1. Βίβλος Κείμενον τῆς Βίβλου Α΄ Κορινθίους, κεφ. 15 (κείμενον)

PostHeaderIcon Α΄ Κορινθίους, κεφ. 15 (κείμενον)

 

Α΄ πρὸς Κορινθίους

ἐπιστολὴ Παύλου

 

ΚΕΦΑΛΑΙΟΝ 15

 

[Λόγος 17ος]

 

1 Γνωρίζω δὲ ὑμῖν, ἀδελφοί, τὸ εὐαγγέλιον ὃ εὐηγγελισάμην ὑμῖν, ὃ καὶ παρελάβετε, ἐν ᾧ καὶ ἑστήκατε, (1) δι᾿ οὗ καὶ σῴζεσθε, 2 τίνι λόγῳ εὐ­ηγγελισάμην ὑμῖν εἰ κατέχετε, ἐκτὸς εἰ μὴ εἰκῇ ἐπιστεύσατε. 3 παρέδωκα γὰρ ὑμῖν ἐν πρώτοις ὃ καὶ παρέλαβον, ὅτι Χριστὸς ἀπέθανεν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν κατὰ τὰς Γραφάς, 4 καὶ ὅτι ἐτάφη, καὶ ὅτι ἐγήγερται τῇ τρίτῃ ἡμέρᾳ κατὰ τὰς Γραφάς, 5 καὶ ὅτι ὤφθη Κηφᾷ, εἶτα τοῖς δώδεκα· 6 ἔπειτα ὤφθη ἐπάνω πεντακοσίοις ἀδελφοῖς ἐφάπαξ, ἐξ ὧν οἱ πλείους μένουσιν ἕως ἄρτι, τινὲς δὲ καὶ ἐκοιμήθησαν· 7 ἔπειτα ὤφθη ᾿Ιακώβῳ, εἶτα τοῖς ἀποστόλοις πᾶσιν· 8 ἔσχατον δὲ πάντων ὡσπερεὶ τῷ ἐκτρώματι ὤφθη κἀμοί. 9 ἐγὼ γάρ εἰμι ὁ ἐλάχιστος τῶν ἀποστόλων, ὃς οὐκ εἰμὶ ἱκανὸς καλεῖσθαι ἀπόστολος, διότι ἐδίωξα τὴν ἐκκλησίαν τοῦ Θεοῦ· 10 χάριτι δὲ Θεοῦ εἰμι ὅ εἰμι· καὶ ἡ χάρις αὐτοῦ ἡ εἰς ἐμὲ οὐ κενὴ ἐγενήθη, 10β ἀλλὰ πε­ρισσότερον αὐτῶν πάντων ἐκοπίασα, 10γ οὐκ ἐγὼ δέ, ἀλλ᾿ ἡ χάρις τοῦ Θεοῦ ἡ σὺν ἐμοί. 11 εἴτε οὖν ἐγὼ εἴτε ἐκεῖνοι, οὕτω κηρύσσομεν καὶ οὕτως ἐπι­στεύσατε.

