1. Βίβλος Κείμενον τῆς Βίβλου Α΄ Κορινθίους, κεφ. 16 (κείμενον)

PostHeaderIcon Α΄ Κορινθίους, κεφ. 16 (κείμενον)

 

Α΄ πρὸς Κορινθίους

ἐπιστολὴ Παύλου

 

ΚΕΦΑΛΑΙΟΝ 16

 

[Λόγος 18ος]

 

1 Περὶ δὲ τῆς λογίας τῆς εἰς τοὺς ἁγίους, ὥς περ διέταξα ταῖς ἐκκλησί­αις τῆς Γαλατίας,(1) οὕτω καὶ ὑμεῖς ποιήσατε. 2 κατὰ μίαν σαββάτων ἕκα­στος ὑμῶν παρ᾿ ἑαυτῷ τιθέτω θησαυρίζων ὅ,τι ἂν εὐοδῶται, ἵνα μὴ ὅταν ἔλθω τότε λογίαι γίνωνται. 3 ὅταν δὲ παραγένωμαι, οὓς ἐὰν δοκιμάσητε, δι᾿ ἐπιστολῶν τούτους πέμψω ἀπενεγκεῖν τὴν χάριν ὑμῶν εἰς ᾿Ιερουσαλήμ· 4 ἐὰν δὲ ᾖ ἄξιον τοῦ κἀμὲ πορεύεσθαι, σὺν ἐμοὶ πορεύσονται. 5 ᾿Ελεύσομαι δὲ πρὸς ὑμᾶς ὅταν Μακεδονίαν διέλθω· Μακεδονίαν γὰρ διέρχομαι· 6 πρὸς ὑμᾶς δὲ τυχὸν παραμενῶ ἢ καὶ παραχειμάσω, ἵνα ὑμεῖς με προπέμψητε οὗ ἐὰν πορεύωμαι. 7 οὐ θέλω γὰρ ὑμᾶς ἄρτι ἐν παρόδῳ ἰδεῖν, ἐλπίζω δὲ χρόνον τινὰ ἐπιμεῖναι πρὸς ὑμᾶς, ἐὰν ὁ Κύριος ἐπιτρέπῃ. 8 ἐπιμενῶ δὲ ἐν ᾿Εφέσῳ ἕως τῆς πεντηκοστῆς· 9 θύρα γάρ μοι ἀνέῳγε μεγάλη καὶ ἐνεργής, καὶ ἀντικείμενοι πολλοί.

10 ᾿Εὰν δὲ ἔλθῃ Τιμόθεος, βλέπετε ἵνα ἀφόβως γένηται πρὸς ὑμᾶς· 10β τὸ γὰρ ἔργον Κυρίου ἐργάζεται ὡς κἀγώ· μή τις οὖν αὐτὸν ἐξουθενήσῃ. 11 προπέμψατε δὲ αὐτὸν ἐν εἰρήνῃ ἵνα ἔλθῃ πρός με· 11β ἐκδέχομαι γὰρ αὐτὸν μετὰ τῶν ἀδελφῶν. 12 Περὶ δὲ ᾿Απολλὼ τοῦ ἀδελφοῦ, πολλὰ παρεκάλεσα αὐτὸν ἵνα ἔλθῃ πρὸς ὑμᾶς μετὰ τῶν ἀδελφῶν· 12β καὶ πάντως οὐκ ἦν θέλη­μα ἵνα νῦν ἔλθῃ, ἐλεύσεται δὲ ὅταν εὐκαιρήσῃ.

13 Γρηγορεῖτε, στήκετε ἐν τῇ πίστει, ἀνδρίζεσθε, κραταιοῦσθε. 14 πάντα ὑμῶν ἐν ἀγάπῃ γινέσθω.

15 Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοί· οἴδατε τὴν οἰκίαν Στεφανᾶ, 15β ὅτι ἐστὶν ἀπαρχὴ τῆς ᾿Αχαΐας καὶ εἰς διακονίαν τοῖς ἁγίοις ἔταξαν ἑαυτούς· 16 ἵνα καὶ ὑμεῖς ὑποτάσσησθε τοῖς τοιούτοις καὶ παντὶ τῷ συνεργοῦντι καὶ κοπιῶντι. 17 χαίρω δὲ ἐπὶ τῇ παρουσίᾳ Στεφανᾶ καὶ Φουρτουνάτου καὶ ᾿Αχαϊκοῦ, 17β ὅτι τὸ ὑμῶν ὑστέρημα οὗτοι ἀνεπλήρωσαν· 18 ἀνέπαυσαν γὰρ τὸ ἐμὸν πνεῦμα καὶ τὸ ὑμῶν. 18β ἐπιγινώσκετε οὖν τοὺς τοιούτους.

