1. Βίβλος Κείμενον τῆς Βίβλου Γένεσις, κεφ. 13 (κείμενον Ο΄)

PostHeaderIcon Γένεσις, κεφ. 13 (κείμενον Ο΄)

 

Γένεσις

 

ΚΕΦΑΛΑΙΟΝ 13

 

[Λόγος 15ος]

 

1 ᾿Ανέβη δὲ ῎Αβραμ ἐξ Αἰγύπτου, αὐτὸς καὶ ἡ γυνὴ αὐτοῦ καὶ πάντα τὰ αὐτοῦ καὶ Λὼτ μετ᾿ αὐτοῦ, εἰς τὴν ἔρημον. 2 ῎Αβραμ δὲ ἦν πλούσιος σφό­δρα κτήνεσι καὶ ἀργυρίῳ καὶ χρυσίῳ. 3 καὶ ἐπορεύθη ὅθεν ἦλθεν εἰς τὴν ἔ­ρημον ἕως Βεθήλ, ἕως τοῦ τόπου οὗ ἦν ἡ σκηνὴ αὐτοῦ τὸ πρότερον, ἀνὰ μέσον Βεθὴλ καὶ ἀνὰ μέσον ᾿Αγγαΐ, 4 εἰς τὸν τόπον τοῦ θυσιαστηρίου, οὗ ἐποίησεν ἐκεῖ τὴν ἀρχήν· καὶ ἐπεκαλέσατο ἐκεῖ ῎Αβραμ τὸ ὄνομα τοῦ Κυρίου. 5 καὶ Λὼτ τῷ συμπορευομένῳ μετὰ ῎Αβραμ ἦν πρόβατα καὶ βόες καὶ σκηναί. 6 καὶ οὐκ ἐχώρει αὐτοὺς ἡ γῆ κατοικεῖν ἅμα, ὅτι ἦν τὰ ὑπάρ­χοντα αὐτῶν πολλά, καὶ οὐκ ἐχώρει αὐτοὺς ἡ γῆ κατοικεῖν ἅμα. 7 καὶ ἐγένετο μάχη ἀνὰ μέσον τῶν ποιμένων τῶν κτηνῶν τοῦ ῎Αβραμ καὶ ἀνὰ μέσον τῶν ποιμένων τῶν κτηνῶν τοῦ Λώτ· οἱ δὲ Χαναναῖοι καὶ οἱ Φερε­ζαῖοι τότε κατῴκουν τὴν γῆν. 8 εἶπε δὲ ῎Αβραμ τῷ Λώτ· «Μὴ ἔστω μάχη ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ καὶ ἀνὰ μέσον τῶν ποιμένων μου καὶ ἀνὰ μέ­σον τῶν ποιμένων σου, ὅτι ἄνθρωποι ἀδελφοί ἐσμεν ἡμεῖς. 9 οὐκ ἰδοὺ πᾶσα ἡ γῆ ἐναντίον σου ἐστί; διαχωρίσθητι ἀπ᾿ ἐμοῦ· εἰ σὺ εἰς ἀριστερά, ἐγὼ εἰς δεξιά· εἰ δὲ σὺ εἰς δεξιά, ἐγὼ εἰς ἀριστερά». 10 καὶ ἐπάρας Λὼτ τοὺς ὀφθαλμοὺς αὐτοῦ, ἐπεῖδε πᾶσαν τὴν περίχωρον τοῦ ᾿Ιορδάνου, 10β ὅτι πᾶσα ἦν ποτιζομένη πρὸ τοῦ καταστρέψαι τὸν Θεὸν Σόδομα καὶ Γόμορρα, 10γ ὡς ὁ παράδεισος τοῦ Θεοῦ καὶ ὡς ἡ γῆ Αἰγύπτου, ἕως ἐλθεῖν εἰς Ζόγο­ρα. 11 καὶ ἐξελέξατο ἑαυτῷ Λὼτ πᾶσαν τὴν περίχωρον τοῦ ᾿Ιορδάνου, 11β καὶ ἀπῇρε Λὼτ ἀπὸ ἀνατολῶν, καὶ διεχωρίσθησαν ἕκαστος ἀπὸ τοῦ ἀδελ­φοῦ αὐτοῦ. 12 ῎Αβραμ δὲ κατῴκησεν ἐν γῇ Χαναάν, Λὼτ δὲ κατῴκησεν ἐν πόλει τῶν περιχώρων καὶ ἐσκήνωσεν ἐν Σοδόμοις· 13 οἱ δὲ ἄνθρωποι οἱ ἐν Σοδόμοις πονηροὶ καὶ ἁμαρτωλοὶ ἐναντίον τοῦ Θεοῦ σφόδρα.

14 ῾Ο δὲ Θεὸς εἶπε τῷ ῎Αβραμ μετὰ τὸ διαχωρισθῆναι τὸν Λὼτ ἀπ᾿ αὐ­τοῦ· 14β «᾿Ανάβλεψον τοῖς ὀφθαλμοῖς σου καὶ ἴδε ἀπὸ τοῦ τόπου, οὗ νῦν σύ εἶ, πρὸς βορρᾶν καὶ λίβα καὶ ἀνατολὰς καὶ θάλασσαν· 15 ὅτι πᾶσαν τὴν γῆν ἣν σὺ ὁρᾷς σοὶ δώσω αὐτὴν καὶ τῷ σπέρματί σου ἕως αἰῶνος. 16 καὶ ποιή­σω τὸ σπέρμα σου ὡς τὴν ἄμμον τῆς γῆς· 16β εἰ δύναταί τις ἐξαριθμῆσαι τὴν ἄμμον τῆς γῆς, καὶ τὸ σπέρμα σου ἐξαριθμηθήσεται. 17 ἀναστὰς διό­δευσον τὴν γῆν εἴς τε τὸ μῆκος αὐτῆς καὶ εἰς τὸ πλάτος, 17β ὅτι σοὶ δώσω αὐτὴν καὶ τῷ σπέρματί σου εἰς τὸν αἰῶνα». 18 καὶ ἀποσκηνώσας ῎Αβραμ, ἐλθὼν κατῴκησε παρὰ τὴν Δρῦν τὴν Μαμβρῆ, ἣ ἦν ἐν Χεβρών(1), 18β καὶ ᾠ­κοδόμησεν ἐκεῖ θυσιαστήριον τῷ Κυρίῳ.

