1. Βίβλος Κείμενον τῆς Βίβλου Α΄ Κορινθίους, κεφ. 10 (κείμενον)

PostHeaderIcon Α΄ Κορινθίους, κεφ. 10 (κείμενον)

 

Α΄ πρὸς Κορινθίους

ἐπιστολὴ Παύλου

 

ΚΕΦΑΛΑΙΟΝ 10

 

[Λόγος 11ος (10:1 - 11:1)]

 

1 Οὐ θέλω δὲ ὑμᾶς ἀγνοεῖν, ἀδελφοί, ὅτι οἱ πατέρες ἡμῶν πάντες ὑπὸ τὴν νεφέλην ἦσαν, καὶ πάντες διὰ τῆς θαλάσσης διῆλθον, 2 καὶ πάντες εἰς τὸν Μωϋσῆν ἐβαπτίσαντο ἐν τῇ νεφέλῃ καὶ ἐν τῇ θαλάσσῃ, 3 καὶ πάντες τὸ αὐτὸ βρῶμα πνευματικὸν ἔφαγον, 4 καὶ πάντες τὸ αὐτὸ πόμα πνευματικὸν ἔπιον· ἔπινον γὰρ ἐκ πνευματικῆς ἀκολουθούσης πέτρας, ἡ δὲ πέτρα ἦν ὁ Χριστός. 5 ἀλλ᾿ οὐκ ἐν τοῖς πλείοσιν αὐτῶν εὐδόκησεν ὁ Θεός· κατεστρώ­θησαν γὰρ ἐν τῇ ἐρήμῳ.

6 Ταῦτα δὲ τύποι ἡμῶν ἐγενήθησαν, εἰς τὸ μὴ εἶναι ἡμᾶς ἐπιθυμητὰς κακῶν, καθὼς κἀκεῖνοι ἐπεθύμησαν. 7 μηδὲ εἰδωλολάτραι γίνεσθε, καθώς τινες αὐτῶν, ὡς γέγραπται· ἐκάθισεν ὁ λαὸς φαγεῖν καὶ πιεῖν, καὶ ἀνέστησαν παίζειν. 8 μηδὲ πορνεύωμεν, καθώς τινες αὐτῶν ἐπόρνευσαν καὶ ἔπεσον ἐν μιᾷ ἡμέρᾳ εἰκοσιτρεῖς χιλιάδες. 9 μηδὲ ἐκπειράζωμεν τὸν Χριστόν, καθὼς καί τινες αὐτῶν ἐπείρασαν καὶ ὑπὸ τῶν ὄφεων ἀπώλοντο. 10 μηδὲ γογγύζετε, καθὼς καί τινες αὐτῶν ἐγόγγυσαν καὶ ἀπώλοντο ὑπὸ τοῦ ὀλοθρευτοῦ. 11 ταῦτα δὲ πάντα τύποι συνέβαινον ἐκείνοις, ἐγράφη δὲ πρὸς νουθεσίαν ἡμῶν, 11β εἰς οὓς τὰ τέλη τῶν αἰώνων κατήντησεν. 12 ῞Ωστε ὁ δοκῶν ἑστάναι βλεπέτω μὴ πέσῃ. 13 πειρασμὸς ὑμᾶς οὐκ εἴληφεν εἰ μὴ ἀνθρώπινος· 13β πιστὸς δὲ ὁ Θεός, ὃς οὐκ ἐάσει ὑμᾶς πειρασθῆναι ὑπὲρ ὃ δύνασθε, 13γ ἀλλὰ ποιήσει σὺν τῷ πειρασμῷ καὶ τὴν ἔκβασιν τοῦ δύνασθαι [ὑμᾶς] ὑπενεγκεῖν.

