1. Βίβλος Κείμενον τῆς Βίβλου Γένεσις, κεφ. 19 (κείμενον Ο΄)

PostHeaderIcon Γένεσις, κεφ. 19 (κείμενον Ο΄)

 

Γένεσις

 

ΚΕΦΑΛΑΙΟΝ 19

 

[Λόγος 22ος]

 

1 λθον δὲ οἱ δύο ἄγγελοι εἰς Σόδομα ἑσπέρας· Λὼτ δὲ ἐκάθητο παρὰ τὴν πύλην Σοδόμων. ἰδὼν δὲ Λώτ, ἐξανέστη(1) εἰς συνάντησιν αὐτοῖς καὶ προσεκύνησε τῷ προσώπῳ ἐπὶ τὴν γῆν. 2 καὶ εἶπεν· «᾿Ιδού, κύριοι, ἐκκλίνα­τε εἰς τὸν οἶκον τοῦ παιδὸς ὑμῶν καὶ καταλύσατε καὶ νίψασθε(2) τοὺς πόδας ὑμῶν, καὶ ὀρθρίσαντες ἀπελεύσεσθε εἰς τὴν ὁδὸν ὑμῶν». καὶ(3) εἶπαν· «Οὐχί, ἀλλ᾿ ἐν τῇ πλατείᾳ καταλύσομεν». 3 καὶ κατεβιάζετο αὐτούς, καὶ ἐξέκλιναν πρὸς αὐτὸν καὶ εἰσῆλθον εἰς τὸν οἶκον αὐτοῦ. καὶ ἐποίη­σεν αὐτοῖς πότον, καὶ ἀζύμους ἔπεψεν αὐτοῖς, καὶ ἔφαγον(4). 4 πρὸ τοῦ κοιμηθῆναι δέ, οἱ ἄνδρες τῆς πόλεως οἱ Σοδομῖται περιεκύκλωσαν τὴν οἰκί­αν, ἀπὸ νεανίσκου ἕως πρεσβυτέρου, ἅπας ὁ λαὸς ἅμα. 5 καὶ ἐξεκαλοῦν­το τὸν Λὼτ καὶ ἔλεγον πρὸς αὐτόν· «Ποῦ εἰσιν οἱ ἄνδρες οἱ εἰσελθόντες πρὸς σὲ τὴν νύκτα; ἐξάγαγε αὐτοὺς πρὸς ἡμᾶς, ἵνα συγγενώμεθα αὐ­τοῖς». 6 ἐξῆλθε δὲ Λὼτ πρὸς αὐτοὺς πρὸς τὸ πρόθυρον, τὴν δὲ θύραν προσέῳξεν ὀπίσω αὐτοῦ. 7 εἶπε δὲ πρὸς αὐτούς· «Μηδαμῶς, ἀδελφοί, μὴ πονηρεύσησθε. 8 εἰσὶ δέ μοι δύο θυγατέρες, αἳ οὐκ ἔγνωσαν ἄνδρα· ἐξά­ξω αὐτὰς πρὸς ὑμᾶς, καὶ χρᾶσθε(5) αὐταῖς, καθὰ ἂν(6) ἀρέσκῃ ὑμῖν· μό­νον εἰς τοὺς ἄνδρας τούτους μὴ ποιήσητε μηδὲν(7) ἄδικον, οὗ εἵνεκεν εἰσ­ῆλθον ὑπὸ τὴν σκέπην τῶν δοκῶν μου». 9 εἶπαν δὲ αὐτῷ(8)· «᾿Απόστα ἐκεῖ. εἰσῆλθες παροικεῖν· μὴ καὶ κρίσιν κρίνειν; νῦν οὖν σὲ κακώσωμεν μᾶλλον ἢ ἐκείνους». καὶ παρεβιάζοντο [τὸν ἄνδρα] τὸν Λὼτ σφόδρα· καὶ ἤγγι­σαν συντρῖψαι τὴν θύραν. 10 ἐκτείναντες δὲ οἱ ἄνδρες τὰς χεῖρας εἰσεσπά­σαντο τὸν Λὼτ πρὸς ἑαυτοὺς εἰς τὸν οἶκον, 10β καὶ τὴν θύραν τοῦ οἴκου ἀ­πέκλεισαν· 11 τοὺς δὲ ἄνδρας τοὺς ὄντας ἐπὶ τῆς θύρας τοῦ οἴκου ἐπάτα­ξαν (9) ἀορασίᾳ ἀπὸ μικροῦ ἕως μεγάλου· 11β καὶ παρελύθησαν ζητοῦντες τὴν θύραν.

