1. Βίβλος Κείμενον τῆς Βίβλου Α΄ Κορινθίους, κεφ. 4 (κείμενον)

PostHeaderIcon Α΄ Κορινθίους, κεφ. 4 (κείμενον)

 

Α΄ πρὸς Κορινθίους

ἐπιστολὴ Παύλου

 

ΚΕΦΑΛΑΙΟΝ 4

 

[Λόγος 5ος (4:1-20)]

 

1 Οὕτως ἡμᾶς λογιζέσθω ἄνθρωπος, ὡς ὑπηρέτας Χριστοῦ καὶ οἰκονό­μους μυστηρίων Θεοῦ. 2 ὃ δὲ λοιπὸν ζητεῖται ἐν τοῖς οἰκονόμοις, ἵνα πιστός τις εὑρεθῇ. 3 ἐμοὶ δὲ εἰς ἐλάχιστόν ἐστιν ἵνα ὑφ᾿ ὑμῶν ἀνακριθῶ ἢ ὑπὸ ἀν­θρωπίνης ἡμέρας· ἀλλ᾿ οὐδὲ ἐμαυτὸν ἀνακρίνω· 4 οὐδὲν γὰρ ἐμαυτῷ σύν­οιδα· ἀλλ᾿ οὐκ ἐν τούτῳ δεδικαίωμαι· ὁ δὲ ἀνακρίνων με Κύριός ἐστιν. 5 ὥστε μὴ πρὸ καιροῦ τι κρίνετε, ἕως ἂν ἔλθῃ ὁ Κύριος, ὃς καὶ φωτίσει τὰ κρυπτὰ τοῦ σκότους καὶ φανερώσει τὰς βουλὰς τῶν καρδιῶν, καὶ τότε ὁ ἔπαινος γενήσεται ἑκάστῳ ἀπὸ τοῦ Θεοῦ.

6 Ταῦτα δέ, ἀδελφοί, μετεσχημάτισα εἰς ἐμαυτὸν καὶ ᾿Απολλὼ δι᾿ ὑμᾶς, ἵνα ἐν ἡμῖν μάθητε τὸ μὴ ὑπὲρ ὃ γέγραπται φρονεῖν, ἵνα μὴ εἷς ὑπὲρ τοῦ ἑνὸς φυσιοῦσθε κατὰ τοῦ ἑτέρου. 7 τίς γάρ σε διακρίνει; τί δὲ ἔχεις ὃ οὐκ ἔλαβες; εἰ δὲ καὶ ἔλαβες, τί καυχᾶσαι ὡς μὴ λαβών; 8 ἤδη κεκορεσμένοι ἐστέ, ἤδη ἐπλουτήσατε, χωρὶς ἡμῶν ἐβασιλεύσατε· καὶ ὄ­φελόν γε ἐβασιλεύσατε, ἵνα καὶ ἡμεῖς ὑμῖν συμβασιλεύσωμεν. 9 δοκῶ γὰρ ὅτι ὁ Θεὸς ἡμᾶς τοὺς ἀποστόλους ἐσχάτους ἀπέδειξεν, ὡς ἐπιθανατίους, ὅτι θέατρον ἐγενήθημεν τῷ κόσμῳ, καὶ ἀγγέλοις καὶ ἀνθρώποις. 10 ἡμεῖς μωροὶ διὰ Χριστόν, ὑμεῖς δὲ φρόνιμοι ἐν Χριστῷ· 10β ἡμεῖς ἀσθενεῖς, ὑμεῖς δὲ ἰσχυροί· ὑμεῖς ἔνδοξοι, ἡμεῖς δὲ ἄτιμοι. 11 ἄχρι τῆς ἄρτι ὥρας καὶ πεινῶ­μεν καὶ διψῶμεν καὶ γυμνητεύομεν καὶ κολαφιζόμεθα 12 καὶ ἀστατοῦμεν (1) καὶ κοπιῶμεν ἐργαζόμενοι ταῖς ἰδίαις χερσί· 12β λοιδορούμενοι εὐλογοῦμεν, διωκόμενοι ἀνεχόμεθα, βλασφημούμενοι παρακαλοῦμεν· (2) 13 ὡς περικα­θάρματα τοῦ κόσμου ἐγενήθημεν, πάντων περίψημα ἕως ἄρτι.

14 Οὐκ ἐντρέπων ὑμᾶς γράφω ταῦτα, ἀλλ᾿ ὡς τέκνα μου ἀγαπητὰ νου­θετῶ. 15 ἐὰν γὰρ μυρίους παιδαγωγοὺς ἔχητε ἐν Χριστῷ, ἀλλ᾿ οὐ πολλοὺς πατέρας· 15β ἐν γὰρ Χριστῷ ᾿Ιησοῦ διὰ τοῦ εὐαγγελίου ἐγὼ ὑμᾶς ἐγέννησα. 16 παρακαλῶ οὖν ὑμᾶς, μιμηταί μου γίνεσθε.

