1. Βίβλος Κείμενον τῆς Βίβλου Α΄ Κορινθίους, κεφ. 3 (κείμενον)

PostHeaderIcon Α΄ Κορινθίους, κεφ. 3 (κείμενον)

 

Α΄ πρὸς Κορινθίους

ἐπιστολὴ Παύλου

 

ΚΕΦΑΛΑΙΟΝ 3 (1)

 

[Λόγος 4ος]

 1 Καὶ ἐγώ, ἀδελφοί, οὐκ ἠδυνήθην ὑμῖν λαλῆσαι ὡς πνευματικοῖς, ἀλλ᾿ ὡς σαρκικοῖς, ὡς νηπίοις ἐν Χριστῷ. 2 γάλα ὑμᾶς ἐπότισα καὶ οὐ βρῶμα· οὔπω γὰρ ἠδύνασθε. ἀλλ᾿ οὔτε ἔτι νῦν δύνασθε· ἔτι γὰρ σαρκικοί ἐστε. 3 ὅπου γὰρ ἐν ὑμῖν ζῆλος καὶ ἔρις καὶ διχοστασίαι, οὐχὶ σαρκικοί ἐστε καὶ κατὰ ἄνθρωπον περιπατεῖτε; 4 ὅταν γὰρ λέγῃ τις «᾿Εγὼ μέν εἰμι Παύλου», ἕτερος δὲ «᾿Εγὼ ᾿Απολλώ», οὐχὶ σαρκικοί ἐστε;

5 Τίς οὖν ἐστι Παῦλος, τίς δὲ ᾿Απολλὼς ἀλλ᾿ ἢ διάκονοι δι᾿ ὧν ἐπι­στεύσατε, καὶ ἑκάστῳ ὡς ὁ Κύριος ἔδωκεν; 6 ἐγὼ ἐφύτευσα, ᾿Απολλὼς ἐπότισεν, ἀλλ᾿ ὁ Θεὸς ηὔξανεν· 7 ὥστε οὔτε ὁ φυτεύων ἐστί τι οὔτε ὁ ποτί­ζων, ἀλλ᾿ ὁ αὐξάνων Θεός. 8 ὁ φυτεύων δὲ καὶ ὁ ποτίζων ἕν εἰσιν· ἕκα­στος δὲ τὸν ἴδιον μισθὸν λήψεται κατὰ τὸν ἴδιον κόπον. 9 Θεοῦ γάρ ἐσμεν συνεργοί· Θεοῦ γεώργιον, Θεοῦ οἰκοδομή ἐστε.

10 Κατὰ τὴν χάριν τοῦ Θεοῦ τὴν δοθεῖσάν μοι ὡς σοφὸς ἀρχιτέκτων θε­μέλιον τέθεικα, 10β ἄλλος δὲ ἐποικοδομεῖ· ἕκαστος δὲ βλεπέτω πῶς ἐποικο­δομεῖ· 11 θεμέλιον γὰρ ἄλλον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον, ὅς ἐστιν ᾿Ιησοῦς Χριστός. 12 εἰ δέ τις ἐποικοδομεῖ ἐπὶ τὸν θεμέλιον τοῦτον χρυσόν, ἄργυρον, 12β λίθους τιμίους, ξύλα, χόρτον, καλάμην, 13 ἑκάστου τὸ ἔργον φανερὸν γενήσεται· 13β ἡ γὰρ ἡμέρα δηλώσει· ὅτι ἐν πυρὶ ἀποκαλύ­πτεται· 13γ καὶ ἑκάστου τὸ ἔργον ὁποῖόν ἐστι τὸ πῦρ δοκιμάσει. 14 εἴ τινος τὸ ἔργον μενεῖ ὃ ἐπῳκοδόμησε, μισθὸν λήψεται· 15 εἴ τινος τὸ ἔργον κατα­καήσεται, ζημιωθήσεται, 15β αὐτὸς δὲ σωθήσεται, οὕτω δὲ ὡς διὰ πυρός. 16 Οὐκ οἴδατε ὅτι ναὸς Θεοῦ ἐστε καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ οἰκεῖ ἐν ὑμῖν; 17 εἴ τις τὸν ναὸν τοῦ Θεοῦ φθείρει, φθερεῖ τοῦτον ὁ Θεός· 17β ὁ γὰρ ναὸς τοῦ Θεοῦ ἅγιός ἐστιν, οἵτινές ἐστε ὑμεῖς.

