1. Βίβλος Κείμενον τῆς Βίβλου Γένεσις, κεφ. 14 (κείμενον Ο΄)

PostHeaderIcon Γένεσις, κεφ. 14 (κείμενον Ο΄)

 

Γένεσις

 

ΚΕΦΑΛΑΙΟΝ 14

 

[Λόγος 16ος]

 

1 ᾿Εγένετο δὲ ἐν τῇ βασιλείᾳ τῇ ᾿Αμαρφὰλ βασιλέως Σενναάρ, [καὶ] ᾿Αριὼχ βασιλεὺς(1) ᾿Ελλασάρ, Χοδολλογομὸρ βασιλεὺς ᾿Ελὰμ καὶ Θερ­γὰλ(2) βασιλεὺς ἐθνῶν 2 ἐποίησαν πόλεμον μετὰ Βαλλὰ βασιλέως Σοδόμων καὶ μετὰ Βαρσὰ βασιλέως Γομόρρας καὶ μετὰ Σενναὰρ βασιλέως ᾿Αδα­μὰ καὶ μετὰ Συμοβὸρ βασιλέως Σεβωίμ, καὶ [μετὰ](3) βασιλέως Βαλάκ (αὕτη ἐστὶ Σηγώρ). 3 πάντες οὗτοι συνεφώνησαν ἐπὶ τὴν Φάραγγα τὴν ῾Αλυκήν (αὕτη ἡ Θάλασσα τῶν ῾Αλῶν). 4 δώδεκα ἔτη αὐτοὶ ἐδούλευσαν τῷ Χοδολλογο­μόρ, τῷ δὲ τρισκαιδεκάτῳ ἔτει ἀπέστησαν. 5 ἐν δὲ τῷ τεσσαρεσκαιδεκάτῳ ἔτει ἦλθε Χοδολλογομὸρ καὶ οἱ βασιλεῖς [οἱ](3) μετ᾿ αὐτοῦ καὶ κατέκοψαν τοὺς γίγαντας τοὺς ἐν ᾿Ασταρὼθ καὶ Καρναΐν, καὶ ἔθνη ἰσχυρὰ ἅμα αὐτοῖς καὶ τοὺς ᾿Ομμαίους τοὺς ἐν Σαυὴ τῇ πόλει 6 καὶ τοὺς Χορραίους τοὺς ἐν τοῖς ὄρεσι Σηίρ, ἕως τῆς Τερεβίνθου τῆς Φαράν, ἥ ἐστιν ἐν τῇ ἐρήμῳ. 7 καὶ ἀναστρέψαντες ἦλθον(4) ἐπὶ τὴν Πηγὴν τῆς Κρίσεως (αὕτη ἐστὶ Κάδης) καὶ κατέκοψαν πάντας τοὺς ἄρχοντας ᾿Αμαλὴκ καὶ τοὺς ᾿Αμορραίους τοὺς κατοικοῦντας ἐν ᾿Ασασονθαμάρ.

8 ᾿Εξῆλθε δὲ βασιλεὺς Σοδόμων καὶ βασιλεὺς Γομόρρας καὶ βασιλεὺς ᾿Αδαμὰ καὶ βασιλεὺς Σεβωὶμ καὶ βασιλεὺς Βαλάκ (αὕτη ἐστὶ Σηγώρ) καὶ παρετάξαντο αὐτοῖς εἰς πόλεμον ἐν τῇ Κοιλάδι τῇ ῾Αλυκῇ, 9 πρὸς Χο­δολλογομὸρ βασιλέα ᾿Ελὰμ καὶ Θεργὰλ(2) βασιλέα ἐθνῶν καὶ ᾿Αμαρφὰλ βασιλέα Σενναὰρ καὶ ᾿Αριὼχ βασιλέα ᾿Ελλασάρ, οἱ τέσσαρες βασιλεῖς πρὸς τοὺς πέντε. 10 ἡ δὲ Κοιλὰς ἡ ῾Αλυκή, φρέατα ἀσφάλτου. 10β ἔφυγε δὲ βασι­λεὺς Σοδόμων καὶ βασιλεὺς Γομόρρας καὶ ἐνέπεσαν ἐκεῖ, 10γ οἱ δὲ κατα­λειφθέντες εἰς τὴν ὀρεινὴν ἔφυγον. 11 ἔλαβον δὲ τὴν ἵππον πᾶσαν τὴν Σο­δόμων καὶ Γομόρρας καὶ πάντα τὰ βρώματα αὐτῶν καὶ ἀπῆλθον. 12 ἔλαβον δὲ καὶ τὸν Λὼτ τὸν υἱὸν τοῦ ἀδελφοῦ ῎Αβραμ καὶ τὴν ἀποσκευὴν αὐτοῦ καὶ ἀπῴχοντο· 12β ἦν γὰρ κατοικῶν ἐν Σοδόμοις.

