1. Βίβλος Κείμενον τῆς Βίβλου ᾿Αβδιού (κείμενον Ο΄)

PostHeaderIcon ᾿Αβδιού (κείμενον Ο΄)

 

᾿Αβδιού

 

῞Ορασις ᾿Αβδιού(1)

1 Τάδε λέγει Κύριος ὁ Θεὸς τῇ ᾿Ιδουμαίᾳ.

᾿Ακοὴν ἤκουσα παρὰ Κυρίου,

     καὶ περιοχὴν εἰς τὰ ἔθνη ἐξαπέστειλεν.

     ἀνάστητε, καὶ ἐξαναστῶμεν ἐπ᾿ αὐτὴν εἰς πόλεμον.

2 «᾿Ιδοὺ ὀλιγοστὸν δέδωκά σε ἐν τοῖς ἔθνεσιν, ἠτιμωμένος εἶ σὺ σφόδρα.

3 [ἡ](2) ὑπερηφανία τῆς καρδίας σου ἐπῇρέ σε

       κατασκηνοῦντα ἐν ταῖς ὀπαῖς τῶν πετρῶν,

     ὑψῶν [τὴν](2) κατοικίαν αὐτοῦ,

     λέγων ἐν τῇ(2) καρδίᾳ αὐτοῦ· “Τίς με κατάξει(3) ἐπὶ τὴν γῆν;”

4 ἐὰν μετεωρισθῇς ὡς ἀετὸς

       καὶ ἐὰν ἀνὰ μέσον τῶν ἄστρων θῇς νοσσιάν σου,

     ἐκεῖθεν κατάξω σε», λέγει Κύριος.

5 «εἰ κλέπται εἰσῆλθον πρὸς σὲ ἢ λῃσταὶ νυκτός, ποῦ ἂν ἀπερρίφης;

       οὐκ ἂν ἔκλεψαν τὰ ἱκανὰ ἑαυτοῖς;

     καὶ εἰ τρυγηταὶ εἰσῆλθον πρὸς σέ, οὐκ ἂν ὑπελίποντο ἐπιφυλλίδα;

6 πῶς ἐξηρευνήθη ᾿Ησαῦ καὶ κατελήφθη(4) αὐτοῦ τὰ κεκρυμμένα;

7 ἕως τῶν ὁρίων [σου](2) ἐξαπέστειλάν σε

       πάντες οἱ ἄνδρες τῆς διαθήκης σου,

     ἀντέστησάν σοι, ἠδυνάσθησαν(5) πρὸς σὲ ἄνδρες εἰρηνικοί σου,

     [οἱ συνεσθίοντές σοι](6) ἔθηκαν ἔνεδρα ὑποκάτω σου,

     οὐκ ἔστι σύνεσις ἐν(6) αὐτοῖς.

8 ἐν (7)ἐκείνῃ τῇ ἡμέρᾳ», λέγει Κύριος,

     «ἀπολῶ σοφοὺς ἐκ τῆς ᾿Ιδουμαίας καὶ σύνεσιν ἐξ ὄρους ᾿Ησαῦ·

9 καὶ πτοηθήσονται οἱ μαχηταί σου οἱ ἐκ Θεμάν,

       ὅπως ἐξαρθῇ ἄνθρωπος ἐξ ὄρους ᾿Ησαῦ

10 διὰ τὴν σφαγὴν καὶ τὴν ἀσέβειαν τὴν εἰς τὸν ἀδελφόν σου ᾿Ιακώβ,

     καὶ καλύψει σε αἰσχύνη καὶ ἐξαρθήσῃ εἰς τὸν αἰῶνα».

 

11 «᾿Αφ᾿ ἧς ἡμέρας ἀντέστης ἐξεναντίας

     ἐν ἡμέρᾳ(8) αἰχμαλωτευόντων ἀλλογενῶν δύναμιν αὐτοῦ

     καὶ ἀλλότριοι εἰσῆλθον εἰς πύλας αὐτοῦ

     καὶ ἐπὶ ᾿Ιερουσαλὴμ ἔβαλον κλήρους, καὶ σὺ ἦς ὡς εἷς ἐξ αὐτῶν.