18 Μηδεὶς ἑαυτὸν ἐξαπατάτω· εἴ τις δοκεῖ σοφὸς εἶναι ἐν ὑμῖν ἐν τῷ αἰῶνι τούτῳ, 18β μωρὸς γενέσθω, ἵνα γένηται σοφός. 19 ἡ γὰρ σοφία τοῦ κόσμου τούτου μωρία παρὰ τῷ Θεῷ ἐστι. 19β γέγραπται γάρ· ὁ δρασσόμε­νος τοὺς σοφοὺς ἐν τῇ πανουργίᾳ αὐτῶν· 20 καὶ πάλιν· Κύριος γινώσκει τοὺς διαλογισμοὺς τῶν σοφῶν, ὅτι εἰσὶ μάταιοι. 21 ὥστε μηδεὶς καυχά­σθω ἐν ἀνθρώποις· 22 πάντα γὰρ ὑμῶν ἐστιν, (2) εἴτε Παῦλος εἴτε ᾿Απολλὼς εἴτε Κηφᾶς εἴτε κόσμος 22β εἴτε ζωὴ εἴτε θάνατος εἴτε ἐνεστῶτα εἴτε μέλ­λοντα, πάντα ὑμῶν ἐστιν, 23 ὑμεῖς δὲ Χριστοῦ, Χριστὸς δὲ Θεοῦ.

 

 

Παραπομπαί

3. 1-2) 2:14,15. Ρμ 6:19· 7:14. Εφ 4:14. Εβρ 5:11-6:1. 1Πετ 2:2. Ιω 16:12.

3) 4:9. 

3-4) 1:11,12,22.  2Κορ 12:20. Ρμ 8:4. Γαλ 5:19,20,22. Ιακ 3:16.  

5) 1:12· 4:1· 7:17· 16:12. 2Κορ 4:5. Ρμ 12:3. Πρξ 18:24.  

6-7) 3:10· 4:15· 9:7· 15:10. Μτ 15:13· 21:33. Πρξ 16:14· 18:1-19:1. 

8) Ψ 61:12. Ιερ 17:10· 32:19. 1Κορ 3:14,15· 4:15. Ρμ 2:6. Γαλ 6:5. Μτ 16:27. Απ 2:23· 22:12. 

9) 3:16. 2Κορ 6:1. Εφ 2:20,21. Κλσ 2:7. Εβ 3:2,3,4,6. 1Πετ 2:5. Μτ 21:28,33. 

10) Ρμ 1:5· 12:3· 15:15,20. 2Πετ 3:15. Απ 21:14. 

11) Ησ 28:16. Εφ 2:20. 2Τιμ 2:19. 1Πετ 2:4-6. Μτ 16:18· 21:42. 

12-13) Μλχ 4:1. Δν 7:9,10. 1Κορ 4:5. 2Θεσ 1:7,8. Εβρ 10:25. 2Πετ 1:19· 3:10. 

13) Ησ 8:20· 48:10. Ιερ 23:29. 1Πετ 1:7· 4:12.  

14-15) 3:8· 2:1-8. Ιδ 23. (Αμ 4:11. Ζχ 3:2). 

16) Εφ 2:21,22. Εβ 3:6. 1Πετ 2:5. 

16-17) 3:9· 6:19· 8:11. 2Κορ 6:16. Πρξ 13:8-11. 

18) Ησ 5:21.  

18-20) Πρμ 3:7. Ιωβ 5:12,13. Ψ 93:11. 1Κορ 1:17-2:8, 14· 8:2. Ρμ 12:16. Γαλ 6:3. Απ 3:17,18.

20) Ψ 48:11. 

21-23) 1:12,31· 3:4,5· 4:6· 11:3· 15:28. Ρμ 8:38,39· 14:8. Φιλ 1:21. Ιω 14:28.

 

Σημειώσεις 3ου κεφαλαίου

(1) ῾Η διαίρεσις τοῦ παρόντος κεφαλαίου εἰς παραγράφους κρίνεται φυσικωτέρα, ὑπάρχει δὲ καὶ εἰς ΒΑ, μόνον ὅτι ἐκεῖ φέρονται ὡς ἡμιπαράγραφοι· εἰς ἄλλας ἐκδόσεις ὑπάρχουν διαφορετικαὶ διαιρέσεις παραγράφων.

(2) Κατὰ ΒΑ ὁ στίχος 22 ἄρχεται ὡς δηλοῦται ἐνταῦθα, ἀπὸ τοῦ πάντα γὰρ ὑμῶν ἐστι· κατὰ τὰς λοιπὰς ἐντύπους ἐκδόσεις ἄρχεται ἀπὸ τοῦ εἴτε Παῦλος εἴτε ᾿Απολλώς.

