1. Βίβλος Κείμενον τῆς Βίβλου ᾿Αποκάλυψις, κεφ. 4 (κείμενον)

PostHeaderIcon ᾿Αποκάλυψις, κεφ. 4 (κείμενον)

 

ΑΠΟΚΑΛΥΨΙΣ

ΙΗΣΟΥ ΧΡΙΣΤΟΥ

 

ΚΕΦΑΛΑΙΟΝ 4

 

[Λόγος 4ος]

 

§10

1 Μετὰ ταῦτα εἶδον, καὶ ἰδοὺ θύρα ἀνεῳγμένη ἐν τῷ οὐρανῷ, καὶ ἡ φωνὴ ἡ πρώτη, ἣν ἤκουσα ὡς σάλπιγγος λαλούσης μετ᾿ ἐμοῦ, λέγων· «᾿Α­νάβα ὧδε καὶ δείξω σοι ἃ δεῖ γενέσθαι μετὰ ταῦτα». 2 καὶ εὐθέως ἐγενό­μην ἐν πνεύματι· καὶ ἰδοὺ θρόνος ἔκειτο ἐν τῷ οὐρανῷ, καὶ ἐπὶ τὸν θρό­νον καθήμενος, 3 ὅμοιος ὁράσει λίθῳ ἰάσπιδι καὶ σαρδίῳ· καὶ ἶρις κυκλό­θεν τοῦ θρόνου, ὁμοίως ὅρασις σμαραγδίνων.

4 Καὶ κυκλόθεν τοῦ θρόνου θρόνοι εἴκοσι τέσσαρες καὶ ἐπὶ τοὺς θρό­νους τοὺς εἴκοσι τέσσαρας πρεσβυτέρους καθημένους, περιβεβλημένους ἐν ἱματίοις λευκοῖς, καὶ ἐπὶ τὰς κεφαλὰς αὐτῶν στεφάνους χρυσοῦς. 5 καὶ ἐκ τοῦ θρόνου ἐκπορεύονται ἀστραπαὶ καὶ φωναὶ καὶ βρονταί· καὶ ἑπτὰ λαμπάδες πυρὸς καιόμεναι ἐνώπιον τοῦ θρόνου, αἵ εἰσι τὰ ἑπτὰ πνεύ­ματα τοῦ Θεοῦ· 6 καὶ ἐνώπιον τοῦ θρόνου ὡς θάλασσα ὑαλίνη ὁμοία κρυ­στάλλῳ· καὶ ἐν μέσῳ τοῦ θρόνου καὶ κύκλῳ τοῦ θρόνου τέσσαρα ζῷα γέμοντα ὀφθαλμῶν ἔμπροσθεν καὶ ὄπισθεν· 7 καὶ τὸ ζῷον τὸ πρῶτον ὅμοι­ον λέοντι, καὶ τὸ δεύτερον ζῷον ὅμοιον μόσχῳ, καὶ τὸ τρίτον ζῷον ἔχον τὸ πρόσωπον ὡς ἀνθρώπου, καὶ τὸ τέταρτον ζῷον ὅμοιον ἀετῷ πετομέ­νῳ. 8 καὶ τὰ τέσσαρα ζῷα, ἓν καθ᾿ ἓν αὐτῶν ἔχον ἀνὰ πτέρυγας ἕξ, κυ­κλόθεν καὶ ἔσωθεν γέμουσιν ὀφθαλμῶν, καὶ ἀνάπαυσιν οὐκ ἔχουσιν ἡμέ­ρας καὶ νυκτὸς λέγοντες·

     «῞Αγιος, ἅγιος, ἅγιος Κύριος ὁ Θεὸς ὁ παντοκράτωρ,

     ῏Ην καὶ ὁ ὢν καὶ ὁ ἐρχόμενος».

