1. Βίβλος Κείμενον τῆς Βίβλου Α΄ Κορινθίους, κεφ. 12 (κείμενον)

PostHeaderIcon Α΄ Κορινθίους, κεφ. 12 (κείμενον)

 

Α΄ πρὸς Κορινθίους

ἐπιστολὴ Παύλου

 

ΚΕΦΑΛΑΙΟΝ 12

 

[Λόγος 14ος]

 

1 Περὶ δὲ τῶν πνευματικῶν, ἀδελφοί, οὐ θέλω ὑμᾶς ἀγνοεῖν. 2 οἴδατε ὅτι, ὅτε ἔθνη ἦτε, πρὸς τὰ εἴδωλα τὰ ἄφωνα ὡς ἂν ἤγεσθε ἀπαγόμενοι. 3 δι᾿ ὃ γνωρίζω ὑμῖν ὅτι οὐδεὶς ἐν Πνεύματι Θεοῦ λαλῶν λέγει ἀνάθεμα ᾿Ιησοῦν, καὶ οὐδεὶς δύναται εἰπεῖν Κύριον ᾿Ιησοῦν εἰ μὴ ἐν Πνεύματι ῾Αγίῳ. 4 Διαιρέσεις δὲ χαρισμάτων εἰσί, τὸ δὲ αὐτὸ Πνεῦμα· 5 καὶ διαιρέσεις διακονιῶν εἰσι, καὶ ὁ αὐτὸς Κύριος· 6 καὶ διαιρέσεις ἐνεργημά­των εἰσίν, ὁ δὲ αὐτός ἐστι Θεός, ὁ ἐνεργῶν τὰ πάντα ἐν πᾶσιν. 7 ῾Εκάστῳ δὲ δίδοται ἡ φανέρωσις τοῦ Πνεύματος πρὸς τὸ συμφέρον. 8 ᾧ μὲν γὰρ διὰ τοῦ Πνεύματος δίδοται λόγος σοφίας, ἄλλῳ δὲ λόγος γνώσεως κατὰ τὸ αὐτὸ Πνεῦμα, 9 ἑτέρῳ δὲ πίστις ἐν τῷ αὐτῷ Πνεύματι, ἄλλῳ δὲ χαρίσματα ἰαμάτων ἐν τῷ αὐτῷ Πνεύματι, 10 ἄλλῳ δὲ ἐνεργήματα δυνάμεων, ἄλλῳ δὲ προφητεία, 10β ἄλλῳ δὲ διακρίσεις πνευμάτων, ἑτέρῳ δὲ γένη γλωσσῶν, ἄλ­λῳ δὲ ἑρμηνεία γλωσσῶν· 11 πάντα δὲ ταῦτα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται.

12 Καθάπερ γὰρ τὸ σῶμα ἕν ἐστι καὶ μέλη ἔχει πολλά, πάντα δὲ τὰ μέλη τοῦ σώματος τοῦ ἑνός, 12β πολλὰ ὄντα, ἕν ἐστι σῶμα, οὕτω καὶ ὁ Χρι­στός· 13 καὶ γὰρ ἐν ἑνὶ Πνεύματι ἡμεῖς πάντες εἰς ἓν σῶμα ἐβαπτίσθημεν, 13β εἴτε ᾿Ιουδαῖοι εἴτε ῞Ελληνες, εἴτε δοῦλοι εἴτε ἐλεύθεροι, 13γ καὶ πάντες εἰς ἓν Πνεῦμα ἐποτίσθημεν. 14 καὶ γὰρ τὸ σῶμα οὐκ ἔστιν ἓν μέλος, ἀλλὰ πολλά. 15 ἐὰν εἴπῃ ὁ ποὺς ὅτι «Οὐκ εἰμὶ χείρ, οὐκ εἰμὶ ἐκ τοῦ σώματος», 15β – οὐ παρὰ τοῦτο οὐκ ἔστιν ἐκ τοῦ σώματος; 16 καὶ ἐὰν εἴπῃ τὸ οὖς ὅτι «Οὐκ εἰμὶ ὀφθαλμός, οὐκ εἰμὶ ἐκ τοῦ σώματος», 16β – οὐ παρὰ τοῦτο οὐκ ἔστιν ἐκ τοῦ σώματος; 17 εἰ ὅλον τὸ σῶμα ὀφθαλμός, ποῦ ἡ ἀκοή; εἰ ὅλον ἀκοή, ποῦ ἡ ὄσφρησις; 18 νυνὶ δὲ ὁ Θεὸς ἔθετο τὰ μέλη ἓν ἕκαστον αὐτῶν ἐν τῷ σώματι καθὼς ἠθέλησεν. 19 εἰ δὲ ἦν τὰ πάντα ἓν μέλος, ποῦ τὸ σῶ­μα; 20 νῦν δὲ πολλὰ μὲν μέλη, ἓν δὲ σῶμα. 21 οὐ δύναται δὲ ὀφθαλμὸς εἰπεῖν τῇ χειρί· «Χρείαν σου οὐκ ἔχω»· 21β ἢ πάλιν ἡ κεφαλὴ τοῖς ποσί· «Χρείαν ὑμῶν οὐκ ἔχω»· 22 ἀλλὰ πολλῷ μᾶλλον τὰ δοκοῦντα μέλη τοῦ σώ­ματος ἀσθενέστερα ὑπάρχειν ἀναγκαῖά ἐστι, 23 καὶ ἃ δοκοῦμεν ἀτιμότερα εἶναι τοῦ σώματος, τούτοις τιμὴν περισσοτέραν περιτίθεμεν, 23β καὶ τὰ ἀ­σχήμονα ἡμῶν εὐσχημοσύνην περισσοτέραν ἔχει, 24 τὰ δὲ εὐσχήμονα ἡμῶν οὐ χρείαν ἔχει. 24β ἀλλ᾿ ὁ Θεὸς συνεκέρασε τὸ σῶμα, τῷ ὑστεροῦντι περισ­σοτέραν δοὺς τιμήν, 25 ἵνα μὴ ᾖ σχίσμα ἐν τῷ σώματι, ἀλλὰ τὸ αὐτὸ ὑπὲρ ἀλλήλων μεριμνῶσι τὰ μέλη· 26 καὶ εἴτε πάσχει ἓν μέλος, συμπάσχει πάντα τὰ μέλη, 26β εἴτε δοξάζεται ἓν μέλος, συγχαίρει πάντα τὰ μέλη.