12 Εἰ δὲ Χριστὸς κηρύσσεται ὅτι ἐκ νεκρῶν ἐγήγερται, 12β πῶς λέγουσί τινες ἐν ὑμῖν ὅτι ἀνάστασις νεκρῶν οὐκ ἔστιν; 13 εἰ δὲ ἀνάστασις νεκρῶν οὐκ ἔστιν, οὐδὲ Χριστὸς ἐγήγερται· 14 εἰ δὲ Χριστὸς οὐκ ἐγήγερται, κενὸν ἄρα τὸ κήρυγμα ἡμῶν, κενὴ δὲ καὶ ἡ πίστις ὑμῶν. 15 εὑρισκόμεθα δὲ καὶ ψευδομάρτυρες τοῦ Θεοῦ, ὅτι ἐμαρτυρήσαμεν κατὰ τοῦ Θεοῦ 15β ὅτι ἤγειρε τὸν Χριστόν, ὃν οὐκ ἤγειρεν, εἴ περ ἄρα νεκροὶ οὐκ ἐγείρονται· 16 εἰ γὰρ νεκροὶ οὐκ ἐγείρονται, οὐδὲ Χριστὸς ἐγήγερται. 17 εἰ δὲ Χριστὸς οὐκ ἐγή­γερται, ματαία ἡ πίστις ὑμῶν· ἔτι ἐστὲ ἐν ταῖς ἁμαρτίαις ὑμῶν. 18 ἄρα καὶ οἱ κοιμηθέντες ἐν Χριστῷ ἀπώλοντο. 19 εἰ ἐν τῇ ζωῇ ταύτῃ ἠλπικότες ἐσμὲν ἐν Χριστῷ μόνον, ἐλεεινότεροι πάντων ἀνθρώπων ἐσμέν. 20 Νυνὶ δὲ Χρι­στὸς ἐγήγερται ἐκ νεκρῶν, ἀπαρχὴ τῶν κεκοιμημένων ἐγένετο. 21 ἐπειδὴ γὰρ δι᾿ ἀνθρώπου ὁ θάνατος, καὶ δι᾿ ἀνθρώπου ἀνάστασις νεκρῶν. 22 ὥς περ γὰρ ἐν τῷ ᾿Αδὰμ πάντες ἀποθνῄσκουσιν, 22β οὕτω καὶ ἐν τῷ Χριστῷ πάντες ζωοποιηθήσονται. 23 ἕκαστος δὲ ἐν τῷ ἰδίῳ τάγματι· 23β ἀπαρχὴ Χριστός, ἔπειτα οἱ Χριστοῦ ἐν τῇ παρουσίᾳ αὐτοῦ· 24 εἶτα τὸ τέλος, ὅταν παραδῷ τὴν βασιλείαν τῷ Θεῷ καὶ πατρί, 24β ὅταν καταργήσῃ πᾶσαν ἀρ­χὴν καὶ πᾶσαν ἐξουσίαν καὶ δύναμιν. 25 δεῖ γὰρ αὐτὸν βασιλεύειν ἄχρις οὗ ἂν θῇ πάντας τοὺς ἐχθροὺς ὑπὸ τοὺς πόδας αὐτοῦ. 26 ἔσχατος ἐχθρὸς κα­ταργεῖται ὁ θάνατος· 27 πάντα γὰρ ὑπέταξεν ὑπὸ τοὺς πόδας αὐτοῦ. 27β ὅταν δὲ εἴπῃ ὅτι πάντα ὑποτέτακται, δῆλον ὅτι ἐκτὸς τοῦ ὑποτάξαντος αὐτῷ τὰ πάντα. 28 ὅταν δὲ ὑποταγῇ αὐτῷ τὰ πάντα, τότε καὶ αὐτὸς ὁ υἱὸς ὑποταγήσεται τῷ ὑποτάξαντι αὐτῷ τὰ πάντα, 28β ἵνα ᾖ ὁ Θεὸς τὰ πάντα ἐν πᾶσιν. (2)

29 ᾿Επεὶ τί ποιήσουσιν οἱ βαπτιζόμενοι ὑπὲρ τῶν νεκρῶν, εἰ ὅλως νεκροὶ οὐκ ἐγείρονται; 29β τί καὶ βαπτίζονται ὑπὲρ τῶν νεκρῶν; 30 τί καὶ ἡμεῖς κιν­δυνεύομεν πᾶσαν ὥραν; 31 καθ᾿ ἡμέραν ἀποθνῄσκω, νὴ τὴν ὑμετέραν καύ­χησιν ἣν ἔχω ἐν Χριστῷ ᾿Ιησοῦ τῷ Κυρίῳ ἡμῶν. 32 εἰ κατὰ ἄνθρωπον ἐθηρι­ομάχησα ἐν ᾿Εφέσῳ, τί μοι τὸ ὄφελος; 32β εἰ νεκροὶ οὐκ ἐγείρονται, φάγω­μεν καὶ πίωμεν, αὔριον γὰρ ἀποθνῄσκομεν. 33 μὴ πλανᾶσθε· φθεί­ρουσιν ἤθη χρηστὰ ὁμιλίαι κακαί. 34 ἐκνήψατε δικαίως καὶ μὴ ἁμαρτάνετε· 34β ἀγνωσίαν γὰρ Θεοῦ τινες ἔχουσι· πρὸς ἐντροπὴν ὑμῖν λέγω.

