1. Βίβλος Κείμενον τῆς Βίβλου Γένεσις, κεφ. 16 (κείμενον Ο΄)

PostHeaderIcon Γένεσις, κεφ. 16 (κείμενον Ο΄)

 

Γένεσις

 

ΚΕΦΑΛΑΙΟΝ 16

 

[Λόγος 18ος]

 

1 Σάρα δὲ γυνὴ ῎Αβραμ οὐκ ἔτικτεν αὐτῷ. ἦν δὲ αὐτῇ παιδίσκη Αἰγυπτία, ᾗ ὄνομα ῎Αγαρ. 2 εἶπε δὲ Σάρα πρὸς ῎Αβραμ· «᾿Ιδοὺ συνέκλεισέ με Κύριος τοῦ μὴ τίκτειν· εἴσελθε οὖν πρὸς τὴν παιδίσκην μου, ἵνα τε­κνοποιήσωμαι ἐξ αὐτῆς». ὑπήκουσε δὲ Αβραμ τῆς φωνῆς Σάρας. 3 καὶ λαβοῦσα Σάρα ἡ γυνὴ ῎Αβραμ ῎Αγαρ τὴν Αἰγυπτίαν τὴν ἑαυτῆς παιδίσκην, μετὰ δέκα ἔτη τοῦ οἰκῆσαι ῎Αβραμ ἐν γῇ Χαναάν, ἔδωκεν αὐτὴν τῷ ῎Α­βραμ ἀνδρὶ αὐτῆς αὐτῷ γυναῖκα. 4 καὶ εἰσῆλθε πρὸς ῎Αγαρ, καὶ συνέλαβε. καὶ εἶδεν ὅτι ἐν γαστρὶ ἔχει, καὶ ἠτιμάσθη ἡ κυρία ἐναντίον αὐτῆς. 5 εἶπε δὲ Σάρα πρὸς ῎Αβραμ· «᾿Αδικοῦμαι ἐκ σοῦ· ἐγὼ δέδωκα τὴν παιδίσκην μου εἰς τὸν κόλπον σου, ἰδοῦσα δὲ ὅτι ἐν γαστρὶ ἔχει, ἠτιμάσθην ἐναντί­ον αὐτῆς· κρίναι ὁ Θεὸς ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ». 6 εἶπε δὲ ῎Αβραμ πρὸς Σάραν· «᾿Ιδοὺ ἡ παιδίσκη σου ἐν ταῖς χερσί σου· χρῶ αὐτῇ ὡς ἄν σοι ἀρεστὸν ᾖ». καὶ ἐκάκωσεν αὐτὴν Σάρα, καὶ ἀπέδρα ἀπὸ προσώπου αὐτῆς.

7 Εὗρε δὲ αὐτὴν ἄγγελος Κυρίου ἐπὶ τῆς πηγῆς τοῦ ὕδατος ἐν τῇ ἐρή­μῳ, ἐπὶ τῆς πηγῆς ἐν τῇ ὁδῷ Σούρ. 8 καὶ εἶπεν αὐτῇ ὁ ἄγγελος Κυρίου· «῎Αγαρ, παιδίσκη Σάρας, πόθεν ἔρχῃ καὶ ποῦ πορεύῃ;» καὶ εἶπεν· «᾿Απὸ προσώπου Σάρας τῆς κυρίας μου ἐγὼ ἀποδιδράσκω». 9 εἶπε δὲ αὐτῇ ὁ ἄγγελος Κυρίου· «᾿Αποστράφηθι πρὸς τὴν κυρίαν σου καὶ ταπεινώθητι ὑπὸ τὰς χεῖρας αὐτῆς». 10 καὶ εἶπεν αὐτῇ ὁ ἄγγελος Κυρίου· «Πληθύνων πληθυ­νῶ τὸ σπέρμα σου, καὶ οὐκ ἀριθμηθήσεται ὑπὸ τοῦ πλήθους». 11 καὶ εἶπεν αὐτῇ ὁ ἄγγελος Κυρίου· «᾿Ιδοὺ σὺ ἐν γαστρὶ ἔχεις καὶ τέξῃ υἱὸν 11β καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ ᾿Ισμαήλ(1), ὅτι ἐπήκουσε Κύριος τῇ ταπεινώσει σου. 12 οὗτος ἔσται ἄγροικος ἄνθρωπος· αἱ χεῖρες αὐτοῦ ἐπὶ πάντας, καὶ αἱ χεῖρες πάντων ἐπ᾿ αὐτόν, 12β καὶ κατὰ πρόσωπον πάντων τῶν ἀδελφῶν αὐ­τοῦ κατοικήσει». 13 καὶ ἐκάλεσεν ῎Αγαρ τὸ ὄνομα Κυρίου τοῦ λαλοῦντος πρὸς αὐτήν· «Σὺ ὁ Θεὸς ὁ ἐπιδών με», 13β ὅτι εἶπε· «Καὶ γὰρ ἐνώπιον εἶ­δον ὀφθέντα μοι». 14 ἕνεκεν τούτου ἐκάλεσε τὸ φρέαρ «Φρέαρ οὗ ἐνώπιον εἶδον»· 14β ἰδοὺ ἀνὰ μέσον Κάδης καὶ ἀνὰ μέσον Βαράδ.

