1. Βίβλος Κείμενον τῆς Βίβλου Γένεσις, κεφ. 23 (κείμενον Ο΄)

PostHeaderIcon Γένεσις, κεφ. 23 (κείμενον Ο΄)

 

Γένεσις

 

ΚΕΦΑΛΑΙΟΝ 23

 

[Λόγος 28ος]

 

1 ᾿Εγένετο δὲ ἡ ζωὴ Σάρρας ἔτη ἑκατὸν εἰκοσιεπτά. 2 καὶ ἀπέθανε Σάρρα ἐν πόλει ᾿Αρβόκ, ἥ ἐστιν ἐν τῷ κοιλώματι (αὕτη ἐστὶ Χεβρὼν) ἐν [τῇ] γῇ Χαναάν. ἦλθε δὲ ᾿Αβραὰμ κόψασθαι Σάρραν καὶ πενθῆσαι. 3 καὶ ἀνέστη ᾿Αβραὰμ ἀπὸ τοῦ νεκροῦ αὐτοῦ καὶ εἶπε(1) τοῖς υἱοῖς [τοῦ] Χὲτ λέγων· 4 «Πάροικος καὶ παρεπίδημος ἐγώ εἰμι μεθ᾿ ὑμῶν· δότε οὖν μοι(2) κτῆσιν τάφου μεθ᾿ ὑμῶν, καὶ θάψω τὸν νεκρόν μου ἀπ᾿ ἐμοῦ». 5 ἀπεκρίθη­σαν δὲ οἱ υἱοὶ Χὲτ πρὸς ᾿Αβραὰμ (3)λέγοντες· «Μή, κύριε· 6 ἄκουσον δὲ ἡμῶν. βασιλεὺς παρὰ Θεοῦ σὺ εἶ ἐν ἡμῖν· ἐν τοῖς ἐκλεκτοῖς μνημείοις ἡμῶν θάψον τὸν νεκρόν σου· οὐδεὶς γὰρ ἡμῶν οὐ μὴ(4) κωλύσει τὸ μνη­μεῖον αὐτοῦ ἀπὸ σοῦ [τοῦ] θάψαι τὸν νεκρόν σου ἐκεῖ». 7 ἀναστὰς δὲ ᾿Αβραὰμ προσεκύνησε τῷ λαῷ τῆς γῆς, τοῖς υἱοῖς [τοῦ] Χέτ, 8 καὶ ἐλάλησε πρὸς αὐτοὺς ᾿Αβραὰμ λέγων· «Εἰ ἔχετε τῇ ψυχῇ ὑμῶν, ὥστε θάψαι τὸν νεκρόν μου ἀπὸ προσώπου μου, ἀκούσατέ μου καὶ λαλήσατε περὶ ἐμοῦ ᾿Εφρὼν τῷ τοῦ Σαάρ, 9 καὶ δότω μοι τὸ σπήλαιον τὸ διπλοῦν, ὅ ἐστιν αὐτῷ, τὸ ὂν ἐν μέρει τοῦ ἀγροῦ αὐτοῦ· ἀργυρίου τοῦ ἀξίου δότω μοι αὐτὸ ἐν ὑμῖν εἰς κτῆσιν μνημείου». 10 ᾿Εφρὼν δὲ ἐκάθητο ἐν μέσῳ τῶν υἱῶν Χέτ· 10β ἀποκριθεὶς δὲ ᾿Εφρὼν ὁ Χετταῖος πρὸς ᾿Αβραὰμ(5) εἶπεν, 10γ ἀκου­όντων τῶν υἱῶν Χὲτ καὶ πάντων(6) τῶν εἰσπορευομένων εἰς τὴν πόλιν, λέ­γων· 11 «Παρ᾿ ἐμοὶ γενοῦ, κύριε, καὶ ἄκουσόν μου· τὸν ἀγρὸν καὶ τὸ σπή­λαιον τὸ ἐν αὐτῷ σοὶ δίδωμι· 11β ἐναντίον πάντων τῶν πολιτῶν μου δέδωκά σοι· θάψον τὸν νεκρόν σου». 12 καὶ προσεκύνησεν ᾿Αβραὰμ ἐναντίον τοῦ λαοῦ τῆς γῆς· 13 καὶ εἶπε τῷ ᾿Εφρὼν εἰς τὰ ὦτα ἐναντίον (7) τοῦ λαοῦ τῆς γῆς· 13β «᾿Επειδὴ πρὸς ἐμοῦ εἶ, ἄκουσόν μου· 13γ τὸ ἀργύριον τοῦ ἀγροῦ λάβε παρ᾿ ἐμοῦ, καὶ θάψω τὸν νεκρόν μου ἐκεῖ». 14 ἀπεκρίθη δὲ ᾿Εφρὼν τῷ ᾿Αβραὰμ λέγων· 15 «Οὐχί, κύριε· ἀκήκοα γάρ, [γῆ] τετρακοσίων διδράχμων ἀργυρίου· 15β ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ τί ἂν εἴη τοῦτο;(8) σὺ δὲ τὸν νεκρόν σου θάψον». 16 καὶ ἤκουσεν ᾿Αβραὰμ τοῦ ᾿Εφρών, 16β καὶ ἀποκατέστησεν ᾿Αβραὰμ τῷ ᾿Εφρὼν τὸ ἀργύριον, ὃ ἐλάλησεν εἰς τὰ ὦτα τῶν υἱῶν Χέτ, 16γ τετρακόσια δίδραχμα ἀργυρίου δοκίμου ἐμπόροις. 17 καὶ ἔστη ὁ ἀγρὸς ᾿Εφρὼν ὃς ἦν ἐν τῷ διπλῷ σπηλαίῳ, 17β ὅς ἐστι κατὰ πρόσωπον Μαμβρῆ, ὁ ἀγρὸς καὶ τὸ σπήλαιον ὃ ἦν ἐν αὐτῷ, 17γ καὶ πᾶν δένδρον ὃ ἦν ἐν τῷ ἀγρῷ, [καὶ πᾶν] ὅ ἐστιν ἐν τοῖς ὁρίοις αὐτοῦ κύκλῳ, 18 τῷ ᾿Αβραὰμ εἰς κτῆσιν ἐναντίον τῶν υἱῶν Χὲτ καὶ πάντων τῶν εἰσπορευομένων εἰς τὴν πόλιν. 19 μετὰ ταῦτα ἔθαψεν ᾿Αβραὰμ Σάρραν τὴν γυναῖκα αὐτοῦ ἐν τῷ σπηλαίῳ τοῦ ἀγροῦ τῷ διπλῷ, 19β ὅ ἐστιν ἀπέναντι Μαμβρῆ (αὕτη ἐστὶ Χεβρὼν) ἐν τῇ γῇ Χαναάν. 20 καὶ ἐκυρώθη ὁ ἀγρὸς καὶ τὸ σπήλαιον, ὃ ἦν ἐν αὐτῷ, 20β τῷ ᾿Αβραὰμ εἰς κτῆσιν τάφου παρὰ τῶν υἱῶν Χέτ.

