1. Βίβλος Κείμενον τῆς Βίβλου Α΄ Κορινθίους, κεφ. 14 (κείμενον)

PostHeaderIcon Α΄ Κορινθίους, κεφ. 14 (κείμενον)

 

Α΄ πρὸς Κορινθίους

ἐπιστολὴ Παύλου

 

ΚΕΦΑΛΑΙΟΝ 14

 

[Λόγος 16ος]

 

1 Διώκετε τὴν ἀγάπην· ζηλοῦτε δὲ τὰ πνευματικά, μᾶλλον δὲ ἵνα προ­φητεύητε. 2 ὁ γὰρ λαλῶν γλώσσῃ οὐκ ἀνθρώποις λαλεῖ, ἀλλὰ τῷ Θεῷ· οὐδεὶς γὰρ ἀκούει, πνεύματι δὲ λαλεῖ μυστήρια· 3 ὁ δὲ προφητεύων ἀν­θρώποις λαλεῖ οἰκοδομὴν καὶ παράκλησιν καὶ παραμυθίαν. 4 ὁ λαλῶν γλώσσῃ ἑαυτὸν οἰκοδομεῖ, ὁ δὲ προφητεύων ἐκκλησίαν οἰκοδομεῖ. 5 θέλω δὲ πάντας ὑμᾶς λαλεῖν γλώσσαις, μᾶλλον δὲ ἵνα προφητεύητε· μείζων γὰρ ὁ προφητεύων ἢ ὁ λαλῶν γλώσσαις, ἐκτὸς εἰ μὴ διερμηνεύει, ἵνα ἡ ἐκκλησία οἰκοδομὴν λάβῃ. 6 νυνὶ δέ, ἀδελφοί, ἐὰν ἔλθω πρὸς ὑμᾶς γλώσ­σαις λαλῶν, τί ὑμᾶς ὠφελήσω, ἐὰν μὴ ὑμῖν λαλήσω ἢ ἐν ἀποκαλύψει ἢ ἐν γνώσει ἢ ἐν προφητείᾳ ἢ ἐν διδαχῇ; 7 ὅμως τὰ ἄψυχα φωνὴν διδόντα, εἴτε αὐλὸς εἴτε κιθάρα, ἐὰν διαστολὴν τοῖς φθόγγοις μὴ διδῷ, πῶς γνωσθήσεται τὸ αὐλούμενον ἢ τὸ κιθαριζόμενον; 8 καὶ γὰρ ἐὰν ἄδηλον φω­νὴν σάλπιγξ δῷ, τίς παρασκευάσεται εἰς πόλεμον; 9 οὕτω καὶ ὑμεῖς διὰ τῆς γλώσσης ἐὰν μὴ εὔσημον λόγον δῶτε, πῶς γνωσθήσεται τὸ λαλούμενον; ἔσεσθε γὰρ εἰς ἀέρα λαλοῦντες. 10 τοσαῦτα εἰ τύχοι γένη φωνῶν ἐστιν ἐν κόσμῳ, καὶ οὐδὲν αὐτῶν ἄφωνον· 11 ἐὰν οὖν μὴ εἰδῶ τὴν δύναμιν τῆς φω­νῆς, 11β ἔσομαι τῷ λαλοῦντι βάρβαρος καὶ ὁ λαλῶν ἐν ἐμοὶ βάρβαρος. 12 οὕτω καὶ ὑμεῖς ἐπεὶ ζηλωταί ἐστε πνευμάτων, 12β πρὸς τὴν οἰκοδομὴν τῆς ἐκκλησίας ζητεῖτε ἵνα περισσεύητε. 13 Δι᾿ ὅ περ ὁ λαλῶν γλώσσῃ προσευ­χέσθω ἵνα διερμηνεύῃ. 14 ἐὰν γὰρ προσεύχωμαι γλώσσῃ, τὸ πνεῦμά μου προσεύχεται, ὁ δὲ νοῦς μου ἄκαρπός ἐστι. 15 τί οὖν ἐστι; προσεύξομαι τῷ πνεύματι, προσεύξομαι δὲ καὶ τῷ νοΐ· 15β ψαλῶ τῷ πνεύματι, ψαλῶ δὲ καὶ τῷ νοΐ. 16 ἐπεὶ ἐὰν εὐλογήσῃς τῷ πνεύματι, 16β ὁ ἀναπληρῶν τὸν τόπον τοῦ ἰδιώτου πῶς ἐρεῖ τὸ ἀμὴν ἐπὶ τῇ σῇ εὐχαριστίᾳ; 16γ ἐπειδὴ τί λέγεις οὐκ οἶδε· 17 σὺ μὲν γὰρ καλῶς εὐχαριστεῖς, ἀλλ᾿ ὁ ἕτερος οὐκ οἰκοδομεῖται. 18 εὐχαριστῶ τῷ Θεῷ μου πάντων ὑμῶν μᾶλλον γλώσσαις λαλῶν· 19 ἀλλ᾿ ἐν ἐκκλησίᾳ θέλω πέντε λόγους διὰ τοῦ νοός μου λαλῆσαι, 19β ἵνα καὶ ἄλλους κατηχήσω, ἢ μυρίους λόγους ἐν γλώσσῃ. (1)