9 Καὶ ὅταν δῶσι τὰ ζῷα δόξαν καὶ τιμὴν καὶ εὐχαριστίαν τῷ καθημένῳ ἐπὶ τοῦ θρόνου τῷ ζῶντι εἰς τοὺς αἰῶνας τῶν αἰώνων, 10 πεσοῦνται οἱ εἴ­κοσι τέσσαρες πρεσβύτεροι ἐνώπιον τοῦ καθημένου ἐπὶ τοῦ θρόνου 10β καὶ προσκυνήσουσι τῷ ζῶντι εἰς τοὺς αἰῶνας τῶν αἰώνων 10γ καὶ βαλοῦσι τοὺς στεφάνους αὐτῶν ἐνώπιον τοῦ θρόνου λέγοντες·

    11 «Ἄξιος εἶ, ὁ Κύριος καὶ Θεὸς ἡμῶν,

    11β λαβεῖν τὴν δόξαν καὶ τὴν τιμὴν καὶ τὴν δύναμιν,

    11γ ὅτι σὺ ἔκτισας τὰ πάντα,

    11δ καὶ διὰ τὸ θέλημά σου ἦσαν καὶ ἐκτίσθησαν».

 

 

Παραπομπαί

(ἡ παραπομπὴ Χ:0 σημαίνει ὅλον τὸ Χ κεφάλαιον)

4. 1) Εξ 1:1· 19:24· 24:1,12· 25:40· 34:2,3. Ψ 77:23. Ιεζ 1:1. Δν 2:29,45· 7:2,9. Μτ 3:16. Μρ 1:10. Λκ 3:21. Πρξ 7:56· 10:11· 17:24. Απ 1:9,10,19· 5:1,6,11· 6:1· 7:1,9· 8:2· 11:12· 15:5· 16:17· 18:1· 19:1,11· 22:6. Ιω 16:13.

1-3) Εξ 19:16,24. Ψ 52:3. Ησ 6:1-4. Ιεζ 1:4-6,26-28· 10:1. Δν 7:9-10. Απ 1:1,10,19· 10:1· 19:4· 21:11· 22:1-3. Εβρ 1:14.

2) 4:5,9· 1:10· 3:21· 5:1,6,7,13· 6:16· 7:9-17· 12:5· 19:4· 17:3· 20:11· 21:5,10· 22:1-3. Μτ 5:34· 23:22· 25:31. 1Κορ 3:16-17. Ρμ 8:22-23. Εβρ 1:8· 4:16· 8:1. 3Βασ 22:19. Ψ 10:4· 102:19. Ιεζ 1:26-28· 3:12-14· 10:1. Ησ 6:1-2· 66:1. Ιερ 17:12. Δν 7:9-11.

3) 10:1· 21:11,19-20. Γεν 9:12-17. Εξ 24:10· 25:6· 28:17-20· 35:8· 36:17-20· 39:11. Πρμ 25:11-12. Ησ 54:9,10,12. Ιεζ 1:26-28· 28:13· 48:13.

4) 4:10,11,13· 1:6· 2:10· 3:4,5,10· 4:9-10· 5:2,5-11,14· 6:11· 7:9,11-14· 9:7· 11:16· 14:3· 19:4,14· 20:4,6. Μτ 5:22· 19:28· 25:34· 26:59. Λκ 1:5· 22:30. Πρξ 6:13· 20:17· 23:1. Γαλ 6:16. 2Τιμ 2:12· 4:8. 1Πετ 2:5,9. Εξ 24:10. Αρ 11:16-30. 3Βασ 22:19. 1Παρ 24:1-19· 25:1. Ψ 20:3· 81:1· 88:8. Ιωβ 1:6· 2:1. Ησ 24:3,23. Δν 7:9. Ζχ 6:11.

5) 1:4· 3:1· 5:6· 8:5· 10:3· 11:19· 16:17,18. Μτ 3:11. Πρξ 2:3. 1Κορ 12:4-11. Εβρ 4:16· 12:18-29. Γεν 15:7. Εξ 19:16· 20:18· 25:31-39· 37:23. 2Παρ 4:20. Ψ 17:4,13,14· 28:4-5. 67:35· 103:4· 138:9. Ησ 11:2-3. Ιωηλ 3:16. Ιεζ 1:3,13. Δν 7:9-10. Ζχ 4:2-6,11-14.