14 Δι᾿ ὅ περ, ἀγαπητοί μου, φεύγετε ἀπὸ τῆς εἰδωλολατρίας. 15 ὡς φρονίμοις λέγω· κρίνατε ὑμεῖς ὅ φημι. 16 τὸ ποτήριον τῆς εὐλογίας ὃ εὐλογοῦμεν, οὐχὶ κοινωνία τοῦ αἵματος τοῦ Χριστοῦ ἐστι; 16β τὸν ἄρτον ὃν κλῶμεν, οὐχὶ κοινωνία τοῦ σώματος τοῦ Χριστοῦ ἐστιν; 17 ὅτι εἷς ἄρτος, ἓν σῶμα οἱ πολλοί ἐσμεν· οἱ γὰρ πάντες ἐκ τοῦ ἑνὸς ἄρτου μετέχομεν. 18 βλέπετε τὸν ᾿Ισραὴλ κατὰ σάρκα· 18β οὐχὶ οἱ ἐσθίοντες τὰς θυσίας κοινωνοὶ τοῦ θυσιαστηρίου εἰσί; 19 τί οὖν φημί; ὅτι εἴδωλόν τι ἐστίν; ἢ ὅτι εἰδωλόθυτόν τι ἐστίν; 20 ἀλλ᾿ ὅτι ἃ θύει τὰ ἔθνη, δαιμονίοις θύει καὶ οὐ Θεῷ· 20β οὐ θέλω δὲ ὑμᾶς κοινωνοὺς τῶν δαιμονίων γίνεσθαι. 21 οὐ δύνα­σθε ποτήριον Κυρίου πίνειν καὶ ποτήριον δαιμονίων· 21β οὐ δύνασθε τραπέ­ζης Κυρίου μετέχειν καὶ τραπέζης δαιμονίων. 22 ἢ παραζηλοῦμεν τὸν Κύρι­ον; μὴ ἰσχυρότεροι αὐτοῦ ἐσμεν; 23 Πάντα μοι ἔξεστιν, ἀλλ᾿ οὐ πάντα συμ­φέρει· πάντα μοι ἔξεστιν, ἀλλ᾿ οὐ πάντα οἰκοδομεῖ. 24 μηδεὶς τὸ ἑαυτοῦ ζη­τείτω, ἀλλὰ τὸ τοῦ ἑτέρου ἕκαστος.

25 Πᾶν τὸ ἐν μακέλλῳ πωλούμενον ἐσθίετε μηδὲν ἀνακρίνοντες διὰ τὴν συνείδησιν· 26 τοῦ γὰρ Κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς. 27 εἰ δέ τις καλεῖ ὑμᾶς τῶν ἀπίστων καὶ θέλετε πορεύεσθαι, 27β πᾶν τὸ παρατιθέμενον ὑμῖν ἐσθίετε μηδὲν ἀνακρίνοντες διὰ τὴν συνείδησιν. 28 ἐὰν δέ τις ὑμῖν εἴπῃ, τοῦτο εἰδωλόθυτόν ἐστι, 28β μὴ ἐσθίετε δι᾿ ἐκεῖνον τὸν μηνύσαντα καὶ τὴν συνείδησιν· 28γ τοῦ γὰρ Κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς. 29 συνεί­δησιν δὲ λέγω οὐχὶ τὴν ἑαυτοῦ, ἀλλὰ τὴν τοῦ ἑτέρου. 29β ἱνατί γὰρ ἡ ἐλευ­θερία μου κρίνεται ὑπὸ ἄλλης συνειδήσεως; 30 εἰ ἐγὼ χάριτι μετέχω, τί βλασφημοῦμαι ὑπὲρ οὗ ἐγὼ εὐχαριστῶ; 31 Εἴτε οὖν ἐσθίετε εἴτε πίνετε εἴτε τι ποιεῖτε, πάντα εἰς δόξαν Θεοῦ ποιεῖτε. 32 ἀπρόσκοποι γίνεσθε καὶ ᾿Ιουδαίοις καὶ ῞Ελλησι καὶ τῇ ἐκκλησίᾳ τοῦ Θεοῦ, 33 καθὼς κἀγὼ πάντα πᾶσιν ἀρέσκω, μὴ ζητῶν τὸ ἐμαυτοῦ συμφέρον, ἀλλὰ τὸ τῶν πολλῶν, ἵνα σωθῶσι. [ΚΕΦ. 11] 1 μιμηταί μου γίνεσθε, καθὼς κἀγὼ Χριστοῦ.

 

Παραπομπαί

(ἡ παραπομπὴ Χ:0 σημαίνει ὅλον τὸ Χ κεφάλαιον)

10. 1) 12:1· 14:38. Εξ 13:21,22· 14:16-22,29· 40:34. Αρ 9:15-23· 14:14· 33:8. Δευτ 1:33. ΙσΝ 4:23. Ψ 65:6· 76:16-20· 77:13,14,53· 105:7-11· 113:3-5· 135:13-15. Ησ 58:11-13. Νε 9:11,12,19. Ιω 4:20. Ρμ 1:13· 4:11· 11:21. Γαλ 3:29. Εβρ 11:29. Απ 15:2,3.