13 Παραγενόμενος δὲ τῶν ἀνασωθέντων τις ἀπήγγειλεν ῎Αβραμ τῷ πε­ράτῃ· 13β αὐτὸς δὲ κατῴκει παρὰ τῇ Δρυῒ τῇ Μαμβρῇ ᾿Αμορραίου τοῦ ἀ­δελφοῦ ᾿Εσχὼλ καὶ τοῦ ἀδελφοῦ Αὐνάν, 13γ οἳ ἦσαν συνωμόται τοῦ ῎Αβραμ. 14 ἀκούσας δὲ ῎Αβραμ ὅτι ᾐχμαλώτευται Λὼτ ὁ ἀδελφιδοῦς αὐτοῦ, 14β ἠ­ρίθμησε τοὺς ἰδίους οἰκογενεῖς αὐτοῦ, τριακοσίους δέκα καὶ ὀκτώ, 14γ καὶ κατεδίωξεν ὀπίσω αὐτῶν (ἕως Δάν)(5). 15 καὶ ἐπέπεσεν ἐπ᾿ αὐτοὺς τὴν νύ­κτα αὐτὸς καὶ οἱ παῖδες αὐτοῦ, 15β καὶ ἐπάταξεν αὐτοὺς καὶ κατεδίωξεν αὐτοὺς ἕως Χοβά, ἥ ἐστιν ἐν ἀριστερᾷ Δαμασκοῦ. 16 καὶ ἀπέστρεψε πᾶσαν τὴν ἵππον Σοδόμων, καὶ Λὼτ τὸν ἀδελφιδοῦν αὐτοῦ ἀπέστρεψε 16β καὶ πάντα τὰ ὑπάρχοντα αὐτοῦ καὶ τὰς γυναῖκας καὶ τὸν λαόν.

17 ᾿Εξῆλθε δὲ βασιλεὺς Σοδόμων εἰς συνάντησιν αὐτῷ, 17β μετὰ τὸ ὑπο­στρέψαι αὐτὸν ἀπὸ τῆς «κοπῆς τοῦ Χοδολλογομὸρ καὶ τῶν βασιλέων τῶν μετ᾿ αὐτοῦ», 17γ εἰς τὴν κοιλάδα τοῦ Σαβύ (τοῦτο ἦν τὸ Πεδίον τῶν βασι­λέων). 18 καὶ Μελχισεδὲκ βασιλεὺς Σαλὴμ ἐξήνεγκεν ἄρτους καὶ οἶνον· ἦν δὲ ἱερεὺς τοῦ Θεοῦ τοῦ ὑψίστου. 19 καὶ εὐλόγησε τὸν ῎Αβραμ καὶ εἶπεν· «Εὐλογημένος ῎Αβραμ τῷ Θεῷ τῷ ὑψίστῳ, ὃς ἔκτισε τὸν οὐρανὸν καὶ τὴν γῆν. 20 καὶ εὐλογητὸς ὁ Θεὸς ὁ ὕψιστος, ὃς παρέδωκε τοὺς ἐχθρούς σου ὑποχειρίους σοι». 21β καὶ ἔδωκεν αὐτῷ ῎Αβραμ δεκάτην ἀπὸ πάντων.

