [ἑβδομήκοντα] ἔτη καὶ ἐγέννησε τὸν ῎Αβραμ καὶ τὸν Ναχὼρ καὶ τὸν ᾿Αρράν. 27 Αὗται [δὲ](1) αἱ γενέσεις Θάρα· Θάρα ἐγέννησε τὸν ῎Αβραμ καὶ τὸν Ναχὼρ καὶ τὸν ᾿Αρράν, καὶ ᾿Αρρὰν ἐγέννησε τὸν Λώτ(2). 28 καὶ ἀπέθανεν ᾿Αρρὰν ἐνώπιον Θάρα τοῦ πατρὸς αὐτοῦ ἐν τῇ γῇ ᾗ ἐγεν­νήθη, ἐν τῇ χώρᾳ τῶν Χαλδαίων. 29 καὶ ἔλαβον ῎Αβραμ καὶ Ναχὼρ ἑαυτοῖς γυναῖκας· 29β ὄνομα τῇ γυναικὶ ῎Αβραμ Σάρα, καὶ ὄνομα τῇ γυναικὶ Ναχὼρ Μελχά, θυγάτηρ ᾿Αρρὰν καὶ πατὴρ Μελχὰ καὶ πατὴρ ᾿Ιεσχά. 30 καὶ ἦν Σά­ρα στεῖρα καὶ οὐκ ἐτεκνοποίει.

11.31 Καὶ ἔλαβε Θάρα τὸν ῎Αβραμ υἱὸν αὐτοῦ καὶ τὸν Λὼτ υἱὸν ᾿Αρράν, υἱὸν τοῦ υἱοῦ αὐτοῦ, 31β καὶ τὴν Σάραν τὴν νύμφην αὐτοῦ, γυναῖκα ῎Αβραμ τοῦ υἱοῦ αὐτοῦ, 31γ καὶ ἐξήγαγεν αὐτοὺς ἐκ τῆς χώρας τῶν Χαλδαίων πο­ρευθῆναι εἰς γῆν Χαναάν, καὶ ἦλθον ἕως Χαρράν, καὶ κατῴκησεν ἐκεῖ. 32 καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Θάρα ἐν γῇ Χαρρὰν [διακόσια πέντε] ἔτη, καὶ ἀπέθανε Θάρα ἐν Χαρράν.

 

Παραπομπαί

(ἡ παραπομπὴ Χ:0 σημαίνει ὅλον τὸ Χ κεφάλαιον)

11. 1) Πρξ 2:1-11.  4) Δευτ 1:28. Ησ 14:12-14. Ιερ 28:53.  5) 18:21.  6) 3:22· 9:19. Πρξ 17:26. Ψ 1:1· 2:1.  7) 1:26· 42:23. Δευτ 28:49. Ψ 2:4. Ιερ 5:15. Πρξ 2:4-6. 1Κορ 14:2,11.  8) 10:25,32. Λκ 1:51.  9) Ιω 11:52. 1Κορ 14:23.  10-32) 1Παρ 1:24-27. Λκ 3:34-36.  10) 10:22. 1Παρ 1:17,24. Λκ 3:36.  12-13) Λκ 3:36.  16) 1Παρ 1:9,25. Λκ 3:35.  20) Λκ 3:35.  24) Λκ 3:34.  26) ΙσΝ 24:2. 1Παρ 1:26-27.  29) 17:15· 20:12· 22:20-23· 24:15.  30) 16:1,2· 17:17,19-21· 18:11,12.  31) 12:1· 15:7. Νε 9:7. Πρξ 7:4· 10:19.

 

Σημειώσεις 11ου κεφαλαίου

(1) Εἰς ΠΜ τὸ [δὲ] παραλείπεται.

(2) Λὼτ σημαίνει «καλύπτρα» κατά τινα ἑρμηνείαν.