 

Παραπομπαί

(ἡ παραπομπὴ Χ:0 σημαίνει ὅλον τὸ Χ κεφάλαιον)

13. 1) 12:9.

2) 24:35· 30:43· 32:6. Ψ 111:1-3. Ιωβ 1:3-10. Ψ 111:3. Πρμ 3:9-10· 10:22.

3) 12:6,8,9.

4) 13:18· 4:26· 12:7,8· 35:1-3. Ψ 25:8· 41:1,2· 64:1,2· 83:1,2,10· 106:1,8,15· 115:2,8,17· 144:18. Ησ 58:9. Ιερ 36(29):12. Σφν 3:9. 1Κορ 1:2. Εφ 6:18,19.

5) 4:20· 25:27. Ιερ 49:29.

6) 36:7. Εκ 5:10,11. Λκ 12:17,18. 1Τιμ 6:9.

7) 12:6· 15:18-21· 21:25· 26:20· 34:30. Εξ 2:17. Νε 5:9. 1Κορ 3:3. Γαλ 5:20. Φιλ 2:14,15. Κλσ 4:5. 1Θεσ 4:12. Ττ 3:3. Ιακ 3:16· 4:1. 1Πετ 2:12.

8) 11:27-31· 45:24. Εξ 2:13. Ψ 132:1. Πρμ 15:1. Μτ 5:9. Πρξ 7:26. 1Θεσ 4:9; 1Κορ 6:6,7. Φιλ 2:14. Ρμ 12:10. Εφ 4:2,3. Εβρ 12:14· 13:1 Ιακ 3:17,18. 1Πετ 1:22· 2:17· 3:8· 4:8. 2Πετ 1:7. 1Ιω 2:9-11· 3:14-19· 4:7,20,21.

9) 20:15· 34:10. Ψ 119:7. Ρμ 12:18. 1Κορ 6:7. Εβρ 12:14. Ιακ 3:13-18. 1Πετ 3:8-12.

10) 2:9,10· 3:6; 6:2; 14:2,8· 18:16· 19:17,20,22-30. Αρ 32:1-42; Δευτ 34:3. 3Βασ 7:46; Ψ 106:34. Ησ 15:5; 51:3. Ιερ 48:34. Ιεζ 28:13· 31:8; Ιωηλ 2:3. 1Ιω 2:15,16.

11) 13:9,14· 19:17. Ψ 15:3· 118:63. Πρμ 27:10. Εβρ 10:25. 1Πετ 2:17.

12) 14:12· 19:1,17,29. Ψ 25:5. 1Κορ 15:33. 2Πετ 2:7,8.

12-13) 2Πετ 2:7,8.

13) 6:11· 10:9· 15:16· 18:20· 19:4-11· 38:7. 1Βασ 15:18. 4Βασ 21:6. Ησ 1:9· 3:8,9. Ιεζ 16:46-50. Ιερ 23:24. Μτ 9:10,13· 11:23,24. Ιω 9:24,31. Ρμ 1:27. 2Πετ 2:6-8,10. Ιδ 1:7. Εβρ 4:13.

14) 13:10,11· 28:14. Δευτ 3:27. Ησ 49:18· 60:4.

15) 12:7· 15:7,18· 17:7,8· 18:18· 24:7· 26:3,4· 28:4,13· 35:12· 48:4. Εξ 33:1. Αρ 34:12-29. Δευτ 26:2-4· 34:4. 2Παρ 20:7. Νε 9:7,8. Ψ 36:22,29· 104:9-12· 111:1,2. Ησ 63:18. Μτ 5:5. Πρξ 7:5.

16) 12:2,3· 15:5· 17:4,6,16,20· 18:18· 21:13· 22:17· 25:1-34· 26:4· 28:3,14· 32:12· 35:11· 36:0· 46:3. Εξ 1:7· 32:13. Αρ 23:10. Δευτ 1:10· 10:22. Κρ 6:3,5. 3Βασ 3:8· 4:20. 1Παρ 21:5· 27:23. 2Παρ 17:14-18. Ησ 48:18,19. Ιερ 40(33):22. Ρωμ 4:16-18. Εβρ 11:12. Απ 7:9.

17) Αρ 13:17-24.

18) 13:4· 8:20· 12:7,8; 14:13· 18:1· 23:2,17-19· 25:9· 35:27· 37:14· 49:30· 50:13. Αρ 13:22. ΙσΝ 14:13. 2Βασ 2:1· 3:2-5· 5:1-5· 15:7-10. Ψ 15:8. 1Τιμ 2:8.

 

Σημειώσεις 13ου κεφαλαίου

(1) Χεβρών (῾Ράλφς, Κολιτσάρας)· Χεβρώμ (ΠΜ καὶ ἄλλοι).

 

 

᾿Εξηγήσεις συμβόλων καὶ στοιχείων