35 ᾿Αλλ᾿ ἐρεῖ τις· «Πῶς ἐγείρονται οἱ νεκροί; ποίῳ δὲ σώματι ἔρχονται;» 36 ἄφρον, σὺ ὃ σπείρεις, οὐ ζωοποιεῖται ἐὰν μὴ ἀποθάνῃ· 37 καὶ ὃ σπείρεις, οὐ τὸ σῶμα τὸ γενησόμενον σπείρεις, 37β ἀλλὰ γυμνὸν κόκκον, εἰ τύχοι σίτου ἤ τινος τῶν λοιπῶν· 38 ὁ δὲ Θεὸς αὐτῷ δίδωσι σῶμα καθὼς ἠθέλησε, καὶ ἑκάστῳ τῶν σπερμάτων τὸ ἴδιον σῶμα. 39 οὐ πᾶσα σὰρξ ἡ αὐτὴ σάρξ, ἀλλὰ ἄλλη μὲν ἀνθρώπων, 39β ἄλλη δὲ σὰρξ κτηνῶν, ἄλλη δὲ ἰχθύων, ἄλλη δὲ πετεινῶν. 40 καὶ σώματα ἐπουράνια, καὶ σώματα ἐπίγεια· 40β ἀλλ᾿ ἑτέρα μὲν ἡ τῶν ἐπουρανίων δόξα, ἑτέρα δὲ ἡ τῶν ἐπιγείων. 41 ἄλλη δόξα ἡλίου, καὶ ἄλλη δόξα σελήνης, 41β καὶ ἄλλη δόξα ἀστέρων· ἀστὴρ γὰρ ἀστέρος διαφέρει ἐν δόξῃ. 42 οὕτω καὶ ἡ ἀνάστασις τῶν νεκρῶν. 42β σπείρεται ἐν φθορᾷ, ἐγείρεται ἐν ἀφθαρσίᾳ· 43 σπείρεται ἐν ἀτιμίᾳ, ἐγείρεται ἐν δόξῃ· 43β σπείρεται ἐν ἀσθενείᾳ, ἐγείρεται ἐν δυνάμει· 44 σπείρεται σῶμα ψυχι­κόν, ἐγείρεται σῶμα πνευματικόν. 44β ἔστι σῶμα ψυχικόν, καὶ ἔστι σῶμα πνευματικόν. 45 οὕτω καὶ γέγραπται· ᾿Εγένετο ὁ πρῶτος ἄνθρωπος ᾿Αδὰμ εἰς ψυχὴν ζῶσαν· 45β ὁ ἔσχατος ᾿Αδὰμ εἰς πνεῦμα ζωοποιοῦν. 46 ἀλλ᾿ οὐ πρῶτον τὸ πνευματικόν, ἀλλὰ τὸ ψυχικόν, ἔπειτα τὸ πνευματικόν. 47 ὁ πρῶτος ἄνθρωπος ἐκ γῆς χοϊκός, ὁ δεύτερος ἄνθρωπος ὁ Κύριος ἐξ οὐρανοῦ. 48 οἷος ὁ χοϊκός, τοιοῦτοι καὶ οἱ χοϊκοί, καὶ οἷος ὁ ἐπουράνιος, τοιοῦτοι καὶ οἱ ἐπουράνιοι· 49 καὶ καθὼς ἐφορέσαμεν τὴν εἰκόνα τοῦ χοϊ­κοῦ, 49β φορέσομεν καὶ τὴν εἰκόνα τοῦ ἐπουρανίου. (2)