12 καὶ μὴ ἐπίδῃς ἡμέραν ἀδελφοῦ σου ἐν ἡμέρᾳ ἀλλοτρίων

     καὶ μὴ ἐπιχαρῇς ἐπὶ τοὺς υἱοὺς ᾿Ιούδα ἐν ἡμέρᾳ ἀπωλείας αὐτῶν

     καὶ μὴ μεγαλορρημονήσῃς ἐν ἡμέρᾳ θλίψεως [αὐτῶν](9)

13 μηδὲ εἰσέλθῃς εἰς πύλας λαῶν ἐν ἡμέρᾳ πόνων αὐτῶν

     καὶ μὴ(10) ἐπίδῃς καὶ σὺ τὴν συναγωγὴν αὐτῶν ἐν ἡμέρᾳ ὀλέθρου αὐτῶν

     μηδὲ(11) συνεπιθῇ ἐπὶ τὴν δύναμιν αὐτῶν ἐν ἡμέρᾳ ἀπωλείας αὐτῶν·

14 μηδὲ ἐπιστῇς ἐπὶ τὰς διεκβολὰς αὐτῶν

     [τοῦ](12) ἐξολοθρεῦσαι τοὺς ἀνασῳζομένους αὐτῶν,

     μηδὲ συγκλείσῃς τοὺς φεύγοντας ἐξ αὐτῶν ἐν ἡμέρᾳ θλίψεως.

15 διότι ἐγγὺς ἡμέρα Κυρίου ἐπὶ πάντα τὰ ἔθνη·

     ὃν τρόπον ἐποίησας, οὕτως ἔσται σοι·

     τὸ ἀνταπόδομά σου ἀνταποδοθήσεται εἰς κεφαλήν σου.

16 διότι ὃν τρόπον ἔπιες ἐπὶ τὸ ὄρος τὸ ἅγιόν μου,

     πίονται πάντα τὰ ἔθνη οἶνον·

     πίονται καὶ καταβήσονται καὶ ἔσονται καθὼς οὐχ ὑπάρχοντες».

 

17 ᾿Εν δὲ τῷ ὄρει Σιὼν ἔσται ἡ(12) σωτηρία, καὶ ἔσται ἅγιον·

     καὶ κατακληρονομήσουσιν(13) ὁ οἶκος ᾿Ιακὼβ

     τοὺς κληρονομήσαντας αὐτούς.

18 καὶ ἔσται ὁ οἶκος ᾿Ιακὼβ πῦρ καὶ ὁ(14) οἶκος ᾿Ιωσὴφ φλόξ,

     ὁ δὲ οἶκος ᾿Ησαῦ εἰς καλάμην,

     καὶ ἐκκαυθήσονται εἰς αὐτοὺς καὶ καταφάγονται αὐτούς,

     καὶ οὐκ ἔσται πυρφόρος(15) [ἐν](16) τῷ οἴκῳ ᾿Ησαῦ, ὅτι Κύριος ἐλάλησε.

19 καὶ κατακληρονομήσουσιν οἱ ἐν Ναγὲβ τὸ ὄρος τὸ ᾿Ησαῦ

     καὶ οἱ ἐν τῇ Σεφηλὰ τοὺς ἀλλοφύλους

     καὶ κατακληρονομήσουσι τὸ ὄρος ᾿Εφραῒμ

     καὶ τὸ πεδίον Σαμαρείας καὶ Βενιαμὶν καὶ τὴν Γαλααδῖτιν.

20 καὶ τῆς μετοικεσίας ἡ ἀρχὴ αὕτη·

     τοῖς υἱοῖς ᾿Ισραὴλ(17) γῆ τῶν Χαναναίων ἕως Σαρεπτῶν

     καὶ ἡ μετοικεσία ᾿Ιερουσαλὴμ ἕως ᾿Εφραθά,

     καὶ κληρονομήσουσι τὰς πόλεις τοῦ Ναγέβ.

21 καὶ ἀναβήσονται ἀνασῳζόμενοι(18) ἐξ ὄρους Σιὼν

     τοῦ ἐκδικῆσαι τὸ ὄρος ᾿Ησαῦ,

     καὶ ἔσται τῷ Κυρίῳ ἡ βασιλεία.

 

Παραπομπαί

(ἡ παραπομπὴ Χ:0 σημαίνει ὅλον τὸ Χ κεφάλαιον)

[ἀρχαία ἐπιγραφή) 3Βασ 18:3-16. 4Βασ 1:13-16. 1Παρ 3:21· 7:3· 8:38· 9:16 ,44· 27:19. 2Παρ 17:7· 34:12. Εσρ 8:9. Νε 10:5· (12:25). Ησ 1:1. Να 1:1].

1) 2Βασ 8:13. 3Βασ 11:15. 4Βασ 8:20-22· 14:7,22. 2Παρ 21:16. Ψ 135:7· 136:0. Ησ 18:2,3· 21:11· 30:4· 34:1-17· 40:3· 53:1· 63:1-6. Ιερ 6:4,5· 9:25,26· 27(50):9-15· (28)51:27,28,46· 29(49):7-22· 32:3,7(25:17,21). Θρ 4:21,22. Ιεζ 25:12-14· 35:1,3-15. Ιωηλ 3:19. Αμ 1:1-12. Μλχ 1:2-4· 3:1. Μιχ 2:13. (Δευτ 23:7). Μτ 24:6. Μρ 13:7.

1-6) Ιερ 29(49): 9-10,14-16.