21 Εἶπε δὲ βασιλεὺς Σοδόμων πρὸς ῎Αβραμ· «Δός μοι τοὺς ἄνδρας, τὴν δὲ ἵππον λάβε σεαυτῷ». 22 εἶπε δὲ ῎Αβραμ πρὸς τὸν βασιλέα Σοδόμων· «᾿Εκτενῶ τὴν χεῖρά μου 22β πρὸς Κύριον τὸν Θεὸν τὸν ὕψιστον, ὃς ἔκτισε τὸν οὐρανὸν καὶ τὴν γῆν, 23 εἰ(6) ἀπὸ σπαρτίου ἕως σφυρωτῆρος ὑποδήματος λήψομαι ἀπὸ πάντων τῶν σῶν, 23β ἵνα μὴ εἴπῃς ὅτι ᾿Εγὼ ἐπλούτισα τὸν ῎Αβραμ· 24 πλὴν ὧν ἔφαγον οἱ νεανίσκοι καὶ τῆς μερίδος τῶν ἀνδρῶν τῶν συμπορευθέντων μετ᾿ ἐμοῦ, 24β ᾿Εσχώλ, Αὐνάν, Μαμβρῆ, οὗτοι λήψονται μερίδα».

 

Παραπομπαί

14. 1) 10:10· 11:2. ΙσΝ 12:23. Ησ 11:11.

2) 18:16· 19:22. Δευτ 29:23.

3) Αρ 34:12. Δευτ 3:17. ΙσΝ 3:16. Ψ 106:34.

4) 9:25,26. Ιεζ 17:15.

5) 15:20. ΙσΝ 12:4· 13:12. Δευτ 2:10,11,20· 3:11.

6) 16:7· 21:21· 36:8,20-30. Αριθμοί 12:16· 13:3. Δευτ 2:12,22. 1Παρ 1:38-42. Αβ 3:3.

7) 36:12,16. Εξ 17:8. Δευτ 7:1. 2Παρ 20:2.

8) 14:2,3,10· 13:10· 19:20,22.

9) 14:1.

10) 11:3· 19:17,30.

11) 14:16,21· 12:5. Δευτ 28:31,35,51.

12) 11:27· 12:5· 13:12,13. Αρ 16:26. Ιωβ 9:23. Ιερ 2:17-19. 1Τιμ 6:9-11. Απ 3:19· 18:4.

13) 14:24· 10:16· 13:18· 39:14· 40:15· 41:12· 43:32. Εξ 2:6,11. Αρ 21:21. 1Βασ 4:12. Ιωβ 1:15. Ιωνα 1:9. 2Κορ 11:22. Φιλ 2:5.

13-16) Κρ 7:19-22.

14) 11:27-31· 12:5,16· 13:8· 15:3· 17:12,27· 18:19· 23:6. Δευτ 34:1. Κρ 18:29· 20:1. Ψ 44:3-5· 67:12. Πρμ 17:17· 24:11,12. Εκ 2:7. Γαλ 6:1,2. 1Ιω 2:18.

15) Δευτ 15:2. 3Βασ 15:18. Ψ 111:5. Ησ 41:2,3. Πρξ 9:2.

16) 14:11,12· 12:2. 1Βασ 30:8,18,19. Ησ 41:2.

17) Εβρ 7:1. Κρ 11:34. 1Βασ 18:6. 2Βασ 18:18.

18) Ψ 109:4. Μιχ 6:6. Πρξ 16:17. Εβρ 5:5-11· 6:20· 7:1-17. 1Πετ 2:6,9.

19) 1:1· 14:22. Ρθ 3:10. 2Βασ 2:5. Μτ 11:25.

20) 24:27· 28:22. Λευ 27:30-33. Αρ 18:21-32. Δευτ 14:22-29. Νε 19:30-38. Λκ 18:12. Εβρ 7:4.

21) 14:2,8,10,11.

22) 12:7· 14:19· 21:33. Εξ 6:8. Δν 12:7. Απ 10:5,6.

23) 3Βασ 13:8. 4Βασ 5:16,20. 2Κορ 11:9-12· 12:14. Εβρ 13:5.

24) 14:13. Πρμ 3:27. Μτ 7:12. Ρμ 13:7,8. 1Κορ 9:14,15. 1Τιμ 5:18.

 

Σημειώσεις 14ου κεφαλαίου

(1) βασιλεύς· (Μαρτῖνος, ῾Ράλφς)· βασιλέως (ΠΜ).

(2) Θεργάλ· ἐν ΠΜ καὶ λοιποῖς Θαργάλ.