 

 

 

᾿Εξηγήσεις συμβόλων καὶ στοιχείων

 

 

 

Α΄ πρὸς Κορινθίους

ἐπιστολὴ Παύλου

 

ΚΕΦΑΛΑΙΟΝ 3 (1)

 

[Λόγος 4ος]

 

3. 1 Καὶ ἐγώ, ἀδελφοί, οὐκ ἠδυνήθην ὑμῖν λαλῆσαι ὡς πνευματικοῖς, ἀλλ᾿ ὡς σαρκικοῖς, ὡς νηπίοις ἐν Χριστῷ. 2 γάλα ὑμᾶς ἐπότισα καὶ οὐ βρῶμα· οὔπω γὰρ ἠδύνασθε. ἀλλ᾿ οὔτε ἔτι νῦν δύνασθε· ἔτι γὰρ σαρκικοί ἐστε. 3 ὅπου γὰρ ἐν ὑμῖν ζῆλος καὶ ἔρις καὶ διχοστασίαι, οὐχὶ σαρκικοί ἐστε καὶ κατὰ ἄνθρωπον περιπατεῖτε; 4 ὅταν γὰρ λέγῃ τις «᾿Εγὼ μέν εἰμι Παύλου», ἕτερος δὲ «᾿Εγὼ ᾿Απολλώ», οὐχὶ σαρκικοί ἐστε;

3. 5 Τίς οὖν ἐστι Παῦλος, τίς δὲ ᾿Απολλὼς ἀλλ᾿ ἢ διάκονοι δι᾿ ὧν ἐπι­στεύσατε, καὶ ἑκάστῳ ὡς ὁ Κύριος ἔδωκεν; 6 ἐγὼ ἐφύτευσα, ᾿Απολλὼς ἐπότισεν, ἀλλ᾿ ὁ Θεὸς ηὔξανεν· 7 ὥστε οὔτε ὁ φυτεύων ἐστί τι οὔτε ὁ ποτί­ζων, ἀλλ᾿ ὁ αὐξάνων Θεός. 8 ὁ φυτεύων δὲ καὶ ὁ ποτίζων ἕν εἰσιν· ἕκα­στος δὲ τὸν ἴδιον μισθὸν λήψεται κατὰ τὸν ἴδιον κόπον. 9 Θεοῦ γάρ ἐσμεν συνεργοί· Θεοῦ γεώργιον, Θεοῦ οἰκοδομή ἐστε.

3. 10 Κατὰ τὴν χάριν τοῦ Θεοῦ τὴν δοθεῖσάν μοι ὡς σοφὸς ἀρχιτέκτων θε­μέλιον τέθεικα, 10β ἄλλος δὲ ἐποικοδομεῖ· ἕκαστος δὲ βλεπέτω πῶς ἐποικο­δομεῖ· 11 θεμέλιον γὰρ ἄλλον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον, ὅς ἐστιν ᾿Ιησοῦς Χριστός. 12 εἰ δέ τις ἐποικοδομεῖ ἐπὶ τὸν θεμέλιον τοῦτον χρυσόν, ἄργυρον, 12β λίθους τιμίους, ξύλα, χόρτον, καλάμην, 13 ἑκάστου τὸ ἔργον φανερὸν γενήσεται· 13β ἡ γὰρ ἡμέρα δηλώσει· ὅτι ἐν πυρὶ ἀποκαλύ­πτεται· 13γ καὶ ἑκάστου τὸ ἔργον ὁποῖόν ἐστι τὸ πῦρ δοκιμάσει. 14 εἴ τινος τὸ ἔργον μενεῖ ὃ ἐπῳκοδόμησε, μισθὸν λήψεται· 15 εἴ τινος τὸ ἔργον κατα­καήσεται, ζημιωθήσεται, 15β αὐτὸς δὲ σωθήσεται, οὕτω δὲ ὡς διὰ πυρός. 16 Οὐκ οἴδατε ὅτι ναὸς Θεοῦ ἐστε καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ οἰκεῖ ἐν ὑμῖν; 17 εἴ τις τὸν ναὸν τοῦ Θεοῦ φθείρει, φθερεῖ τοῦτον ὁ Θεός· 17β ὁ γὰρ ναὸς τοῦ Θεοῦ ἅγιός ἐστιν, οἵτινές ἐστε ὑμεῖς.