1-4) Εξ 16:4,14,15,35· 17:1-6. Αρ 20:1-11. Ψ 77:3,12-25· 104:39-41. Ιω 6:31.

2) 1:13-16. Εξ 14:31. Ιω 9:28,29. Εβρ 3:2,3.

3) Εξ 16:4,15,35. Δευτ 8:3. Νε 9:15,20. Ψ 77:23-25· 104:40. Ιω 6:22-58.

4) 11:24,25. Γεν 40:12· 41:26. Εξ 17:6. Αρ 20:11· 21:5,16,19. Δευτ 9:21. Ψ 77:15,20· 104:41. Ησ 43:20· 48:21. Ιεζ 5:4,5. Δν 2:38. 7:17. Μτ 13:38,39· 26:26-28. Ιω 4:10,14· 7:37. Γαλ 4:25. Κλσ 2:17. Εβρ 10:1. Απ 22:17.

5) Αρ 14:11,12,16,23,28-35,37· 26:64,65. Δευτ 1:34,35· 2:15,16. Ψ 77:32-34· 89:1,7,8· 94:11· 105:26. Εβρ 3:17· 11:38. Ιδ 5.

6) 10:11. Εξ 32:1. Αρ 11:4-6,31-34. Ψ 77:27-31· 105:14,15. Σφν 3:6,7. Ρμ 5:14. Φιλ 3:19. Εβρ 4:11· 9:24. 1Πετ 3:21. 2Πετ 2:6. Ιδ 7.

7) 10:14,20,21· 5:11· 6:9· 8:7· 14:20-22. Εξ 32:6-8,17,19. Δευτ 9:12,16-21. Ψ 105:19,20. 1Ιω 5:21.

8) 6:9,18. Αρ 25:1-9. Ψ 105:28,29. Απ 2:14.

9) Εξ 16:2· 17:2,7· 23:20,21. Αρ 14:2,29,36· 21:4-6. Δευτ 6:16. Ψ 77:18,56· 94:9· 105:4,14,25. Μτ 4:7. Εβρ 3:8-11· 10:28-30.

10) Εξ 12:23· 15:24· 16:2-9· 17:2,3. Αρ 11:1· 14:2-37· 16:41-49· 20:0. 2Βασ 24:16. 4Βασ 19:35. 1Παρ 21:15. 2Παρ 32:21. Ψ 105:25. Μτ 13:39-42. Πρξ 12:23. 2Θεσ 1:7,8. Εβρ 11:28. Φιλ 2:14. Ιδ 1:16. Απ 16:1.

11) 10:6· 7:29-31· 9:10. Ρμ 15:4. Εφ 2:7. Φιλ 4:5. Εβρ 9:26· 10:25,37. 1Ιω 2:18. Ιακ 5:9.

12) 4:6-8. 8:2. Πρμ 16:18· 28:14. Μτ 26:33,34,40,41. Ρμ 11:20,21. Γαλ 6:1. Απ 3:17,18.

13) 1:8,9. Γεν 19:20,21. Εξ 3:17. Δευτ 7:9. Ψ 33:18-20· 35:5· 88:33· 123:7· 124:2,3. Ησ 11:5· 25:1· 49:7· 58:9. Ιερ 12:5· 29:11. Θρ 3:23. Ωσ 2:20. Δν 3:17. Μτ 6:13· 11:28· 24:21-24. Λκ 11:4· 16:26· 22:31,32,46. Ιω 10:28-30. Πρξ 27:44. 2Κορ 1:10· 11:23-28· 12:8-10. Εφ 6:12,13. 1Θεσ 5:24. 2Θεσ 3:3. 2Τιμ 2:11-13· 4:18. Ρμ 6:19· 8:28-39. Εβρ 6:18· 10:23· 11:11,17,35-38· 12:4,5. Ιακ 5:10,11. 1Πετ 1:5,6,7· 4:19. 5:8,9. 2Πετ 2:9. 1Ιω 1:9. Απ 2:10· 3:10· 19:11.

14) 10:7,20,21. 2Κορ 6:17· 7:1· 11:11· 12:15,19. Ρμ 12:19. Φιλ 4:1. Φλμ 1:1. 1Πετ 2:11. 1Ιω 5:21. Απ 2:14· 13:8· 21:8· 22:15.