12 Εἶπαν δὲ οἱ ἄνδρες πρὸς Λώτ· «῎Εστι τίς σοι(10) ὧδε, γαμβροὶ ἢ υἱοὶ ἢ θυγατέρες; 12β ἢ εἴτις σοι ἄλλος ἐστὶν ἐν τῇ πόλει, ἐξάγαγε ἐκ τοῦ τόπου τούτου· 13 ὅτι ἡμεῖς ἀπόλλυμεν τὸν τόπον τοῦτον, ὅτι ὑψώθη ἡ κραυγὴ αὐ­τῶν ἔναντι Κυρίου, 13β καὶ ἀπέστειλεν ἡμᾶς Κύριος ἐκτρῖψαι αὐτήν». 14 ἐξ­ῆλθε δὲ Λὼτ καὶ ἐλάλησε πρὸς τοὺς γαμβροὺς αὐτοῦ τοὺς εἰληφότας τὰς θυγατέρας αὐτοῦ 14β καὶ εἶπεν· «᾿Ανάστητε καὶ ἐξέλθετε ἐκ τοῦ τόπου τού­του, ὅτι ἐκτρίβει Κύριος τὴν πόλιν». 14γ ἔδοξε δὲ γελοιάζειν ἐναντίον τῶν γαμβρῶν αὐτοῦ. 15 ἡνίκα δὲ ὄρθρος ἐγίνετο, ἐπεσπούδαζον(11) οἱ ἄγγελοι τὸν Λὼτ λέγοντες· 15β «᾿Αναστὰς λάβε τὴν γυναῖκά σου καὶ τὰς δύο θυγα­τέρας σου, ἃς ἔχεις, 15γ καὶ ἔξελθε, ἵνα μὴ καὶ σὺ συναπόλῃ ταῖς ἀνομίαις τῆς πόλεως». 16 καὶ ἐταράχθησαν· καὶ ἐκράτησαν οἱ ἄγγελοι τῆς χειρὸς αὐ­τοῦ καὶ τῆς χειρὸς τῆς γυναικὸς αὐτοῦ 16β καὶ τῶν χειρῶν τῶν δύο θυγατέ­ρων αὐτοῦ, ἐν τῷ φείσασθαι Κύριον αὐτοῦ. 17 καὶ ἐγένετο ἡνίκα ἐξήγαγον αὐτοὺς ἔξω καὶ εἶπαν· «Σῴζων σῷζε τὴν σεαυτοῦ ψυχήν· 17β μὴ περιβλέ­ψῃ(12) εἰς τὰ ὀπίσω, μηδὲ στῇς ἐν πάσῃ τῇ περιχώρῳ· 17γ εἰς τὸ ὄρος σῴζου, μήποτε συμπαραληφθῇς». 18 εἶπε δὲ Λὼτ πρὸς αὐτούς· «Δέομαι, κύριε· 19 ἐπειδὴ εὗρεν ὁ παῖς σου ἔλεος ἐναντίον σου καὶ ἐμεγάλυνας τὴν δικαιοσύ­νην σου, 19β ὃ ποιεῖς ἐπ᾿ ἐμὲ τοῦ ζῆν τὴν ψυχήν μου, ἐγὼ δὲ οὐ δυνήσομαι διασωθῆναι εἰς τὸ ὄρος, 19γ μήποτε(13) καταλάβῃ με τὰ κακὰ καὶ ἀποθάνω. 20 ἰδοὺ ἡ πόλις αὕτη ἐγγὺς τοῦ καταφυγεῖν με ἐκεῖ, ἥ ἐστι μικρά· 20β [καὶ] ἐκεῖ [δια]σωθήσομαι· οὐ μικρά ἐστι; καὶ ζήσεται ἡ ψυχή μου [ἕνεκέν σου]». 21 καὶ εἶπεν αὐτῷ· «᾿Ιδοὺ ἐθαύμασά σου τὸ πρόσωπον καὶ ἐπὶ τῷ ῥήματι τούτῳ 21β τοῦ μὴ καταστρέψαι τὴν πόλιν, περὶ ἧς ἐλάλησας· 22 σπεῦσον οὖν(14) τοῦ σωθῆναι ἐκεῖ· οὐ γὰρ δυνήσομαι ποιῆσαι πρᾶγμα, ἕως τοῦ ἐλ­θεῖν σε ἐκεῖ». 22β διὰ τοῦτο ἐκάλεσε τὸ ὄνομα τῆς πόλεως [ἐκείνης] Ση­γώρ(15). 23 ὁ ἥλιος ἐξῆλθεν ἐπὶ τὴν γῆν, καὶ Λὼτ εἰσῆλθεν εἰς Σηγώρ· 24 καὶ Κύριος ἔβρεξεν ἐπὶ Σόδομα καὶ Γόμορραν(16) θεῖον, καὶ πῦρ παρὰ Κυρίου ἐξ οὐρανοῦ 25 καὶ κατέστρεψε τὰς πόλεις ταύτας καὶ πᾶσαν τὴν περίχωρον(17) 25β καὶ πάντας τοὺς κατοικοῦντας ἐν ταῖς πόλεσι καὶ τὰ ἀνατέλλοντα ἐκ τῆς γῆς. 26 καὶ ἐπέβλεψεν ἡ γυνὴ αὐτοῦ εἰς τὰ ὀπίσω καὶ ἐγένετο στήλη ἁλός.