17 Διὰ τοῦτο ἔπεμψα ὑμῖν Τιμόθεον, ὅς ἐστι τέκνον μου ἀγαπητὸν καὶ πιστὸν ἐν Κυρίῳ, 17β ὃς ὑμᾶς ἀναμνήσει τὰς ὁδούς μου τὰς ἐν Χριστῷ, κα­θὼς πανταχοῦ ἐν πάσῃ ἐκκλησίᾳ διδάσκω. 18 ὡς μὴ ἐρχομένου δέ μου πρὸς ὑμᾶς ἐφυσιώθησάν τινες· 19 ἐλεύσομαι δὲ ταχέως πρὸς ὑμᾶς, ἐὰν ὁ Κύριος θελήσῃ, 19β καὶ γνώσομαι οὐ τὸν λόγον τῶν πεφυσιωμένων, ἀλλὰ τὴν δύνα­μιν· 20 οὐ γὰρ ἐν λόγῳ ἡ βασιλείᾳ τοῦ Θεοῦ, ἀλλ᾿ ἐν δυνάμει.

 

[Λόγος 6ος (4:21 - 5:13)]

 

21 Τί θέλετε; ἐν ῥάβδῳ ἔλθω πρὸς ὑμᾶς ἢ ἐν ἀγάπῃ πνεύματί τε πρᾳό­τητος;

 

Παραπομπαί

4. 1) 2Κορ 4:5· 6:4. Κλσ 1:25.

1-2) 3:5-9· 9:17. Ττ 1:7. 1Πετ 4:10. Μτ 13:11· 24:45· 25:14-23. Λκ 12:42.

3-4) Ιωβ 27:6. 1Κορ 1:8· 5:5. 2Κορ 1:12. 1Ιω 3:20,21. Ιω 5:31. Πρξ 23:1.

4) Εξ 34:7. Ιωβ 9:2. Ψ 129:3· 142:2. Ρμ 3:20· 4:2.

5) 3:13. 2Κορ 5:10. Ρμ 2:1,16,29. Μτ 7:1· 16:28. Απ 20:12. Δν 7:10.

6) 3:4 - 4:5. Ρμ 2:3· 12:3. Πρμ 3:7.

7) 12:6. Ρμ 12:6. Ιω 3:27. Ιακ 1:17. 1Πετ 4:9,10.

8) 1:5. Απ 3:17.

9) 15:5,8,9,10,30,31. 2Κορ 4:11· 11:5,23-25. Ρμ 8:36. Εφ 3:8. Εβρ 10:33. Μρ 9:35. Ψ 43:22.

10) 1:18,19· 2:3· 3:18. 2Κορ 11:19,21,22· 13:4,9.

11-12) 9:4-6. 2Κορ 4:8-10· 11:20-28. 1Θεσ 2:9. 2Θεσ 3:8. Ρμ 12:14. Πρξ 20:34· 23:2. Μτ 5:44.

12) Μτ 5:44. Λκ 6:28· 23:34. Πρξ 7:60· 18:3.

13) Θρ 3:45. Πρξ 22:22.

14) 6:5· 15:34. 1Θεσ 2:11.

15) 3:6-15. Γαλ 3:24,25· 4:19. Φλμ 10. 1Πετ 1:23. Ιακ 1:18. Πρξ 18:7-11.

16) 11:1. Γαλ 4:12. Φιλ 3:17. 1Θεσ 1:6· 2:14. 2Θεσ 3:9.

17) 14:33· 16:10. Πρξ 16:1· 19:22. Φιλ 2:19-23. 1Θεσ 3:2. 1Τιμ 1:2. 2Τιμ 1:2.

18) 2Κορ 1:15· 2:3.

19) 16:5. Φιλ 2:24. Ρμ 15:32. Εβρ 6:3. Πρξ 18:21. Ιακ 4:15.

20) 2:4,5. 2Κορ 10:4-6. 1Θεσ 1:5. Ρμ 14:17. 2Πετ 1:16.

21) 2Κορ 10:2,9-11· 13:10. Λκ 9:55.

 

Σημειώσεις 4ου κεφαλαίου

(1) ῾Η ἀρχὴ τοῦ στίχου 12 εἶναι μὲν ἀσαφὴς εἰς ΒΑ, ὑπεμφαίνεται ὅμως ἔκ τινων ἐν­δείξεων ὅτι πιθανὸν ἄρχεται ἐκ τῆς φράσεως καὶ ἀστατοῦμεν, ὅ περ καὶ μᾶλλον φυσικώ­τερον ἐν τῇ ῥοῇ τοῦ λόγου. Εἰς τὰς λοιπὰς ἐντύπους ἐκδόσεις ὁ στίχος ἄρχεται ἐκ τῆς ἑπομένης φράσεως καὶ κοπιῶμεν.

(2) ῾Η ἀρχὴ τοῦ στίχου 13 σημειοῦται κατὰ τὴν σαφῆ ἔνδειξιν τοῦ ΒΑ, ὅ περ καὶ ὁμαλώτερον. Εἰς τὰς λοιπὰς ἐντύπους ἐκδόσεις ὁ στίχος ἄρχεται ἐκ τῆς προηγουμένης φράσεως βλασφημούμενοι παρακαλοῦμεν, ποὺ εἶναι ἀνεπιτυχὴς διαίρεσις ὡς μὴ φυσική.

 

 

 

᾿Εξηγήσεις συμβόλων καὶ στοιχείων