28 ῾Υμεῖς δέ ἐστε σῶμα Χριστοῦ καὶ μέλη ἐκ μέρους. 28 Καὶ οὓς μὲν ἔ­θετο ὁ Θεὸς ἐν τῇ ἐκκλησίᾳ πρῶτον ἀποστόλους, 28β δεύτερον προφήτας, τρίτον διδασκάλους, ἔπειτα δυνάμεις, 28γ εἶτα χαρίσματα ἰαμάτων, ἀντιλή­ψεις, κυβερνήσεις, γένη γλωσσῶν. 29 μὴ πάντες ἀπόστολοι; μὴ πάντες προ­φῆται; 29β μὴ πάντες διδάσκαλοι; μὴ πάντες δυνάμεις; 30 μὴ πάντες χαρί­σματα ἔχουσιν ἰαμάτων; 30β μὴ πάντες γλώσσαις λαλοῦσι; μὴ πάντες διερ­μηνεύουσι; 31 ζηλοῦτε δὲ τὰ χαρίσματα τὰ κρείττονα. 31β καὶ ἔτι καθ᾿ ὑπερ­βολὴν ὁδὸν ὑμῖν δείκνυμι.

 

Παραπομπαί

(ἡ παραπομπὴ Χ:0 σημαίνει ὅλον τὸ Χ κεφάλαιον)

12. 1) 12:4-11,28-31· 10:1· 14:1-18,37. Εφ 4:11. 1Κορ 14:14. 2Κορ 1:8. 1Θεσ 4:13. 2Πετ 3:8. Δν 8:15-16. Πρμ 16:25.

2) 6:11. Γαλ 4:8. Εφ 2:11-13· 4:17,18· 5:8. Ρμ 1:22,23. 1Θεσ 1:9. Ττ 3:3. Πρξ 17:29. 1Πετ 4:3. Μτ 15:14. 1Πετ 1:18. Ψ 113:13,15· 134:16. Αβ 2:18,19.

3) 8:6· 16:22. 2Κορ 3:5· 11:4. Γαλ 3:13. Ρμ 8:15· 9:3. Μρ 9:39. Μτ 16:16,17· 22:43. Ιω 13:1,13· 15:26· 16:14,15. 1Ιω 4:2,3. Δευτ 21:23.

4-7) 12:8-11,28,29· 14:12,26· 15:28. 2Κορ 13:15. Ρμ 12:4-8. Εφ 4:4-13. Μτ 25:14-30.

4) Εβρ 1:21· 2:4. 1Πετ 4:10.

5) 8:6. Μτ 23:10. Πρξ 10:36. Ρμ 11:13· 14:8,9. Φιλ 2:11. 2Τιμ 1:6· 4:5.

6) 3:7· 15:28. Ιω 5:17. Εφ 1:19-23. Κλσ 1:29· 3:11. Φιλ 2:13. Εβρ 13:21. Ιωβ 33:29.

7) 14:5,12,17,19,22-26. 1Πετ 4:10,11.

8) 1:5,30· 2:6-10· 13:2,8. Μτ 13:11. Πρξ 6:3. 2Κορ 8:7. Εφ 1:17,18. Γεν 41:38,39. Εξ 31:3. 3Βασ 3:5-12. Νε 9:20. Ιωβ 32:8. Ψ 142:10. Πρμ 2:6. Ησ 11:2,3· 50:4· 59:21. Δν 2:21.

9-10) 12:28-30· 13:1,2,8· 14:1-30. Πρξ 2:4.