20 ᾿Αδελφοί, μὴ παιδία γίνεσθε ταῖς φρεσίν, ἀλλὰ τῇ κακίᾳ νηπιάζετε, ταῖς δὲ φρεσὶ τέλειοι γίνεσθε. 21 ἐν τῷ Νόμῳ γέγραπται ὅτι ἐν ἑτερογλώσ­σοις καὶ ἐν χείλεσιν ἑτέροις λαλήσω τῷ λαῷ τούτῳ, 21β καὶ οὐδ᾿ οὕτως εἰσακούσονταί μου, λέγει Κύριος. 22 ὥστε αἱ γλῶσσαι εἰς σημεῖ­όν εἰσιν οὐ τοῖς πιστεύουσιν, ἀλλὰ τοῖς ἀπίστοις, 22β ἡ δὲ προφητεία οὐ τοῖς ἀπίστοις, ἀλλὰ τοῖς πιστεύουσιν. 23 ᾿Εὰν οὖν συνέλθῃ ἡ ἐκκλησία ὅλη ἐπὶ τὸ αὐτὸ καὶ πάντες γλώσσαις λαλῶσιν, 23β εἰσέλθωσι δὲ ἰδιῶται ἤ ἄπι­στοι, οὐκ ἐροῦσιν ὅτι μαίνεσθε; 24 ἐὰν δὲ πάντες προφητεύωσιν, εἰσέλθῃ δέ τις ἄπιστος ἢ ἰδιώτης, 24β ἐλέγχεται ὑπὸ πάντων, ἀνακρίνεται ὑπὸ πάντων, 25 καὶ οὕτω τὰ κρυπτὰ τῆς καρδίας αὐτοῦ φανερὰ γίνεται· 25β καὶ οὕτω πεσὼν ἐπὶ πρόσωπον προσκυνήσει τῶ Θεῷ, 25γ ἀπαγγέλλων ὅτι ὁ Θεὸς ὄν­τως ἐν ὑμῖν ἐστι. 26 Τί οὖν ἐστιν, ἀδελφοί; ὅταν συνέρχησθε, ἕκαστος ὑμῶν ψαλμὸν ἔχει, διδαχὴν ἔχει, 26β γλῶσσαν ἔχει, ἀποκάλυψιν ἔχει, ἑρμηνείαν ἔχει· πάντα πρὸς οἰκοδομὴν γινέσθω. 27 εἴτε γλώσσῃ τις λαλεῖ, κατὰ δύο ἢ τὸ πλεῖστον τρεῖς, καὶ ἀνὰ μέρος, καὶ εἷς διερμηνευέτω· 28 ἐὰν δὲ μὴ ᾖ δι­ερμηνευτής, σιγάτω ἐν ἐκκλησίᾳ, ἑαυτῷ δὲ λαλείτω καὶ τῷ Θεῷ. 29 προ­φῆται δὲ δύο ἢ τρεῖς λαλείτωσαν, καὶ οἱ ἄλλοι διακρινέτωσαν· 30 ἐὰν δὲ ἄλλῳ ἀποκαλυφθῇ καθημένῳ, ὁ πρῶτος σιγάτω. 31 δύνασθε γὰρ καθ᾿ ἕνα πάντες προφητεύειν, ἵνα πάντες μανθάνωσι καὶ πάντες παρακαλῶνται· 32 καὶ πνεύματα προφητῶν προφήταις ὑποτάσσεται· 33 οὐ γάρ ἐστιν ἀκατα­στασίας ὁ Θεός, ἀλλὰ εἰρήνης.