15) 4:10· 6:5· 8:1· 11:13· 14:20. Ιωβ 34:2,3. 1Θεσ 5:21.

16) 1:9· 10:20,21· 11:23-29· 12:13. Μτ 26:26-28. Μρ 14:22-25. Λκ 22:19,20. Ιω 6:50-58. Πρξ 2:42,46· 20:7,11. 1Κορ 11:23. Εβρ 3:14. 1Ιω 1:3,7.

17) 10:3,4,21· 11:26-28· 12:12,27. Ρμ 12:5. Γαλ 3:26-28. Εφ 1:22,23· 2:15,16· 3:6· 4:12,13,25. Κλσ 2:19· 3:11,15.

18) 9:13. Λευ 3:3-5,11· 7:5,6,11-17. Δευτ 27:7. 1Βασ 2:13-16· 9:12,13. 3Βασ. 8:64,65. Ρμ 2:28· 4:1,12· 9:3-8. 2Κορ 11:18-22. Γαλ 6:16. Εφ 2:11,12. Φιλ 3:3-5.

19) 1:28· 3:7· 8:4· 13:2. Δευτ 32:21. Ησ 40:17· 41:29. 2Κορ 12:11.

20) Λευ 17:7. Δευτ 32:16,17. 2Παρ 11:15. Ψ 105:7,37-39. Βρχ 4:7. 2Κορ 4:4. Απ 9:20.

21) 10:16· 8:10. Δευτ 32:17,37,38. 3Βασ 18:21. Παρ 15:10· 21:27. Μλχ 1:7,12. Μτ 6:24. 2Κορ 6:15-17.

22) Εξ 20:5· 34:14. Δευτ 4:24· 6:15· 32:16,21. ΙσΝ 24:19. Ψ 77:58. Σφν 1:18. Ιωβ 9:4· 37:22,23· 40:9-14. Ιεζ 22:14. Εβρ 10:31.

23) 6:12· 8:1,9· 14:3-5,12,17,26. Ρμ 14:15,19,20· 15:1,2. 2Κορ 12:19. Εφ 4:29. 1Θεσ 5:11. 1Τιμ 1:4.

24) 10:33· 3:5· 9:19-23· 13:5. Ρμ 14:24· 15:1,2. 1Κορ 10:33. Φιλ 2:4,5,21.

25) 10:27-29· 8:7. Ρμ 13:5· 14:14. 1Τιμ 4:4. Ττ 1:15.

26) 10:28. Εξ 19:5. Δευτ 10:14. Ιωβ 41:11. Ψ 23:1· 49:12. 1Τιμ 4:4· 6:17. Ρμ 14:19.

27) 10:25,26· 5:9-12· 8:7. Λκ 5:29,30· 10:7,8· 15:23· 19:7. 2Κορ 1:13· 4:2· 5:11.

28) 10:26· 8:10-13. Εξ 9:29. Δευτ 10:14. Ψ 23:1· 113:24. Ιερ 27:5,6. Μτ 6:31,32. Ρμ 14:13-16.

29) 10:32· 5:12· 8:7,9-13. Ρμ 14:15-21. 2Κορ 8:21. 1Θεσ 5:22.

30) Ρμ 14:3-6. 1Τιμ 4:3,4.

31) 6:20. Κολ 3:17. Μτ 5:16. Ψ 33:1.

32) 10:29,33· 8:13· 11:22. Ρμ 14:13. 2Κορ 6:3. Φιλ 1:10. Πρξ 20:28· 24:16. 1Τιμ 3:5,15.

33) 10:24· 9:19-23. Ρμ 5:2· 9:3· 15:1,2,3. 2Κορ 11:28,29· 12:14,19.

11. 1) 4:16· 10:33. 1Θεσ 1:6. 2Θεσ 3:9. Εβρ 6:12. Ρμ 15:2,3. Εφ 5:1,2. Φιλ 2:4,5· 3:17.

 

Σημειώσεις 10ου κεφαλαίου

῞Ετεραι παραπομπαί. 1-4) ῞Υμνος σοφίας 10:15-18. 6) Σιρὰχ 18:30-32. 10) ῞Υμνος σοφίας 1:11· 18:25. Σιρὰχ 10:25. 23) Σιρὰχ 37:28.

 

 

 ᾿Εξηγήσεις συμβόλων καὶ στοιχείων