15 Καὶ ἔτεκεν ῎Αγαρ τῷ ῎Αβραμ υἱόν, 15β καὶ ἐκάλεσεν ῎Αβραμ τὸ ὄνο­μα τοῦ υἱοῦ αὐτοῦ, ὃν ἔτεκεν αὐτῷ ῎Αγαρ(2), ᾿Ισμαήλ. 16 ῎Αβραμ δὲ ἦν ἐτῶν [ὀγδοηκονταέξ], ἡνίκα ἔτεκεν ῎Αγαρ τῷ ῎Αβραμ τὸν ᾿Ισμαήλ.

 

Παραπομπαί

16. 1) 12:16· 15:2,3· 21:9,10,12· 21:9-21· 25:21. Λκ 1:7,36. Γαλ 4:24 (καὶ 4:21-31).

2) 3:1-6,12,17· 15:4· 17:16· 18:10· 20:18· 25:21· 30:1,2,3,6,9,22. Εξ 21:4. Ρθ 4:11. 1Βασ 1:5-6. Ψ 126:3.

3) 12:4,5· 16:5· 25:6· 28:9· 30:4,9· 32:22· 35:22. 2Βασ 5:13. 3Βασ 11:3. Γαλ 4:25.

4) 1Βασ 1:6-8. 2Βασ 6:16. Πρμ 30:20,21,23. 1Κορ 4:6· 13:4,5.

5) 21:10-19· 31:53. Εξ 5:21. 1Βασ 24:12-15. 2Παρ 24:22. Ψ 7:8· 34:23· 42:1. Λκ 10:40,41.

6) 13:8,9· 24:10· 30:1. Εξ 2:15. Ψ 105:41,42. Ιωβ 2:6. Πρμ 14:29· 15:1,17,18· 27:8· 29:19. Εκ 10:4. Ιερ 45(38):5. 1Πετ 3:4,7.

7) 25:18. Εξ 15:22· 1Βασ 15:7. Πρμ 15:3.

8) 3:9· 4:10· 16:1,4. Εξ 23:20-23. 1Βασ 26:19. Εκ 10:4. Ιερ 2:17,18. Εφ 6:5-8. 1Τιμ 6:1,2.

9) Εκ 10:4. Εφ 5:21· 6:5,6. Ττ 2:9. Φλμ 8-21. 1Πετ 2:18-25· 5:5,6.

10) 12:2· 17:20,26· 21:13-18· 22:15-18· 25:12-18· 31:11-13· 32:24-30· 48:15,16. Εξ 3:2-6. Ψ 82:6,7. Ησ 63:9. Ωσ 12:3-5. Ζχ 2:8,9. Μλχ 3:1. Ιω 1:18. Πρξ 7:30-38· 1Τιμ 6:16.

11) 17:19· 29:32-35· 41:51,52. Εξ 2:23,24· 3:7. 1Βασ 1:20. Ψ 21:24. Ιωβ 38:41. Ησ 7:14. Μτ 1:21-23. Λκ 1:13,31,63.

12) 21:20· 25:12-18.

13) 16:7-10· 22:14· 28:17-19· 31:42· 32:30. Εξ 33:18-23· 34:5-7. Ψ 138:1-12. Πρμ 5:21· 15:3.

14) 24:62· 25:11. Αρ 13:26. Δευτ 1:19.

15) 16:11· 17:18,20,25,26· 21:9-21· 25:9,12· 28:9· 37:27. 1Παρ 1:28. Γαλ 4:22,23.

16) 12:4· 16:3.

 

Σημειώσεις 16ου κεφαλαίου

(1) Κατά τινα ἑρμηνείαν, ᾿Ισμαὴλ = ῾Ο Θεὸς ἀκούει.

(2) ῾Ετέρα γραφή· τοῦ γενομένου αὐτῷ, ὃν ἔτεκεν ῎Αγαρ,

 

 

᾿Εξηγήσεις συμβόλων καὶ στοιχείων