34 ῾Ως ἐν πάσαις ταῖς ἐκκλησίαις τῶν ἁγίων, αἱ γυναῖκες ὑμῶν ἐν ταῖς ἐκκλησίαις σιγάτωσαν· 34β οὐ γὰρ ἐπιτέτραπται αὐταῖς λαλεῖν, ἀλλ᾿ ὑπο­τάσσεσθαι, καθὼς καὶ ὁ νόμος λέγει. 35 εἰ δέ τι μαθεῖν θέλουσιν, ἐν οἴκῳ τοὺς ἰδίους ἄνδρας ἐπερωτάτωσαν· αἰσχρὸν γάρ ἐστι γυναιξὶν ἐν ἐκκλησίᾳ λαλεῖν. 36 ἢ ἀφ᾿ ὑμῶν ὁ λόγος τοῦ Θεοῦ ἐξῆλθεν, ἢ εἰς ὑμᾶς μόνους κατήν­τησεν; 37 Εἴ τις δοκεῖ προφήτης εἶναι ἢ πνευματικός, ἐπιγνωσκέτω ἃ γρά­φω ὑμῖν, 37β ὅτι τοῦ Κυρίου εἰσίν ἐντολαί· 38 εἰ δέ τις ἀγνοεῖ, ἀγνοείτω. 39 ῞Ωστε, ἀδελφοί, ζηλοῦτε τὸ προφητεύειν, καὶ τὸ λαλεῖν γλώσσαις μὴ κωλύ­ετε· 40 πάντα εὐσχημόνως καὶ κατὰ τάξιν γινέσθω.

 

Παραπομπαί

14. 1) 14:3-5,24,25,37,39· 12:1,31· 13:1-8,9,13. 1Θεσ 5:20. Ρμ 9:30· 12:6· 14:19. Εφ 1:3. 1Τιμ 4:14· 5:10· 6:11. 2Τιμ 2:22. Εβρ 12:14. 1Πετ 3:11-13. 2Πετ 1:7. 3Ιω 11. Αρ 11:25-29. Πρμ 15:9. 21:21. Ησ 51:1.

2-3) 14:11-16,28. Ρμ 5:26,27.

2) 14:9-11,21,22· 2:7,10· 13:2· 15:51. Ρμ 16:25. Εφ 3:3-9· 6:19. Κλσ 1:26,27· 2:2. 1Τιμ 3:9,16. Πρξ 2:4-11· 10:46· 19:6· 22:9. Μτ 13:11. Μρ 4:11. Απ 10:7. Γεν 11:7· 42:23. Δευτ 28:49. 4Βασ 18:26. Ψ 48:3,4· 77:2.

3) 14:4,12,26,31· 8:1· 10:23. 2Κορ 1:4· 2:7. 1Θεσ 2:3,11· 3:2· 4:1,18· 5:11-14. 2Θεσ 3:12. Ρμ 12:8· 14:19· 15:2. Εφ 4:12-16,29· 6:22. Κλσ 4:8. 1Τιμ 1:4· 4:13· 6:2. 2Τιμ 4:2. Ττ 1:9· 2:6,9,15. Εβρ 3:13· 10:25· 13:22. Λκ 3:18. Πρξ 9:31· 13:15· 14:22· 15:32. 1Πετ 5:12. Ιδ 20.

4) 14:3,14,17-19.

5) Αρ 11:28,29. 1Κορ 12:28-30· 12:10,30· 13:4· 14:1,3,12,13,19,26-28,31. Εφ 4:12.

6) 10:33· 12:7,8,28· 13:2,3,8,9· 14:1,25,26-30. 2Κορ 11:6· 12:1,7. Μτ 11:25· 16:17,26. Ρμ 15:14· 16:17. Εφ 1:17· 3:4. Φιλ 3:15. 2Τιμ 2:14· 3:10,16· 4:2. Ττ 3:8. Εβρ 13:9. 2Πετ 1:5· 3:18. 2Ιω 9. 1Βασ 12:21. Ιερ 16:19· 23:32.

7) 13:1· 14:8. Μτ 11:17. Λκ 7:32. Αρ 10:2-10.

8) Αρ 10:9. ΙσΝ 6:4-20. Κρ 7:16-18. Νε 4:18-21. Ιωβ 39:24,25. Ησ 27:13. Αμ 3:6. Εφ 6:11-18.

9) 14:19· 9:26.

10) 15:37.

11) 14:21. Πρξ 28:2,4. Ρμ 1:14. Κλσ 3:11.

12-13) 14:1-5.

12) 12:7,31· 14:3,4,26,32. Ττ 2:14.  

13) 14:27,28· 12:10,30. Μρ 11:24. Ιω 14:13,14. Πρξ 1:14· 4:29-31· 8:15.

14) 14:2,15,16,19.

15) 10:19· 14:19. Εφ 5:17-20· 6:18. Κλσ 3:16. Ρμ 1:9· 3:5· 8:31· 12:1,2. Φιλ 1:18. Ιω 4:23,24. Ιδ 20. Ψ 46:7.