27 ῎Ωρθρισε δὲ ᾿Αβραὰμ τῷ πρωῒ εἰς τὸν τόπον οὗ εἱστήκει ἐναντίον Κυρίου. 28 καὶ ἐπέβλεψεν ἐπὶ πρόσωπον Σοδόμων καὶ Γομόρρας καὶ ἐπὶ πρόσωπον τῆς περιχώρου 28β καὶ εἶδε, καὶ ἰδοὺ ἀνέβαινε φλὸξ ἐκ τῆς γῆς ὡσεὶ ἀτμὶς καμίνου. 29 καὶ ἐγένετο ἐν τῷ ἐκτρῖψαι Κύριον πάσας τὰς πό­λεις τῆς περιοίκου, 29β ἐμνήσθη ὁ Θεὸς τοῦ ᾿Αβραὰμ καὶ ἐξαπέστειλε τὸν Λὼτ ἐκ μέσου τῆς καταστροφῆς, 29γ ἐν τῷ καταστρέψαι Κύριον τὰς πόλεις, ἐν αἷς κατῴκει ἐν αὐταῖς Λώτ.

 

[Λόγος 23ος]

 

30 ᾿Ανέβη δὲ(18) Λὼτ ἐκ Σηγὼρ καὶ ἐκάθητο ἐν τῷ ὄρει αὐτὸς(19) καὶ αἱ δύο θυγατέρες αὐτοῦ μετ᾿ αὐτοῦ· 30β ἐφοβήθη γὰρ κατοικῆσαι ἐν Σηγώρ. 30γ καὶ κατῴκησεν ἐν τῷ σπηλαίῳ, αὐτὸς καὶ αἱ δύο θυγατέρες αὐτοῦ μετ᾿ αὐτοῦ. 31 εἶπε δὲ ἡ πρεσβυτέρα πρὸς τὴν νεωτέραν· «῾Ο πατὴρ ἡμῶν πρε­σβύτερος, 31β καὶ οὐδείς ἐστιν ἐπὶ τῆς γῆς, ὃς εἰσελεύσεται πρὸς ἡμᾶς, ὡς καθήκει πάσῃ τῇ γῇ· 32 δεῦρο καὶ(20) ποτίσωμεν τὸν πατέρα ἡμῶν οἶνον καὶ κοιμηθῶμεν μετ᾿ αὐτοῦ 32β καὶ ἐξαναστήσωμεν ἐκ τοῦ πατρὸς ἡμῶν σπέρ­μα». 33 ἐπότισαν δὲ τὸν πατέρα αὐτῶν οἶνον ἐν τῇ νυκτὶ ἐκείνῃ(21), 33β καὶ εἰσελθοῦσα ἡ πρεσβυτέρα ἐκοιμήθη μετὰ τοῦ πατρὸς αὐτῆς ἐν τῇ νυκτὶ ἐκείνῃ, 33γ καὶ οὐκ ᾔδει ἐν τῷ κοιμηθῆναι αὐτὸν(22) καὶ ἐν τῷ ἀναστῆναι. 34 ἐγένετο δὲ (9) τῇ ἐπαύριον καὶ εἶπεν ἡ πρεσβυτέρα πρὸς τὴν νεωτέραν· 34β «᾿Ιδοὺ ἐκοιμήθην χθὲς μετὰ τοῦ πατρὸς ἡμῶν· ποτίσωμεν αὐτὸν οἶνον καὶ ἐν τῇ νυκτὶ ταύτῃ, 34γ καὶ εἰσελθοῦσα κοιμήθητι μετ᾿ αὐτοῦ, καὶ ἐξαναστή­σωμεν ἐκ τοῦ πατρὸς ἡμῶν σπέρμα». 