9) 13:2. Μτ 10:1,8· 17:19,20· 21:21. Μρ 6:13· 11:22,23· 16:18. Λκ 9:2· 10:9· 17:5,6. 2Κορ 4:13. Εφ 2:8. Εβρ 11:33. Πρξ 3:6-8· 4:29-31· 5:15· 10:38· 19:11,12. Ιακ 5:14,15.

10) 13:1,2· 14:1-5,23,24,26-32,39. 1Θεσ 5:20-21. Ρμ 12:6· 15:19. Γαλ 3:5. Εβρ 2:4. Πρξ 1:8· 2:4-12,17,18,29,30· 5:3· 10:46,47· 11:28· 19:6· 21:9,10. Μτ 11:15. Μρ 16:17,20. Λκ 24:49. Ιω 14:12· 16:13. 2Πετ 1:20,21. 1Ιω 4:1. Απ 2:2. Αρ 11:25-29. 1Βασ 10:10-13· 19:20-24. 2Βασ 23:1,2. Ιωηλ 2:28. Ωσ 14:10.

11) 12:4,6,18· 7:7,17. Ιω 3:8,27· 5:21. Ρμ 9:18· 12:3,6. 2Κορ 10:13. Εφ 1:11· 4:7. Μτ 11:26· 20:15. Εβρ 2:4. Ιακ 1:18. Δν 4:35.

12) 12:27· 6:15· 10:17. Ρμ 12:4,5. Εφ 1:23· 4:4,12,15,16,25· 5:23,30. Κλσ 1:18,24· 2:19· 3:15. Γαλ 3:16.

13) 7:21,22· 10:2-4. Ρμ 3:29· 4:11· 6:3-6· 8:9-11. Γαλ 3:23,28. Εφ 2:11-16,19-22· 3:6· 4:5· 5:26· 6:8. Κλσ 1:27· 3:11. Μτ 3:11. Λκ 3:16. Ιω 1:16,33· 3:5· 4:10,14· 6:23,63· 7:37-39. Πρξ 1:5. Κλσ 2:11,12· 3:11. Ττ 3:4-6. 1Πετ 3:21. Ασμ 5:1. Ησ 41:17,18. 55:1. Ησ 44:3-5. Ιεζ 36:25-27. Ζαχ 9:15-17.

14-20) 12:27-30.

14) 12:12,19. Εφ 4:25.

15) Κρ 9:8-15. 4Βασ 14:9.

16) 12:16,22. Ρμ 12:3,10. Φιλ 2:3.

17) 12:21. 1Βασ 9:9. Ψ 93:9· 138:13-16. Πρμ 20:12.

18) 12:11,24· 3:5· 15:38. Λκ 10:21· 12:32. Ρμ 12:3. Εφ 1:5,9. Απ 4:11. Ψ 109:3· 134:6. Ησ 46:10. Ιωνα 1:14.

19) 12:14.

20) 10:17. Ιω 15:5. Ρμ 12:4-5. Εφ 4:4,12· 5:30. Κλσ 3:15.

21-26) Ρμ 12:3. (Μτ 18:10).

21) Αρ 10:31,32. 1Βασ 25:32. Εσρ 10:1-5. Νε 4:16-21. Ιωβ 29:11.

22) Πρμ 14:28. Εκ 4:9-12· 5:9· 9:14,15. 2Κορ 1:11. Ττ 2:9,10.

23) Γεν 3:7,21.

24) Γεν 2:25· 3:11.

25) 1:10-12· 3:3. Ιω 17:21-26. 2Κορ 13:11· 7:12· 8:16.

26) Ρμ 12:15. 2Κορ 11:28,29. Γαλ 6:2. Εβρ 13:3. 1Πετ 3:8.

27) 12:12,14-20. Ρμ 12:4,5. Εφ 1:23· 4:11,12· 5:23,30. Κλσ 1:24.

28) 14:6. Λκ 6:14· 20:28. Ρμ 12:6-8. Εφ 2:20· 3:5· 4:11. Φιλ 2:25. Εβρ 13:17,24. 1Πετ 5:1-4. 1Τιμ 5:17. Πρξ 2:8-11· 11:28· 21:10. Αρ 11:17.

28-30) 12:4-11,14-20· 9:1,5· 15:7. Εφ 4:11-13. Πρξ 13:1-3.

29) 9:1-2. Λκ 6:13· 11:49. Ρμ 11:13· 12:6. Εφ 4:11. 

30) 12:9,28· 14:0. Μρ 16:17-18. Πρξ 2:4· 4:30-31.

31) 8:1· 13:0· 14:1,12,39. Μτ 5:6. Λκ 10:42. Φιλ 3:8. Εβρ 11:4.

 

Σημειώσεις 12ου κεφαλαίου

῞Ετεραι παραπομπαί. 3) Σύνοδοι: Α΄ οἰκουμενική, κανὼν 14· ἐν Λαοδικείᾳ, κανὼν 19· ἐν Νεοκαισαρείᾳ, κανὼν 5. 12) Σύνοδος Πενθέκτη, κανὼν 64.

 

 

᾿Εξηγήσεις συμβόλων καὶ στοιχείων