(3) ῾Η συγκεκριμένη λέξις ἐν ΠΜ παραλείπεται.

(4) ἦλθον ΠΜ. ᾿Ορθῶς ὁ ΠΜ προτιμᾷ ἐνταῦθα τὴν γραφὴν ἦλθον, ἐνῷ ἄλλαι ἐκδόσεις καί τινα χειρόγραφα ἔχουν ἤλθοσαν. ῾Ο ῾Ρὰλφς καὶ ἄλλοι δέχονται ὡς αὐθεντικωτέρους διὰ τὸ ἑλληνιστικὸν κείμενον τῶν Ο΄ τοὺς τύπους ἤλθοσαν, ἐλάβοσαν, ἐδώκασιν ἀντὶ τῶν καθιερωμένων ἦλθον, ἔλαβον, ἔδωκαν κ.λπ.· καὶ τοὺς μὲν πρώτους τύπους χαρακτηρίζουν ὡς τῆς κοινῆς ἑλληνιστικῆς τοὺς δὲ δευτέρους ὡς «ἀττικούς». Παραβλέπουν ὅμως τὸ γεγονὸς ὅτι ἡ ἀττικὴ ἦτο ἡ πρώτη «κοινὴ» διάλεκτος τῶν Πανελλήνων, ἐνῷ ἡ ἑλληνιστικὴ ἡ δευτέρα κοινή, προελθοῦσα μάλιστα ἐκ τῆς ἀττικῆς. ᾿Επίσης ἂν οἱ τύποι ἤλθοσαν, ἐλά­βοσαν κ.λπ. ἦσαν πράγματι τῆς κοινῆς ἑλληνιστικῆς τοῦ 3ου αἰ. π.Χ., διατί δὲν ὑπάρχουν εἰς τὴν κατὰ 3 αἰῶνας μεταγενεστέραν Καινὴν Διαθήκην, ἐνῷ ἀφθονοῦν εἰς κείμενα τοῦ 3ου καὶ 6ου αἰ. μ.Χ.; ῞Οθεν εἶναι εὐνόητον ὅτι οἱ αὐθεντικοὶ τύποι εἶναι οἱ «ἀττικοὶ» καὶ πανελλήνιοι ἦλθον, ἔλαβον κλπ., οἱ δὲ ἄλλοι προέρχονται ἐκ μεταγενεστέρων διασκευῶν καὶ κακῶν ἀντιγράφων, ἴσως δὲ καὶ ἐξ ἐπιδράσεως τῶν γενομένων κατὰ τὸν 2ον-3ον μ.Χ. αἰῶνα μεταφράσεων τῶν ᾿Ακύλα, Συμμάχου καὶ Θεοδοτίωνος καὶ ἄλλων μεταγενεστέρων ἀναθεωρητικῶν ἐργασιῶν. Κατὰ τὴν παροῦσαν δημοσίευσιν τοῦ κειμένου τῶν Ο΄ ἀποκα­θίστανται πανταχοῦ οἱ ὀρθότεροι τύποι.

(5) Κατά τινα ἄποψιν ἡ φράσις ἕως Δὰν εἶναι μεταγενεστέρα διευκρίνισις, σημειω­θεῖσα εἰς τὸ ἀρχικὸν θεόπνευστον κείμενον τοῦ Μωυσέως ὀλίγα ἔτη μετὰ τὸν θάνατον αὐτοῦ· προφανῶς δὲ ἡ τοιαύτη προσθήκη ἔγινεν ὑπὸ τοῦ ἐπίσης θεοπνεύστου συντάκτου τῶν λοιπῶν βιβλίων τῆς Πεντατεύχου· διὰ τοῦτο ἐνταῦθα ἡ φράσις τίθεται ἐντὸς παρενθέ­σεως. ῾Ομοίας προελεύσεως εἶναι πιθανώτατα καὶ αἱ λοιπαὶ ἐντὸς παρενθέσεως κείμεναι διευκρινίσεις.

(6) ᾿Ενταῦθα εἰ = οὐκ.

῞Ετεραι παραπομπαί. 23) ᾿Εσθὴρ 9:15,16.

 

 

᾿Εξηγήσεις συμβόλων καὶ στοιχείων