35 ἐπότισαν δὲ καὶ ἐν τῇ νυκτὶ ἐκείνῃ τὸν πατέρα αὐτῶν οἶνον, 35β καὶ εἰσελθοῦσα ἡ νεωτέρα ἐκοιμήθη μετὰ τοῦ πατρὸς αὐτῆς, 35γ καὶ οὐκ ᾔδει ἐν τῷ κοιμηθῆναι αὐτὸν(22) καὶ ἀναστῆναι. 36 καὶ συνέλαβον αἱ δύο θυγατέρες Λὼτ ἐκ τοῦ πατρὸς αὐτῶν. 37 καὶ ἔτε­κεν ἡ πρεσβυτέρα υἱὸν καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Μωὰβ 37β λέγουσα· «᾿Εκ τοῦ πατρός μου»· οὗτος πατὴρ Μωαβιτῶν ἕως τῆς σήμερον ἡμέρας. 38 ἔτεκε δὲ καὶ ἡ νεωτέρα υἱὸν καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ ᾿Αμμὰν 38β [λέγουσα]· «Υἱὸς [τοῦ](23) γένους μου»· οὗτος πατὴρ ᾿Αμμανιτῶν ἕως τῆς σήμερον ἡμέρας.

 

Παραπομπαί

(ἡ παραπομπὴ Χ:0 σημαίνει ὅλον τὸ Χ κεφάλαιον)

19. 1) 18:1-8,16,22. Δευτ 21:19.

2) 18:4-5. Εβρ 13:2. Λκ 24:28.

3) 18:6-8· 21:8. Εξ 12:15,39. Κρ 6:19. 1Βασ 28:24. 4Βασ 4:8. Λκ 5:29· 11:8· 14:23· 24:28,29. Ιω 12:2. 1Κορ 5:8. 2Κορ 5:14. Εβρ 13:2.

4) 13:13· 18:20. Εξ 16:2· 23:2. Λευ 18:22. Κρ 19:22. Πρμ 4:16· 6:18. Ιερ 5:1-6,31. Μιχ 7:3. Μτ 27:20-25. Ρμ 3:15.

5) 4:1. Λευ 18:22· 20:13. Κρ 19:22. Ησ 1:9· 3:9. Ιερ 3:3· 6:15. Ιεζ 16:49,51. Μτ 11:23,24. Ρμ 1:23,24,26,27. 1Κορ 6:9. 1Τιμ 1:10. 2Τιμ 3:13. Ιδ 7.

6) Κρ 19:23.

7-8) 2Πετ 2:7-8.

7) 19:4. Λευ 18:22· 20:13. Δευτ 23:17. Κρ 19:23. 1Βασ 30:23,24. Πρξ 17:26. Ρμ 1:24. 1Κορ 6:9-11. Ιδ 7.

8) 18:5· 19:24-25,31-38· 42:37. Εξ 32:22. Κρ 9:15· 19:24. Ησ 58:7. Μρ 9:6. Ρμ 3:8.

9) 11:6· 13:12. Εξ 2:14. 1Βασ 2:16· 17:44· 25:17. Πρμ 9:7,8· 14:16· 17:12· 27:3. Εκ 9:3· 10:13. Ησ 65:5. Ιερ 3:3· 6:15. 8:12. Δν 3:19-22. Μτ 7:6. Πρξ 7:26-28. 2Πετ 2:7,8.  

