1. Βίβλος Κείμενον τῆς Βίβλου Α΄ Κορινθίους, κεφ. 2 (κείμενον)

PostHeaderIcon Α΄ Κορινθίους, κεφ. 2 (κείμενον)

 

Α΄ πρὸς Κορινθίους

ἐπιστολὴ Παύλου

 

ΚΕΦΑΛΑΙΟΝ 2

 

 

[Λόγος 3ος]

 

1 Κἀγὼ ἐλθὼν πρὸς ὑμᾶς, ἀδελφοί, ἦλθον οὐ καθ᾿ ὑπεροχὴν λόγου ἢ σοφίας καταγγέλλων ὑμῖν τὸ μαρτύριον τοῦ Θεοῦ. 2 οὐ γὰρ ἔκρινα τοῦ εἰδέναι τι ἐν ὑμῖν εἰ μὴ ᾿Ιησοῦν Χριστόν, καὶ τοῦτον ἐσταυρωμένον. 3 καὶ ἐγὼ ἐν ἀσθενείᾳ καὶ ἐν φόβῳ καὶ ἐν τρόμῳ πολλῷ ἐγενόμην πρὸς ὑμᾶς, 4 καὶ ὁ λόγος μου καὶ τὸ κήρυγμά μου οὐκ ἐν πειθοῖς ἀνθρωπίνης σοφίας λόγοις, ἀλλ᾿ ἐν ἀποδείξει Πνεύματος καὶ δυνάμεως, 5 ἵνα ἡ πίστις ὑμῶν μὴ ᾖ ἐν σοφίᾳ ἀνθρώπων, ἀλλ᾿ ἐν δυνάμει Θεοῦ.

6 Σοφίαν δὲ λαλοῦμεν ἐν τοῖς τελείοις, σοφίαν δὲ οὐ τοῦ αἰῶνος τού­του, οὐδὲ τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου τῶν καταργουμένων· 7 ἀλλὰ λαλοῦμεν σοφίαν Θεοῦ ἐν μυστηρίῳ, τὴν ἀποκεκρυμμένην, ἣν προώρισεν ὁ Θεὸς πρὸ τῶν αἰώνων εἰς δόξαν ἡμῶν, 8 ἣν οὐδεὶς τῶν ἀρχόντων τοῦ αἰ­ῶνος τούτου ἔγνωκεν· εἰ γὰρ ἔγνωσαν, οὐκ ἂν τὸν Κύριον τῆς δόξης ἐσταύρωσαν· 9 ἀλλὰ καθὼς γέγραπται, ἃ ὀφθαλμὸς οὐκ οἶδε καὶ οὖς οὐκ ἤκουσε καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἠτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν. 10 ἡμῖν δὲ ὁ Θεὸς ἀπεκάλυψε διὰ τοῦ Πνεύματος αὐτοῦ· 10β τὸ γὰρ Πνεῦμα πάντα ἐρευνᾷ, καὶ τὰ βάθη τοῦ Θεοῦ. 11 τίς γὰρ οἶδεν ἀνθρώ­πων τὰ τοῦ ἀνθρώπου εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ; 11β οὕτω καὶ τὰ τοῦ Θεοῦ οὐδεὶς οἶδεν εἰ μὴ τὸ Πνεῦμα τοῦ Θεοῦ. 12 ἡμεῖς δὲ οὐ τὸ πνεῦμα τοῦ κόσμου ἐλάβομεν, ἀλλὰ τὸ Πνεῦμα τὸ ἐκ τοῦ Θεοῦ, 12β ἵνα εἰ­δῶμεν τὰ ἀπὸ τοῦ Θεοῦ χαρισθέντα ἡμῖν· 13 ἃ καὶ λαλοῦμεν οὐκ ἐν διδα­κτοῖς ἀνθρωπίνης σοφίας λόγοις, 13β ἀλλ᾿ ἐν διδακτοῖς Πνεύματος ῾Αγίου, πνευματικοῖς πνευματικὰ συγκρίνοντες. 14 ψυχικὸς δὲ ἄνθρωπος οὐ δέχε­ται τὰ τοῦ Πνεύματος τοῦ Θεοῦ· 14β μωρία γὰρ αὐτῷ ἐστι, καὶ οὐ δύναται γνῶναι, ὅτι πνευματικῶς ἀνακρίνεται. 15 ὁ δὲ πνευματικὸς ἀνακρίνει μὲν πάντα, αὐτὸς δὲ ὑπ᾿ οὐδενὸς ἀνακρίνεται. 16 τίς γὰρ ἔγνω νοῦν Κυρίου, ὃς συμβιβάσει αὐτόν; ἡμεῖς δὲ νοῦν Χριστοῦ ἔχομεν.

 

Παραπομπαί

1. 1) 1:6,17· 2:4,13. 2Πετ 1:16.

2) 1:18,23. Γαλ 6:14.

3) 2Κορ 10:1,10· 11:30· 12:5,9. Γαλ 4:13. Πρξ 18:1,3,6-10.

4) 2:13. 2Πετ 1:16.

4-5) 1:17,22-28· 2:1. 2Κορ 4:7· 11:6. Ρμ 15:18. 1Θεσ 1:5.

6) 1:20, 25-28· 2:8,12· 3:18,19· 14:20· 15:20,24. Ιωβ 28:21. Εφ 4:13. Κλσ 1:28. Φιλ 3:15. Ιακ 3:15. Ιω 12:31.

7) 2:9,10· 4:1. Ρμ 14:24· 16:25. Εφ 3:3,9. Κλσ 1:26. 2Τιμ 1:9.

8) 2:6. Ιακ 2:1. 2Κορ 3:14. 1Τιμ 1:13. Πρξ 3:17· 7:2· 13:27. Λκ 23:34. Μτ 11:25. Ιω 7:48· 16:3.

9) 2:14. Ησ 52:15· 64:4· 65:17. Εφ 5:14. Ιδ 9,14. Ρμ 8:28.

10) 2:6,7. 2Κορ 3:18. Εφ 1:17· 3:5. 1Ιω 2:27. Μτ 13:11· 16:17.

11) Πρμ 20:27· 27:19. Ιερ 17:9. Ιω 1:18. Μτ 11:27.

12) 2:16. 2Κορ 4:5,6. Ρμ 8:15,17. Εφ 2:2. Ιω 15:26· 16:13,14.

13) 1:17· 2:1,4. Ιω 6:45. 2Πετ 1:16. (Γεν 40:8,16,22· 41:12,15. Δν 2:16,25,36· 5:12).

14) 1:18,23· 3:1. Ιακ 3:15. Ιδ 19. Ρμ 7:7· 8:7. Ιω 8:47· 10:20· 14:17.

15) Πρμ 27:19· 28:5. 1Θεσ 5:21. 1Ιω 2:20· 4:1.

16) Ιωβ 15:8. Ησ 40:13. Ιερ 23:18. Ρμ 11:34. 1Κορ 2:12· 7:40. 1Ιω 5:20.

 

 

᾿Εξηγήσεις συμβόλων καὶ στοιχείων