 

Παραπομπαί

23. 1) 17:15-16· 18:12.

2) 23:19· 13:18· 35:27. ΙσΝ 14:15· 15:13· 21:11. Κρ 1:10. Ιεζ 24:15-17,22-24. 1Θεσ 4:13-14. Ρμ 8:23.

3) 23:5,7,10,16,18,20· 10:15· 25:10· 27:46· 49:30. ΙσΝ 14:15· 15:13. 1Βασ 26:6. 2Βασ 23:39. 4Βασ 7:6.

3-16) 1Θεσ 4:12. 2Κορ 8:21. Ρμ 13:8.

4) 23:17,19· 3:19· 17:8· 47:9· 49:30· 50:13. Λευ 25:23. 1Παρ 29:15. Ψ 38:12· 104:12,13· 118:19. Ιωβ 30:23. Εκ 6:3· 12:5,7. Πρξ 7:5,16. Εβρ 11:9,13-16. 1Πετ 2:11.

5) 23:3. 3Βασ 13:22. Πρξ 7:5.

6) 13:2· 14:14· 18:12· 21:22· 24:18,35· 31:35· 32:4,5,18· 42:10· 44:5,8. Εξ 32:22. Ρθ 2:13. Ησ 45:14. 1Ιω 3:1,2.

7) 18:2· 19:1. Πρμ 18:24. Ρμ 12:17,18. Εβρ 12:14. 1Πετ 3:8.

8) 3Βασ 2:17. Λκ 7:3,4. Εβρ 7:26. 1Ιω 2:1,2.

9) 25:9. Ρμ 12:17· 13:8.

10) 34:20,24. Δευτ 21:19· 22:15· 25:7. Ρθ 4:1,11. Ιερ 17:9. Ψ 9:15.

11) 23:6,18. Αρ 35:30. Δευτ 17:6· 19:15. Ρθ 4:1,4,9,11. 2Βασ 24:20-24. 1Παρ 21:22-24. Ησ 32:8. Ιερ 32:7-12. Λκ 19:24.

12) 23:7· 18:2· 19:1.

13) 14:22,23. 2Βασ 24:24. Πρξ 20:35. Ρμ 13:8. Φιλ 4:5-8. Κλσ 4:5. Εβρ 13:5.

14) 23:10,15,16. Εξ 30:13.

15) 23:16. Εξ 30:13. Ιερ 39(32):9. Ιεζ 45:12.

16) 23:15· 13:2· 43:21· 50:13. Εξ 30:13. Εσρ 8:25-30. Ιωβ 28:15. Ιερ 39(32):9. Ιεζ 45:12. Ζχ 11:12. Μτ 7:12. Ρμ 13:8. Φιλ 4:8. 1Θεσ 4:6.

17) 23:20· 25:9· 49:29-32· 50:13. Ρθ 4:7-10. Ψ 111:5. Ιερ 32:7-14. Μτ 10:16. Πρξ 7:16. Εφ 5:15. Κλσ 4:5.

18) 4:17· 10:9-10· 34:20. Ρθ 4:1. Ησ 5:8. Ιερ 32:12. Εβρ 11:10.

19) 23:4· 3:19· 25:9,10· 35:27-29· 47:30· 49:29-32· 50:13,25. Ιωβ 30:23. Εκ 6:3· 12:5,7. Πρξ 7:16.

20) 25:9· 49:31,32· 50:5,13,24,25. Ρθ 4:1-10. 2Βασ 24:24. 4Βασ 21:18. Ιερ 39(32):10,11.

 

Σημειώσεις 23ου κεφαλαίου

(1) εἶπεν ᾿Αβραὰμ (ΠΜ)

(2) δότε μοι οὖν (ΠΜ)

(3) ῾Ετέρα γραφή· καὶ εἶπαν

(4) ᾿Ενιαχοῦ αἱ λέξεις «οὐ μὴ» παραλείπονται.

(5) ῾Ετέρα γραφή· πρὸς αὐτὸν

(6) ᾿Εν ΠΜ τὸ πάντων τίθεται μετὰ τὴν πόλιν.

(7) ᾿Ενιαχοῦ προστίθεται· παντὸς

(8) ἀλλὰ τί ἂν εἴη τοῦτο ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ; (ΠΜ)

῞Ετεραι παραπομπαί. 3) (Γεν 10:16).

 

 

᾿Εξηγήσεις συμβόλων καὶ στοιχείων