3. 18 Μηδεὶς ἑαυτὸν ἐξαπατάτω· εἴ τις δοκεῖ σοφὸς εἶναι ἐν ὑμῖν ἐν τῷ αἰῶνι τούτῳ, 18β μωρὸς γενέσθω, ἵνα γένηται σοφός. 19 ἡ γὰρ σοφία τοῦ κόσμου τούτου μωρία παρὰ τῷ Θεῷ ἐστι. 19β γέγραπται γάρ· ὁ δρασσόμε­νος τοὺς σοφοὺς ἐν τῇ πανουργίᾳ αὐτῶν· 20 καὶ πάλιν· Κύριος γινώσκει τοὺς διαλογισμοὺς τῶν σοφῶν, ὅτι εἰσὶ μάταιοι. 21 ὥστε μηδεὶς καυχά­σθω ἐν ἀνθρώποις· 22 πάντα γὰρ ὑμῶν ἐστιν, (2) εἴτε Παῦλος εἴτε ᾿Απολλὼς εἴτε Κηφᾶς εἴτε κόσμος 22β εἴτε ζωὴ εἴτε θάνατος εἴτε ἐνεστῶτα εἴτε μέλ­λοντα, πάντα ὑμῶν ἐστιν, 23 ὑμεῖς δὲ Χριστοῦ, Χριστὸς δὲ Θεοῦ.

 

 

Παραπομπαί

3. 1-2) 2:14,15. Ρμ 6:19· 7:14. Εφ 4:14. Εβρ 5:11-6:1. 1Πετ 2:2. Ιω 16:12. 3) 4:9.  3-4) 1:11,12,22.  2Κορ 12:20. Ρμ 8:4. Γαλ 5:19,20,22. Ιακ 3:16.  5) 1:12· 4:1· 7:17· 16:12. 2Κορ 4:5. Ρμ 12:3. Πρξ 18:24.  6-7) 3:10· 4:15· 9:7· 15:10. Μτ 15:13· 21:33. Πρξ 16:14· 18:1-19:1.  8) Ψ 61:12. Ιερ 17:10· 32:19. 1Κορ 3:14,15· 4:15. Ρμ 2:6. Γαλ 6:5. Μτ 16:27. Απ 2:23· 22:12.  9) 3:16. 2Κορ 6:1. Εφ 2:20,21. Κλσ 2:7. Εβ 3:2,3,4,6. 1Πετ 2:5. Μτ 21:28,33.  10) Ρμ 1:5· 12:3· 15:15,20. 2Πετ 3:15. Απ 21:14.  11) Ησ 28:16. Εφ 2:20. 2Τιμ 2:19. 1Πετ 2:4-6. Μτ 16:18· 21:42.  11) Εφ 2:20. 2Τιμ 2:19. 1Πετ 2:4-6. Μτ 16:18· 21:42.  12-13) Μλχ 4:1. Δν 7:9,10. 1Κορ 4:5. 2Θεσ 1:7,8. Εβρ 10:25. 2Πετ 1:19· 3:10.  13) Ησ 8:20· 48:10. Ιερ 23:29. 1Πετ 1:7· 4:12.  14-15) 3:8· 2:1-8. Ιδ 23. (Αμ 4:11. Ζχ 3:2).  16) Εφ 2:21,22. Εβ 3:6. 1Πετ 2:5.  16-17) 3:9· 6:19· 8:11. 2Κορ 6:16. Πρξ 13:8-11.  18) Ησ 5:21.  18-20) Πρμ 3:7. Ιωβ 5:12,13. Ψ 93:11. 1Κορ 1:17-2:8, 14· 8:2. Ρμ 12:16. Γαλ 6:3. Απ 3:17,18. 20) Ψ 48:11.  21-23) 1:12,31· 3:4,5· 4:6· 11:3· 15:28. Ρμ 8:38,39· 14:8. Φιλ 1:21. Ιω 14:28.

 

Σημειώσεις 3ου κεφαλαίου

(1) ῾Η διαίρεσις τοῦ παρόντος κεφαλαίου εἰς παραγράφους κρίνεται φυσικωτέρα, ὑπάρχει δὲ καὶ εἰς ΒΑ, μόνον ὅτι ἐκεῖ φέρονται ὡς ἡμιπαράγραφοι· εἰς ἄλλας ἐκδόσεις ὑπάρχουν διαφορετικαὶ διαιρέσεις παραγράφων.

(2) Κατὰ ΒΑ ὁ στίχος 22 ἄρχεται ὡς δηλοῦται ἐνταῦθα, ἀπὸ τοῦ πάντα γὰρ ὑμῶν ἐστι· κατὰ τὰς λοιπὰς ἐντύπους ἐκδόσεις ἄρχεται ἀπὸ τοῦ εἴτε Παῦλος εἴτε ᾿Απολλώς.