16) 14:2,14,23,24· 1:4-8· 11:24· 16:24. Νε 8:6. Αρ 5:22. Δευτ 27:15-26. 3Βασ 1:36. 1Παρ 16:36. Ψ 40:13· 71:19· 88:52· 105:48. Ησ 29:11,12. Ιερ 28:6. Μτ 6:13· 28:20. Μρ 16:20. Πρξ 4:13. Ιω 7:15· 21:25. Απ 5:14· 22:20.

17) 14:4,6.

18) 1:4-6· 4:7.

19) 14:4,5,21,22.

20) 2:6· 3:1,2· 13:11. Ρμ 16:19. Εφ 4:14,15. Φιλ 1:9· 3:15. Εβρ 5:12,13· 6:1-3. Μτ 10:16· 11:25· 18:3· 19:4,14. Μρ 10:15. 1Πετ 2:1,2. 2Πετ 3:18. Ψ 118:99· 130:1,2. Ησ 11:3.

21) (Δτ 28:49.) Ησ 28:11,12. Ρμ 3:19. Ιω 10:34.

22) Μρ 16:17. Μτ 13:58. Πρξ 2:6-12,32-36. 1Τιμ 1:9. 1Κορ 14:3.

23) 14:16· 11:18. Πρξ 2:7-11,13· 26:24. Ιω 10:20. Ωσ 9:7.

24) 2:15. Ιω 1:47-49· 4:29· 16:8,9. Πρξ 2:37. Εβρ 4:12,13.

25) Γεν 44:14. Δευτ 9:18. 4Βασ 5:26. Ψ 71:11. Ζαχ 8:23. Ησ 45:14· 60:14. Δν 2:47. Λκ 5:8· 8:28. Πρξ 5:11. Ιω 4:17-19. Απ 5:8· 19:4.

26-27) 14:4,5,6,12,40· 2:6-10· 12:7,8-10. Πρξ 21:22. Ρμ 14:19. 2Κορ 12:19· 13:10. Εφ 4:12,16,29· 5:14. 1Θεσ 5:11.

28) 14:2,4.

29) 14:39· 12:10. 1Θεσ 5:19-21. 1Ιω 4:1-3.

30) 14:6,26. 1Θεσ 5:19,20. Ιωβ 32:11,15-20· 33:31-33.

31) 14:3,19,35. 2Κορ 1:4· 7:6,7. 1Θεσ 4:18· 5:11,14. Ρμ 1:12. Εφ 4:11,12· 6:22. Πρμ 1:5· 9:9.

32) 14:29,30. Πρξ 4:19,20. 1Ιω 4:1. 1Βασ 10:10-13· 19:19-24. 4Βασ 2:3,5. Ιωβ 32:8-11. Ιερ 20:9.

33) 14:40· 4:17· 7:15,17· 11:16. 2Θεσ 3:16. Ρμ 15:33. Γαλ 5:22. Εβρ 13:20. Λκ 2:14. Ιακ 3:17,18.

34) Γεν 3:16. Αρ 30:3-13. Ιωηλ 3:1. 1Κορ 11:3,5,7-10,16· 14:21,35. 1Τιμ 2:11,12. Εφ 5:22-24,33. Κλσ 3:18. Ττ 2:5. 1Πετ 3:1-6.

35) 14:34· 11:5,6,14. Εφ 5:12,25-27. 1Πετ 3:7.

36) 4:7. 2Κορ 10:13-16. 1Θεσ 1:8. Πρξ 13:1-3· 15:35,36· 16:9,10· 17:1,10,11,15· 18:1-17. Ησ 2:3. Μιχ 4:1,2. Ζαχ 14:8.

37-38) 3:1,18· 7:10· 11:16. 2Τιμ 2:7. 1Ιω 4:6. Ιεζ 3:2.

37) 7:25,40. 8:2· 10:7,12· 11:4,12-15· 13:1-3. 1Κορ 7:12. 1Θεσ 4:1-8. Ρμ 12:3. Γαλ 6:8. Λκ 10:16. 2Πετ 3:2. Ιδ 17. Αρ 24:3,4,16.

38) 1Κορ 2:15. 1Τιμ 6:3-5. 2Τιμ 4:3,4. Μτ 7:6· 15:14. Απ 22:11,12. Ωσ 4:17.

39) 14:1-5,24,25· 12:31. 1Θεσ 5:20.

40) 14:26-33· 11:34. Ρμ 13:13. Κλσ 2:5. Ττ 1:5.

 

Σημειώσεις 14ου κεφαλαίου

(1) Β.Α. ἔχει ἡμιπαράγραφον εἰς τὸ παρὸν σημεῖον.

῞Ετεραι παραπομπαί. 34) Ἐσθὴρ 1:17-20.

 

 

 

᾿Εξηγήσεις συμβόλων καὶ στοιχείων