50 Τοῦτο δέ φημι, ἀδελφοί, ὅτι σὰρξ καὶ αἷμα βασιλείαν Θεοῦ κληρονο­μῆσαι οὐ δύνανται, 50β οὐδὲ ἡ φθορὰ τὴν ἀφθαρσίαν κληρονομεῖ. 51 ἰδοὺ μυστήριον ὑμῖν λέγω· πάντες μὲν οὐ κοιμηθησόμεθα, πάντες δὲ ἀλλαγησό­μεθα, 52 ἐν ἀτόμῳ, ἐν ῥιπῇ ὀφθαλμοῦ, ἐν τῇ ἐσχάτῃ σάλπιγγι· 52β σαλπίσει γάρ, καὶ οἱ νεκροὶ ἐγερθήσονται ἄφθαρτοι, καὶ ἡμεῖς ἀλλαγησόμεθα. 53 δεῖ γὰρ τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν καὶ τὸ θνητὸν τοῦτο ἐνδύσα­σθαι ἀθανασίαν. 54 ὅταν δὲ τὸ φθαρτὸν τοῦτο ἐνδύσηται ἀφθαρσίαν καὶ τὸ θνητὸν τοῦτο ἐνδύσηται ἀθανασίαν, 54β τότε γενήσεται ὁ λόγος ὁ γεγραμ­μένος· Κατεπόθη ὁ θάνατος εἰς νῖκος. 55 ποῦ σου, θάνατε, τὸ κέντρον, ποῦ σου, ᾅδη, τὸ νῖκος; 56 τὸ δὲ κέντρον τοῦ θανάτου ἡ ἁμαρτία, ἡ δὲ δύναμις τῆς ἁμαρτίας ὁ νόμος. 57 τῷ δὲ Θεῷ χάρις τῷ διδόντι ἡμῖν τὸ νῖκος διὰ τοῦ Κυρίου ἡμῶν ᾿Ιησοῦ Χριστοῦ. (2)

58 ῞Ωστε, ἀδελφοί μου ἀγαπητοί, ἑδραῖοι γίνεσθε, ἀμετακίνητοι, 58β πε­ρισσεύοντες ἐν τῷ ἔργῳ τοῦ Κυρίου πάντοτε, 58γ εἰδότες ὅτι ὁ κόπος ὑμῶν οὐκ ἔστι κενὸς ἐν Κυρίῳ.

 

Παραπομπαί

(ἡ παραπομπὴ Χ:0 σημαίνει ὅλον τὸ Χ κεφάλαιον)

15. 1) 15:3-11· 1:4-8,23,24· 2:2-7· 4:15· 9:18· 11:23. 2Κορ 1:24. 1Θεσ 1:6· 2:13· 4:1. 2Θεσ 3:6. Ρμ 1:1· 5:2· 11:20. Γαλ 1:6-12. Μρ 4:16-20. Ιω 12:48. Πρξ 2:41· 11:1· 18:4,5. 1Πετ 5:12.

1-2) 1:21. Γαλ 1:11,12· 3:7. Ρμ 1:16. 2Τιμ 2:18.

2) 15:11,12,14· 1:18,21. 2Κορ 2:15· 6:1. 2Θεσ 2:15. Ρμ 1:16. Εφ 2:8. Γαλ 3:4· 4:11. 2Τιμ 1:9. Κλσ 1:23. Εβρ 2:1· 3:6,14· 4:14· 10:23. Λκ 8:13. Ιω 8:31,32. Πρξ 2:47· 8:13. Ιακ 2:14,17,26. Ψ 105:12,13. Πρμ 3:1· 4:13· 6:20-23· 23:23.

3-4) 5:7· 11:2,23. Ρμ 3:23-26· 4:24,25. Μτ 1:21· 12:40. Λκ 24:25-27,46. 1Πετ 2:24. Ιω 2:1. Ψ 15:10· 21:16,17. Ησ 53:5,8-9. Δν 9:24. Ζχ 13:7. Ωσ 6:2.

3) 4:1,2· 5:7· 7:10· 11:2,23· 14:17. 2Κορ 5:21. Γαλ 1:4,12· 3:13. Ρμ 3:25· 4:25. Εφ 1:7· 5:2. Εβρ 10:11,12. Μτ 20:18,19· 26:28. Μρ 16:15,16. Λκ 24:26,27,46,47. Πρξ 3:18· 26:22,23. 1Πετ 1:11· 2:24· 3:18. 1Ιω 2:2. Απ 1:5. Γεν 3:15. Ψ 21:1-31· 68:1-36. Ησ 53:1-12. Ιεζ 3:17. Δν 9:24-26. Ζαχ 13:7.