19 ᾿Ασπάζονται ὑμᾶς αἱ ἐκκλησίαι τῆς ᾿Ασίας. 19β ἀσπάζονται ὑμᾶς ἐν Κυρίῳ πολλὰ ᾿Ακύλας καὶ Πρίσκιλλα σὺν τῇ κατ᾿ οἶκον αὐτῶν ἐκκλησίᾳ. 20 ἀσπάζονται ὑμᾶς οἱ ἀδελφοὶ πάντες. 20β ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἁγίῳ.

21 ῾Ο ἀσπασμὸς τῇ ἐμῇ χειρὶ Παύλου. 22 εἴ τις οὐ φιλεῖ τὸν Κύριον ᾿Ιησοῦν Χριστόν, ἤτω ἀνάθεμα. μαρὰν ἀθ!(2) 23 ῾Η χάρις τοῦ Κυρίου ᾿Ιησοῦ Χριστοῦ μεθ᾿ ὑμῶν. 24 ἡ ἀγάπη μου μετὰ πάντων ὑμῶν ἐν Χριστῷ ᾿Ιησοῦ· ἀμήν.

 

 

Παραπομπαί

16. 1) 2Κορ 7:17· 8:4· 9:1,2,12-15. Γαλ 1:2· 2:10. Ρμ 12:13· 15:25,26. Φλμ 1:5,7. Εβρ 6:10. Πρξ 9:41· 11:28,29,30· 16:6· 18:23· 24:17. 1Ιω 3:17.

2) 2Κορ 8:1-3,4,11,12-15· 9:1,3-5. Μτ 28:1. Μρ 12:41-44· 14:8. Λκ 16:10· 24:1. Ιω 20:19,26. Πρξ 11:29· 20:7. 1Ιω 4:21. Απ 1:10. Γεν 26:12· 30:27,30· 32:10· 33:11. Δευτ 8:18· 15:11-14. 2Παρ 31:10. Αγγ 2:16-19. Μλχ 3:9,10.

3) 4:19-21· 11:34. 2Κορ 8:4,6,16,19-24. Πρξ 6:1-6.

3-4) 2Κορ 8:7,19. Ρμ 15:25.

4) Ρμ 15:25. 2Κορ 8:4,19. Πρξ 20:1-6.

5) 4:19. Πρξ 19:21· 20:1-3. 2Κορ 1:15-17.

5-6) 2Κορ 1:15,16· 2:13· 8:1· 9:2,4. Ττ 3:12. Ρμ 15:24. Πρξ 19:21.

6) 16:11. Πρξ 15:3· 17:15· 20:38· 21:5· 27:12· 28:11. Ττ 3:12. Ρμ 15:24. 2Κορ 1:16. 3Ιω 1:6,7.

7) 4:19. Πρξ 18:21· 20:2. Ρμ 1:10. Ιακ 4:15. Πρμ 19:21. Ιερ 10:23.

7-8) 4:19. Πρξ 2:1· 19:1,21,22· 20:1-3,16,31.

8) 4:19. 15:32. Πρξ 2:1. Ιακ 4:15. Εξ 23:16. Λευ 23:15-21.

9) 15:32. 2Κορ 1:8-10· 2:12. 1Θεσ 1:9· 2:1. Κλσ 4:3. Φιλ 1:28· 3:18. Πρξ 14:27· 19:8-10. Απ 3:7,8.

10) 4:17· 15:58· 16:11. Πρξ 16:1· 19:22. 1Θεσ 3:2· 4:12. Ρμ 16:21. 2Κορ 6:1. Φιλ 2:19-22. 2Τιμ 1:6,7.

10-11) 4:17· 15:58. 1Τιμ 4:12. Πρξ 15:33· 19:22.

11) 16:6,10. Λκ 10:16. 1Θεσ 4:8. 1Τιμ 4:12. Ττ 2:15. Πρξ 15:33. 3Ιω 1:6.

12) 1:12· 3:5,6,22. Ττ 3:4. Μτ 18:14. Μρ 6:21. Πρξ 18:24-28· 19:1· 24:25. Εκ 3:1.