6) 4:8,9· 5:6,8,11,14· 6:1· 7:11,17· 14:3· 15:2,7· 19:4· 21:11,18,21· 22:1. Γεν 1:6. Εξ 38:8. 3Βασ 7:23,39. 4Βασ 16:17. Ψ 103:4· 138:7,16· 147:4. Ιωβ 6:16· 28:17. Ησ 6:2· 54:12. Ιεζ 1:4,5-14,15-28· 10:12,14. Δν 7:10.

6-7) Ιεζ 1:5-28· 10:0. Απ 4:2,3· 6:1· 15:2.

7) 4:6· 6:1,3,5,7. 1Κορ 9:9,10· 14:20. Γεν 49:9. Αρ 2:2-34· 23:24· 24:9. Δευτ 28:49. 2Βασ 1:23. Πρμ 28:2. Ησ 40:31. Ιεζ 1:8,10· 10:14,21. Δν 7:4. Αβδ 4.

8) Γεν 17:1. Εξ 15:11. Λευ 19:2. Ψ 18:1-2· 90:1. Ησ 4:3· 6:2-3,4-13· 13:6· 35:10· 62:1,6,7. Ιεζ 1:6,18· 10:12,21,22. Δν 4:10. Αμ 3:13. Ιωηλ 1:15. Απ 4:4,6· 1:4,6,8· 3:7· 7:15· 11:17· 15:3· 16:5,7,14· 19:15· 21:22. Μτ 9:8. Λκ 2:20· 17:15· 24:53. Πρξ 20:31. 1Θεσ 2:9. 2Θεσ 3:8,9. 2Κορ 6:18. 1Τιμ 4:16. 2Τιμ 4:2. Εβρ 13:8. Μτ 5:48. Πρξ 20:31. 1Πετ 1:16.

9) 1:18· 4:2· 5:7,13,14· 7:11,12· 10:6· 15:7. Εβρ 7:8,25. Εξ 15:18. Ψ 46:8· 47:14. Δν 4:34· 12:7.

9-10) Δν 4:31,34· 6:26,27· 12:7. Απ 1:18· 5:8,14· 15:7· 19:5. Εβρ 1:16. 1Πετ 1:12.

10) 4:4,9· 5:7,8,14· 7:11· 10:6· 11:16· 15:4· 19:4· 22:8,9. Μτ 2:11· 4:9,10. Λκ 24:52. 1Κορ 15:10. 1Παρ 29:11-16,20. 2Παρ 7:3. Ψ 71:11· 94:6· 113:9. Ιωβ 1:20.

11) 3:4· 5:2,4,9,12,13· 7:10,12· 10:6· 11:15,17,18· 12:10· 14:7· 15:3· 19:1. Ιω 1:1-3,27. Πρξ 14:15· 17:24-26. 1Κορ 12:18. Ρμ 11:36· 16:27. Εφ 3:9. Κλσ 1:16,17. Εβρ 1:2,10· 3:4. Γεν 1:1,27. Εξ 20:11. Δευτ 32:4. 2Βασ 22:4. 1Παρ 16:28,29· 29:11. Ψ 17:3· 18:1· 28:1,2· 67:34· 95:7,8. Ιωβ 36:3. Πρμ 16:4. Ησ 40:26,28. Ιερ 10:11· 32:17. Νε 9:5.

 

Σημειώσεις 4ου κεφαλαίου

῞Ετεραι παραπομπαί. 4) Ἐσθὴρ 8:15. 5) ᾿Εσθὴρ 1:1. 11) ῞Υμνος σοφίας 1:14. Σιρὰχ 18:1. Γ΄ Μακκαβαίων 2:3.

 

 

᾿Εξηγήσεις συμβόλων καὶ στοιχείων