4) 15:16-21. Ρμ 6:4. Κλσ 2:12. Εβρ 13:20. Μτ 12:40· 16:21· 20:19· 27:57-60,63,64· 28:1-6. Μρ 9:31· 10:33,34· 15:43-46· 16:2-7. Λκ 9:22· 18:32,33· 23:50-53· 24:5-7,26,46. Ιω 2:19-21· 19:38-42· 20:1-9. Πρξ 1:3· 2:23-33· 13:29-37· 17:31· 26:22,23. 1Πετ 1:11. Ψ 2:7· 15:10,11. Ησ 53:8-12· 57:1-2. Ωσ 6:2. Ιωνα 1:17· 2:1.

5) 1:12· 3:22· 9:5. Λκ 24:33,34,35,36-43. Ιω 1:42· 20:19-29· 21:1-23. Μτ 26:47,55. Μρ 16:14. Λκ 24:34,36-49. Πρξ 1:2-14· 10:41.

6) 15:18. 1Θεσ 4:13-15. Μτ 28:10,16,17. Μρ 16:7. Πρξ 2:1· 7:60· 13:36. 2Πετ 3:4.

7) Λκ 24:50. Πρξ 1:2-12· 12:17· 15:13· 21:8. Γαλ 1:19.

8) Αρ 12:12. Ιωβ 3:16. 1Κορ 9:1. 2Κορ 12:1-6. Πρξ 9:3-5,17· 18:9· 22:14,18· 23:11· 26:16.

9) 4:9. 2Κορ 11:5· 12:11. Εφ 3:7,8. Γαλ 1:13,23. Φιλ 3:6. 1Τιμ 1:13-15. Μτ 5:19. Πρξ 8:3· 9:1-19· 22:4,5· 26:9-11. Ψ 50:3. Ησ 43:25.

10) 15:2· 3:10· 4:7. Ρμ 1:5· 11:1,5,6· 15:1 7-20. 2Κορ 3:5· 6:1· 10:12-16· 11:5,23-30· 12:11. Εφ 2:7,8· 3:7,8. Γαλ 1:15· 2:8,9. Φιλ 2:13,16· 4:13. 1Θεσ 3:5. Κλσ 1:28,29. 1Τιμ 1:15,16. Μτ 10:20. Πρξ 14:26.

11) 15:3,4,15· 2:2· 3:5. Πρξ 2:32· 13:32.

12) 15:4,13-19. 2Θεσ 2:17. 2Τιμ 2:18. Μτ 22:23. Πρξ 17:32· 23:6-8· 26:8.

13-14) 15:16-18,29-32· 6:14. Ρμ 4:14.

13) 15:20. 2Κορ 4:10-14. 1Θεσ 4:14. Ρμ 4:24,25· 8:11,23. Κλσ 3:1-4. 2Τιμ 4:8. Εβρ 2:14· 13:20. Ιω 11:25,26. Πρξ 23:8. 1Πετ 1:3. Απ 1:18.

14) 15:2,17. Γαλ 2:2. Μτ 15:9. Πρξ 17:31. Ιακ 1:26· 2:20. Ψ 72:13. Ησ 49:4. Γεν 8:8.

15) 15:11,13,20. Ρμ 3:7,8. Πρξ 1:22· 2:24,32· 3:15· 4:10,33· 6:14· 10:39-42· 13:30-33· 20:21. 1Ιω 5:10. Εξ 23:3. Ιωβ 13:7-10.

16-18) 15:13,14· 11:30. Ρμ 4:25. Εφ 2:1-6. 1Θεσ 4:13-15. Ιω 8:21.

17) 15:2,14. Ρμ 4:25· 5:10· 8:33,34. Εβρ 7:23-28· 9:22-28· 10:4-12. Ιω 1:29· 8:21-24. Πρξ 5:31· 13:38,39. 1Πετ 1:3,21. Ιεζ 33:10.

18) 15:6. 1Θεσ 4:13,14. Απ 14:13.

19) 15:32· 6:3,4. Ρμ 5:2-5. Εφ 1:12,13. 1Θεσ 1:3. 1Κορ 4:9-13. 2Τιμ 1:12· 2:4· 3:12· 4:8. Εβρ 11:39. Μτ 5:10-12· 10:21-25· 24:9. Λκ 8:14· 21:34. Ιω 16:2,33. Πρξ 14:22. 1Πετ 1:21. Απ 6:11· 14:13. Ψ 16:14. Εκ 6:11· 9:9.