13) Ψ 26:14· 29:25. Ησ 35:4. Δν 10:19· 11:32. Αγγ 2:4. Ζαχ 8:9,13. Μιχ 13:37. ΙσΝ 1:6,7,9,18. 1Βασ 4:9. 2Βασ 10:12. 3Βασ 2:2. 1Παρ 19:13· 28:10. 1Κορ 9:25-27· 14:20· 15:1,2,58. 2Κορ 1:24· 4:1· 12:9,10. Γαλ 5:1. Φιλ 1:27· 4:1,13. Κλσ 1:11,12,23· 4:2,12. Ρμ 11:20. Εφ 6:10,13-17,18. 1Θεσ 3:8· 5:6. 2Θεσ 2:15. 1Τιμ 6:12. 2Τιμ 2:1,3-5· 4:5,7. Εβρ 11:32-34. Μτ 24:42-44· 25:13· 26:41. Μρ 13:33-37· 14:37,38. Λκ 12:35-40· 21:36. 1Πετ 4:7· 5:8. 1Ιω 5:4. Απ 3:2,3· 16:15.

14) 8:1· 10:32,33· 12:31· 13:1-13· 14:1,40. Κλσ 3:12-14. Ρμ 13:8-10· 14:15. Γαλ 5:13,14,22. Εφ 4:1-3. Φιλ 2:1-3. 1Θεσ 3:6,12· 4:9,10. 2Θεσ 1:3. 1Τιμ 1:5. Εβρ 13:4. Ιω 13:34,35· 15:17. 1Πετ 4:8. 2Πετ 1:7. 1Ιω 4:7,8.

15) 1:16· 12:6· 16:5,17. Ρμ 12:13· 15:25,26· 16:2,5. Απ 14:4. Πρξ 9:36-41· 17:34. 2Κορ 8:4· 9:1,12-15. 1Τιμ 5:10. Φλμ 1:7. Εβρ 6:10. 1Πετ 4:10.

15-16) 1:16· 15:23. Ρμ 16:5,6,12. Φιλ 2:29. 1Τιμ 5:17. Εβρ 13:17.

16) 3:9· 12:28. 1Παρ 12:18. Ρμ 16:3,6,9,12. Εφ 5:21. 1Θεσ 1:3· 2:9· 5:12. 1Τιμ 5:17. Εβρ 6:10· 13:17. Φιλ 2:29· 4:3. 1Πετ 5:5. 3Ιω 1:8. Απ 2:3.

17) 16:15· (1:11). 2Κορ 8:4,14· 11:9. Φιλ 2:30. Φλμ 13.

18) 2Κορ 2:13· 7:6,7,13. 1Θεσ 3:6,7· 5:12. Ρμ 15:32. Φιλ 2:28,29. Κλσ 4:8. 1Τιμ 5:17. Φλμ 7,20. Εβρ 13:7. 3Ιω 1:4,11,12. Πρμ 25:13,25.

19) Πρξ 18:2,18-19,26· 19:10. 1Πετ 1:1. Απ 1:4,11. Ρμ 16:3,4,5,15. 2Τιμ 4:19. Κλσ 4:15. Φλμ 2.

19-20) 2Κορ 13:12. 1Θεσ 5:26. Ρμ 16:3,5,16. 1Πετ 5:14.

20) Ρμ 16:16,21,23. 2Κορ 13:12,13. Φιλ 4:22. Φλμ 23,24. Εβρ 13:24. 1Θεσ 5:26. 1Πετ 5:14.

21) Κλσ 4:18. 2Θεσ 2:2· 3:17. Γαλ 6:11. Φλμ 19.

22) 2:9· 11:26· 12:3. Γαλ 1:8,9. Ρμ 9:3. Πρξ 23:14. (Φιλ 4:5). Απ 22:20. Ιω 5:38-42. Λκ 11:42.

23) Ρμ 16:20,24. 2 Θεσ 3:18.

24) 4:14,15· 14:16· 16:14. 2Κορ 11:11· 12:15. Φιλ 1:8. Απ 3:19. Μτ 6:13· 28:20.

 

Σημειώσεις 16ου κεφαλαίου

(1) Β.Α. δὲν ἔχει κόμμα.

(2) Β.Α. ἔχει τελείαν· κατὰ δὲ Ν.Σ. θαυμαστικόν.

 

 

᾿Εξηγήσεις συμβόλων καὶ στοιχείων