2) Αρ 24:18. 1Βασ 2:7,8. Ψ 106:39,40. Ιωβ 34:25-29. Ησ 23:9. Ιεζ 29:15. Μιχ 7:10. Λκ 1:51,52.

3) Γεν 27:39· 49:3. 4Βασ 14:7. 2Παρ 25:12. Ψ 9:26. Πρμ 16:18· 18:12· 29:23. Ησ 10:14-16· 14:13-15· 16:6· 47:7,8. Ιερ 29(49):16· 30:4,15(49:4,26)· 31(48):29,30. Μλχ 1:3,4. 1Πετ 5:5. Απ 18:7,8.

4) Αρ 24:18. Ιωβ 20:6,7· 39:27,28. Ησ 14:12-15. Ιερ 25:15-16(49:35-36)· 28(51):53· 29(49):16. Αβ 2:9. Αμ 9:2.

5) Δευτ 24:21. Βασ Β΄ 1:19. Ησ 14:12· 17:6· 24:13. Ιερ 28(50):23· 29(49):9-10. Θρ 1:1. Σφν 2:15. Μιχ 7:1. Απ 18:10.

6) Γεν 36:1. Ψ 138:1. Ησ 10:13,14· 45:3. Ιερ 27(50):37· 29(49):10. Δν 2:22. Μτ 6:19,20.

7) Ησ 19:11,12. Ιερ 45(38):22.

8) Γεν 32:3· 33:14,16. Ψ 32:10· 48:11. Ιωβ 5:12-14· 15:18. Ησ 19:3,11,13,14· 29:14. Ιερ. 29(49):7· 36(29):14. 1Κορ 3:19,20.

9) Αβδ 21. Γεν 36:11. Δευτ 2:5. Ψ 75:5,6. Ιωβ 2:11· 4:1· 6:19. Ησ 1:4· 19:16,17· 34:5-8· 63:1-3. Ιερ 28(50):36,37· 29(49):7,20,22. Ιεζ 25:13. Αμ 1:12· 2:14,16. Να 3:13.

10) Γεν 25:22-28· 27:11,27-29,41· 32:4-33:16· 36:1,43. Αρ 20:14-21,22-23. Δευτ 23:8. Ψ 49:20-21· 69:7· 82:5-9· 88:45· 108:29· 131:18· 136:7,8. Ιερ 3:25· 28(51):51· 29(49):13,17-20. Θρ 4:21-22. Ιεζ 7:18· 21:23-27· 25:1-7,12-14,15-17· 35:5-12,13-15· 36:2,5. Μιχ 7:10. Αμ 1:11. Ζχ 2:9. Μλχ 1:2,3,4.

10-18) Ιωηλ 2:1· 3:5· 4:3-4,7-8,14,16,18.

11) 4Βασ 24:10-16· 25:3-4,8-9,11. 2Παρ 21:16· 24:24· 36:5. Ψ 48:11,18· 136:7. Ιερ 52:28-30. Ιεζ 25:12· 35:5-12. Ιωηλ 3:3· 4:3· 10:3. Να 3:10· 5:10. (Μτ 27:35. Λκ 10:25-37· 23:31,34. Ιω 19:24.)

12) 1Βασ 2:3. Ψ 21:17· 30:18· 36:13· 53:7· 58:10· 91:11· 136:7. Ιωβ 31:29. Πρμ 17:5· 24:17,18. Ησ 37:24· 57:4. Θρ 4:21. Ιεζ 25:6,7,12· 35:3,15. Μιχ 4:11· 7:8-10. Μτ 27:40-43. Λκ 19:41. Ιακ 3:5. 2Πετ 2:18. Ιδ 16. Απ 13:5.

13) 2Βασ 16:12. Ψ 22:17. Ζχ 1:15.

14) Δευτ 32:30. Αβδ 12. Γεν 35:3. Ψ 30:8. Ησ 37:3. Ιερ 37(30):7. Αμ 1:6-9.

15) Εξ 21:24. Ψ 109:5,6· 136:8. Ησ 13:9. Ιερ 9:25,26· 27(50):15,29· 29(49):12· 32:1-15,19(25:15-29,33). Θρ 3:64· 4:21,22. Ιεζ 7:10· 13:5· 30:3· 35:15. Ιωηλ 1:15· 2:1· 3:7,8,11-14· 4:1,4,7,14. Σφν 1:14. Μλχ 3:2,19. Μιχ 5:15. Ζχ 14:14-18. Αβ 2:8. 1Θεσ 5:2. Μτ 7:2. Ιακ 2:13. 2Πετ 3:10. Ιδ 7. Απ 18:6-7.