20) 15:4-8,23. 1Θεσ 4:13. Ρμ 8:11· 11:16· 16:5. Κλσ 1:18. Πρξ 3:15· 26:23. 1Πετ 1:3. Απ 1:5. Λευ 23:10-11.

21-22) 15:45-49. Ρμ 5:12-19· 6:23. Ιω 5:28,29.

21) 15:18,22. Ρμ 5:12-18· 6:23. Ιω 11:25. Απ 5:12. Γεν 2:17· 3:6,17-19.

22) 15:45-49. Ιω 5:21-29. Ρμ 5:12-21. Γεν 2:17· 3:6,19.

23) 15:20· 3:23. 1Θεσ 2:19· 3:13· 4:15-17. 2Κορ 10:7. Γαλ 3:29· 5:24. Ρμ 8:10. Απ 20:5. Μτ 24:3. Ησ 26:19.

24) Δν 2:44· 7:14,27· 12:4,9,13. Ησ 9:7. Απ 20:11-15. Μτ 10:22 11:27· 13:39,40· 24:13· 28:18. Λκ 10:22. Ιω 3:35· 13:3. 1Κορ 2:6. 1Θεσ 4:17. Εφ 1:21· 6:12. Φιλ 2:10. 1Τιμ 6:15 1Πετ 4:7. Ψ 2:8.

25) Ψ 2:6-10· 44:3-6· 109:1. Ησ 46:4. Δν 7:14. Εβρ 1:13· 10:12,13. Εφ 1:20,22. Κλσ 3:1. Πρξ 2:34· 3:21. Μτ 22:44. Μρ 12:36. Λκ 19:27. 20:42,43.

26) 15:54,55. 2Τιμ 1:10. Εβρ 2:14. Μτ 12:29. Λκ 1:33· 20:36. Απ 20:14· 21:4. Ησ 25:8. Ωσ 13:14.

27) Ψ 8:6. Εφ 1:20,22. Φιλ 2:9-11· 3:21. Εβρ 1:13· 2:8· 10:12. Μτ 11:27· 28:18. Ιω 3:35· 13:3. 1Πετ 3:22. Απ 1:18.

28) 3:23· 11:3· 12:6. Εφ 1:23. Κλσ 3:11. Φιλ 3:21. Μτ 13:41-43. Απ 19:11-21· 20:2-4,10-15. Ιω 14:28. Ψ 2:8,9· 17:39,47· 20:8,9. Δν 2:34,35,40-45.

29) 15:13,14,16-19,32. Ρμ 6:3,4. Μτ 20:22.

30) 15:31. Ρμ 8:36-39. 2Κορ 4:7-12· 6:9· 11:23-27. Γαλ 5:11.

30-31) 4:9,11,12. 2Κορ 4:11· 7:4,14· 11:23-27. 1Θεσ 2:19. — Γεν 42:15,16.

31) 4:9. 2Κορ 4:10,11. 1Θεσ 2:19. Ρμ 8:36. Μτ 5:34. Εξ 20:7.

32) Ψ 72:13. Ιωβ 35:3. Εκ 2:24· 11:9. Ησ 22:13· 56:12. Μλχ 3:14,15. 1Κορ 16:9. 2Κορ 1:8-10. Ρμ 3:5· 6:19. Γαλ 3:15. 2Τιμ 4:17. Ττ 1:12. Λκ 9:25· 12:19. Πρξ 19:1,23-41· 20:3,19. 2Πετ 2:12. Ιδ 10.

33) 5:6· 6:9· 9:8. Γαλ 6:7. Εφ 5:6. 2Θεσ 2:10. 2Τιμ 2:16-18. Εβρ 12:15. Μτ 24:4,11,24. Λκ 21:8. Πρξ 17:28. Ιακ 1:16. 2Πετ 2:2,18-20. Απ 12:9· 13:8-14. Πρμ 9:6· 13:20.

34) Ψ 4:4. 119:11. Ιωβ 35:16. Ιωηλ 1:5. Ιωνα 1:6. 1Κορ 6:5· 8:7. 1Θεσ 4:5. Ρμ 1:28· 13:11. Εφ 5:14. Εβρ 5:11,12. Πρξ 6:5· 26:8. Μτ 22:29. Ιω 5:14· 8:11. 1Πετ 2:15.