10) 19:1. 4Βασ 6:18. Πρξ 13:11.

11) Δευτ 28:28. 4Βασ 6:18. Πρξ 13:11.

12) 7:1· 19:14,17,22. Αρ 16:26. ΙσΝ 6:22,23. Ιερ 32:39. 2Πετ 2:7,9. Απ 18:4.

13) 13:13· 18:20. 1Παρ 21:15,16. Ψ 10:5,6. Ησ 3:11· 36:10· 37:36. Ιεζ 9:5,6. Μτ 13:41,42,49,50. Πρξ 12:23. Ρμ 3:8,9. Ιακ 5:4. 2Πετ 2:6-8. Ιδ 7. Απ 16:1-12.

14) 19:17,22. Εξ 9:21· 12:31. Αρ 16:21,26,45. 2Παρ 30:10· 36:16. Πρμ 29:1. Ησ 28:22. Ιερ 5:12-14· 20:7· 28(51):6. Ιεζ 20:49. Μτ 1:18· 9:24. Λκ 9:42· 17:28-30· 24:11. Πρξ 17:32· 1Θεσ 5:3. Απ 18:4-8.

15) 19:17,22. Αρ 16:24-27. Πρμ 6:4,5. Λκ 13:24,25. 2Κορ 6:2. Εβρ 3:7,8. Απ 18:4.

16) Εξ 34:6. Αρ 14:18. Δευτ 4:31. ΙσΝ 6:22. 1Παρ 16:34. Ψ 33:12,22· 85:5,15· 102:8-10,13· 105:1,8· 106:1· 110:4· 117:1· 118:60· 135:1. Ησ 63:9. Θρ 3:22. Μιχ 7:18,19. Λκ 6:35,36· 18:13. Ιω 6:44. Ρμ 9:15,16,18. 2Κορ 1:3. Εφ 2:4,5. Ττ 3:5. 2Πετ 2:7,9. Ιδ 23.

17) 18:22· 19:14,15,22,26. 1Βασ 19:11. 3Βασ 19:3. Ψ 120:1. Μτ 3:7· 24:15-18. Λκ 9:62· 17:31,32. Φιλ 3:13,14. Εβρ 2:3.

18) 32:26. 4Βασ 5:11,12. Ησ 45:11. Ιω 13:6-8. Πρξ 9:13· 10:14.

19) 12:13. Δευτ 31:17. 1Βασ 27:1. 3Βασ 9:9. Ψ 17:0· 39:0· 76:7-11· 102:0· 114:0· 115:0. Μτ 8:25,26. Μρ 9:19. Ρμ 8:31. 1Τιμ 1:14-16.

20) 12:13· 19:30. Ψ 118:175. Πρμ 3:5-7. Αμ 3:6. Ησ 55:3.

21) 4:7· 12:2· 18:24. Ιωβ 42:8,9. Ψ 33:15· 101:17· 144:19. Ιερ 14:10. Μτ 12:20. Λκ 11:8. Εβρ 2:17· 4:15,16.

22) 13:10· 14:2· 19:20· 32:25-28. Εξ 32:10. Δευτ 9:14. Ψ 90:1-10. Ησ 15:5· 65:8. Ιερ 31(48):34. Μρ 6:5. 2Τιμ 2:13. Ττ 1:2.  

23) 19:22,30· 14:2,8. Δευτ 34:3. Ησ 15:5.

24) Δευτ 29:22,23. Ιωβ 18:15. Ψ 10:6. Ησ 1:9· 13:19. Ιερ 20:16· 30(49):18· 27(50):40. Θρ 4:6. Ιεζ 16:49,50· 38:22. Ωσ 11:8. Αμ 4:11. Σφν 2:9. Μτ 11:23,24. Λκ 17:28,29. 2Πετ 2:6. Ιδ 7. Απ 14:10· 19:20· 20:10· 21:8.

25) 13:10· 14:3. Ψ 106:34.

26) 19:17. Λκ 17:31-32.

27) 18:22-33. Ψ 5:3. Ιεζ 16:49,50. Αβ 2:1. Εβρ 2:1.

28) Ψ 106:34. Ησ 34:9-10. Θρ 4:6. Μτ 11:23. 2Πετ 2:7. Ιδ 7. Απ 14:10-11· 18:9,18· 19:3· 21:8.