16) Δευτ 32:14. Κρ 5:31. Ψ 59:5· 74:8,9. Ησ 8:9,10· 19:14· 29:7,8· 42:14· 49:25,26· 51:17,22-23. Ιερ 29(49):12· 32:1-6,13-15(25:15-20,27-29). Ιεζ 23:32· 49:12. Θρ 4,21. Ιωηλ 3:17. Αβ 1:9· 2:16. Ζχ 12:2-5. 1Πετ 4:17. Απ 14:10-11.

17) 3Βασ 8:65. Ψ 2:6. Ησ 1:27· 2:3· 4:3,4· 14:1,2· 46:13· 60:21. Ιερ 26(46):28· 51(44):14,28. Ιεζ 7:16. Ιωηλ 2:32· 3:5,17,19-21· 4:17. Αμ 9:8,11-15. Ζχ 8:3· 14:20,21. Πρξ 16:14-15. Ιω 4:22. Απ 21:24,27.

18) Αβδ 9,10,16. Αρ 24:21. 2Βασ 19:20. Ψ 76:19· 79:2-3· 80:5-6· 82:6-15. Ησ 4:4· 5:24· 10:17· 31:9· 47:14. Ιερ 5:14. Ιεζ 37:15-22. Αμ 5:15· 6:6. Ιωηλ 2:5. Να 1:10. Μιχ 5:8. Ζχ 10:6· 12:6. Μλχ 3:1-2· 4:1. 1Κορ 3:12. 2Θεσ 2:8.

19) Αρ 24:18,19. ΙσΝ 10:40· 13:2,3,25,31· 15:19,21,33,45,46· 18:21-28. Κρ 1:18,19. 4Βασ 17:24. 1Παρ 5:26. Εσρ 4:2,7-10,17. Ψ 68:35. Ησ 11:13,14. Ιερ 30(49):1· 38(31):4-6· 39(32):44. Ιεζ 25:16· 36:6-12,28· 37:21-25· 47:13-21· 48:1-9. Αμ 1:8,13· 9:12. Μιχ 7:14. Μλχ 1:4,5. Σφν 2:4-7. Ζχ 9:5-7.

20) 3Βασ 17:9,10. Ιερ 3:18· 13:19· 39(32):44· 40(33):13,26. Ιεζ 34:12,13. Ωσ 1:10,11. Αμ 9:14,15. Ζχ 10:6-10. Λκ 4:26.

21) Κρ 2:16· 3:9. 4Βασ 13:5. Ψ 2:6-9· 9:37· 21:28· 46:8-9· 92:1· 96:1· 98:1· 101:15· 102:19· 144:11-13· 149:5-9. Ησ 9:6,7· 19:20· 24:23. Δν 2:35,44· 7:14,27· 12:3. Ιωηλ 2:32· 4:21. Μιχ 5:4-9. Ζχ 9:11-17· 10:5-12· 14:9. Μτ 6:10,13· 16:18. Λκ 1:32,33· 22:30. 1Κορ 6:2,3. Φιλ 2:10-11. 1Τιμ 4:16. Ιακ 5:20. Απ 11:15· 19:6,11-13· 20:4.

 

Σημειώσεις κειμένου

(1) ᾿Οβδιοὺ εἰς Π.Μ. (βλέπε σύντομον εἰσαγωγήν).

(2) Δὲν ὑπάρχει εἰς ΠΜ.

(3) Τίς κατάξει με... ΠΜ

(4) κατελήφθη τὰ κεκρυμμένα αὐτοῦ; ΠΜ

(5) ῾Ετέρα γραφή· ἠδυνήθησαν

(6) Δὲν ὑπάρχει εἰς ΠΜ.

(7) ἐν τῇ ἡμέρᾳ ἐκείνῃ... ΠΜ

(8) ἐν ἡμέραις... ΠΜ

(9) Δὲν ὑπάρχει εἰς ΠΜ.

(10) ᾿Αντὶ καὶ μὴ Π.Μ. ἔχει· μηδὲ

(11) ᾿Αντὶ μηδὲ Π.Μ. ἔχει· καὶ μὴ

(12) ᾿Εν ἄλλοις παραλείπεται.

(13) κατακληρονομήσαντας ΠΜ

(14) ᾿Αντὶ καὶ ὁ Π.Μ. ἔχει· ὁ δὲ

(15) πυροφόρος ΠΜ

(16) ᾿Εν ἄλλοις παραλείπεται.

(17) ᾿Εν ἄλλοις ἡ διαίρεσις τῶν στίχων διαφέρει·

         καὶ τῆς μετοικεσίας ἡ ἀρχὴ αὕτη τοῖς υἱοῖς ᾿Ισραήλ·

         γῆ τῶν Χαναναίων ἕως Σαρεπτῶν...

(18) ῾Ετέρα γραφή· σεσωσμένοι

῞Ετεραι παραπομπαί. 19) Α΄ Μακκαβαίων 4:29,61· 5:65.

 

 

᾿Εξηγήσεις συμβόλων καὶ στοιχείων