35) Ιακ 2:18. 1Κορ 15:38-53. Ρμ 9:19. Φιλ 3:21. Μτ 22:29,30. Ιω 3:4,9· 9:10. Ψ 72:11. Ιωβ 11:12· 22:13. Εκ 11:5. Ιεζ 37:3,11.

36) Ιω 12:24. Λκ 12:20· 13:24· 24:25. Ρμ 1:22. Εφ 5:15.

37-38) 14:10. Μτ 6:28,30.

38) 3:7· 12:18. Μρ 4:26-29. Γεν 1:11,12. Ψ 103:14. Ησ 61:11.

39) 15:41. Γεν 1:20-26· 8:17.

40) 15:49. Φιλ 2:10. Ιω 3:12.

40-41) Δευτ 4:19. Ιωβ 38:7. Μτ 6:26· 10:31· 12:12· 22:30· 24:29.

41) Γεν 1:14. Δευτ 4:19. Ιωβ 31:26. Ψ 8:3· 18:4-6· 148:3-5. Ησ 24:23. Μτ 13:43. Ιω 14:2.

42-44) 15:36-41,50,52,53. Φιλ 3:21. Ρμ 8:19-21.

42) 15:50-54. Φιλ 3:20,21. Ρμ 1:23· 8:21. Μτ 13:43. Λκ 20:35,36. Πρξ 2:27,31· 13:34-37. 1Πετ 1:4. Γεν 3:19. Ιωβ 17:14. Ψ 15:10· 48:9,14. Ησ 38:17. Δν 12:3.

43) Ψ 101:23. Ιωβ 14:10. Δν 12:1. 1Κορ 6:14. 2Κορ 13:4,14. Φιλ 3:10,20,21. Κλσ 3:4. Μτ 13:43· 22:29,30. Μρ 12:24,25.

44) 15:4· 2:14. Λκ 24:31. Ιω 20:19,26. 1Πετ 3:18.

45) Γεν 2:7. 1Κορ 15:47-49. Ρμ 5:12-14,17,21· 8:2,10,11. Φιλ 3:21. Κλσ 3:4. Πρξ 3:15. Απ 16:3· 21:6· 22:1,17. 1Ιω 1:1-3· 5:11,12. Ιω 1:4· 4:10,14· 5:21,25-29· 6:33,39,40,54,57,63,68· 10:10,28· 11:25,26· 14:6,19· 17:2,3.

45-49) Γεν 2:7· 5:3. 2Κορ 3:6,17,18· 4:11. Φιλ 3:21. Ρμ 5:14· 8:11,29. Ιω 3:13,31. 1Ιω 3:2. Ιακ 6:63.

46) Ρμ 6:6. Εφ 4:22-24. Κλσ 3:9,10.

47-49) Γεν 2:7· 3:13· 5:9. Εκ 12:7. 2Κορ 5:1,2. Φιλ 3:20,21. Εβρ 12:22,23. Ρμ 8:29. Ιω 3:31. 1Ιω 3:2.

47) Γεν 2:7· 3:19. Ησ 9:6. Ιερ 23:6. 1Κορ 2:8· 15:45. 2Κορ 5:1. Εφ 4:9-11. 1Τιμ 3:16. Μτ 1:23. Λκ 1:16,17· 2:11. Ιω 3:12,13,31· 6:33. Πρξ 10:36.

48) 15:21,22. Ρμ 5:12-21. Φιλ 3:20,21. Γεν 5:3. Ιω 3:6,13,31. Ιωβ 14:4.

49) Γεν 3:19· 5:3. Μτ 13:43. Ρμ 8:29. 1Κορ 15:40. 2Κορ 3:18· 4:10,11. 1Ιω 3:2.

50) 15:42,43,53· 1:12· 6:9,13· 7:29. 2Κορ 5:1· 9:6. Γαλ 1:6· 3:17· 5:16. Εφ 4:17. Κλσ 2:4. Μτ 16:17. Ιω 1:13· 3:3-6.