29) 8:1· 12:2· 18:23-33· 30:22. Δευτ 9:5. Νε 13:14,22. Ψ 24:7· 104:8,42· 105:4· 135:23· 144:20. Ιεζ 43(36):31,32. Ωσ 11:8.

30) 13:10· 14:22· 19:17-23· 49:4. Δευτ 34:3. Ησ 15:5. Ιερ 2:36,37· 31(48):34. Ιακ 1:8.

31) 4:1· 6:4· 16:1-4· 19:28· 30:1-24· 38:6-30. Δευτ 25:5. Ησ 4:1. Μρ 9:6.

32) 9:21· 11:3. Λευ 18:6,7. Πρμ 23:31-33. Αβ 2:15,16. Μρ 12:19.

33) Λευ 18:6-7. Πρμ 20:1· 23:29-35. Αβ 2:15,16.

34) Ησ 3:9. Ιερ 3:3· 5:3· 6:15. 8:12.

35) Ψ 8:4. Πρμ 24:16. Εκ 7:26. Λκ 21:34. 1Κορ 10:11,12. 1Πετ 4:7.

36) Γεν 19:8. Λευ 18:6,7. 1Βασ 15:33. Αβ 2:15. Μτ 7:2.

37-38) Δευτ 2:9,19· 23:4. 4Βασ 3:26. Ιεζ 25:2,3,5,8-11.

37) 36:35. Εξ 15:15. Αρ 2:9. Δευτ 2:9. Ρθ 1:1. 

38) Αρ 21:24. Δευτ 2:19.

 

 

Σημειώσεις 19ου κεφαλαίου

(1) ῾Ετέρα γραφή· ἀνέστη

(2) ῾Ετέρα γραφή· νίψατε

(3) ᾿Αντὶ καὶ εἶπαν, ἑτέρα γραφή· εἶπαν δέ

(4) ῾Ετέρα γραφή· καὶ ἔφαγον πρὸ τοῦ κοιμηθῆναι. 4 οἱ δὲ ἄνδρες...

(5) ῾Ετέρα γραφή· χρήσασθε

(6) Πολλαχοῦ τὸ ἂν παραλείπεται.

(7) Τὸ μηδὲν παραλείπεται εἰς ΠΜ· ὑπάρχει ὅμως ὄχι μόνον ἐν χειρογράφοις ἀλλὰ καὶ εἰς ῾Ράλφς καὶ εἰς Swete καὶ εἰς τὰς περισσοτέρας ἐκδόσεις.

(8) Τὸ αὐτῷ πολλαχοῦ παραλείπεται.

(9) ΠΜ καὶ ἄλλοι προσθέτουν τὴν πρόθεσιν· ἐν

(10) ᾿Επικρατεστέρα γραφὴ ἀντὶ τῆς ὑπὸ τοῦ ΠΜ καὶ ὀλίγων ἄλλων προτιμωμένης· Εἰσί σοι ὧδε...

(11) ΠΜ· ἐσπούδαζον

(22) ῾Ετέρα γραφή· περιβλέψῃς

(13) ῾Ετέρα γραφή· μὴ

(14) ᾿Ενιαχοῦ παραλείπεται.

(15) Σηγὼρ = βραχεῖα, μικρά.

(16) Πᾶσαι αἱ ἔντυποι ἐκδόσεις ἔχουν ἐσφαλμένως «Γόμορρα».

(17) ῾Ετέρα γραφή· περίοικον

(18) ῾Ετέρα γραφή· Καὶ ἐξῆλθε Λὼτ

(19) ᾿Ενιαχοῦ παραλείπεται.

(20) ᾿Αντὶ τοῦ καὶ ὑπάρχει ἐνιαχοῦ ἑτέρα γραφή· οὖν

(21) ῾Ετέρα γραφή· ταύτῃ

(22) ῾Ετέρα γραφή· αὐτὴν

(23) ῾Η συγκεκριμένη λέξις ἐν ΠΜ παραλείπεται.

῞Ετεραι παραπομπαί. 11) ῞Υμνος σοφίας 19:17. 24) ῞Υμνος σοφίας 10:6. 26) ῞Υμνος σοφίας 10:7.

 

 

᾿Εξηγήσεις συμβόλων καὶ στοιχείων