51-52) 1Θεσ 4:15-17. Ρμ 11:25. Μτ 24:31. Ιω 5:28.

51) 15:6,18,20· 2:7· 4:1· 13:2· 14:2. Εφ 1:9· 3:3· 5:32. 1Θεσ 4:14-17. Φιλ 3:21. Ιω 15:15.

52) 15:42,50. 1Θεσ 4:16. Μτ 24:31. Ιω 5:25. 2Πετ 3:10. Απ 8:2,13· 9:13,14. Εξ 19:16· 20:18· 33:5. Αρ 10:4· 16:21,45. Ψ 72:19· 148:57. Ησ 18:3· 27:13. Ιεζ 33:3,6. Ζχ 9:14.

53) 15:50. Ρμ 13:12-14. 2Κορ 5:2-4. Γαλ 3:27. Εφ 4:24. 1Ιω 3:2.

54-55) Ησ 25:8. Ωσ 13:14. 1Κορ 15:26,53· 1:20. Εβρ 2:14,15.

54) Ησ 25:8. Ωσ 13:14. Ρμ 2:7· 6:12· 8:11. 2Κορ 4:11. 2Θεσ 1:10. Λκ 20:36. Εβρ 2:14,15. Απ 20:14· 21:4.

55) Ψ 48:8-15· 88:48. Ιωβ 18:13,14. Εκ 2:15,16· 3:19· 8:8· 9:5,6. Ωσ 13:14. Λκ 16:23. Πρξ 2:27· 9:5. Ρμ 5:14. Εβρ 2:14. Απ 9:10· 20:13,14.

56) Ιω 8:21,24. Ρμ 3:19,20· 4:15· 5:12,13,15,17,20· 6:23· 7:5-13. Εβρ 9:27. Γαλ 3:10-13. Γεν 3:17-19. Ψ 89:3-11. Πρμ 14:32.

57) 15:51. 2Κορ 1:11· 2:14· 9:15. Ρμ 7:25· 8:37. Εφ 5:20. Πρξ 27:35. Ιω 16:33. 1Ιω 5:4,5. Απ 12:11· 15:2,3. 4Βασ 5:1. 1Παρ 22:11. Ψ 97:1. Πρμ 21:31.

58) 1Κορ 3:8· 16:10. 2Κορ 7:1. 1Θεσ 1:3· 3:3,5,12· 4:1. 2Θεσ 1:3. Κλσ 1:23· 2:5,7. Φιλ 1:9,11· 2:16,30· 4:17. Γαλ 4:11· 6:9. Εβρ 3:14· 6:10· 13:15,16,21. Ττ 2:14. Μτ 10:40-42· 25:31-40. Ιω 6:28,29. 2Πετ 1:4-9· 3:14,17,18. Ρθ 1:18. 2Παρ 15:7. Ψ 18:11· 54:22· 72:13· 77:8,37· 111:6. Ησ 65:23.

 

Σημειώσεις 15ου κεφαλαίου

(1) Εἰς πάσας σχεδὸν τὰς ἐντύπους ἐκδόσεις τὸ ἐδάφιον 2 ἀριθμεῖται ἀπὸ τοῦ πα­ρόντος σημείου· εἰς Β.Α. ὅμως ὑπάρχει πιθανὴ ἔνδειξις (μᾶλλον δυσδιάκριτος) ὅτι τὸ ἐδά­φιον δέον νὰ ἀριθμηθῇ ὡς ἐνταῦθα δείκνυται.

(2) Β.Α. ἔχει ἡμιπαραγράφους εἰς τὰ παρόντα σημεῖα.

῞Ετεραι παραπομπαί. 29) Β΄ Μακκαβαίων 12:43. 32) ῞Υμνος σοφίας 2:1-9. 33) ᾿Αρχαιοελληνικὸς παροιμιώδης λόγος· μαρτυρεῖται ὅτι περιεῖχετο καὶ εἰς συγγράμματα ἀρχαίων συγγραφέων, προφανῶς διότι ἦτο διαδεδομένον ἀπόφθεγμα παρὰ τῷ λαῷ. 34) ῞Υμνος σοφίας 13:1. 47-49) Σιρὰχ 36:10.

 

 

᾿Εξηγήσεις συμβόλων καὶ στοιχείων