1. Βίβλος Κείμενον τῆς Βίβλου ᾿Αγγαῖος, κεφ. 1 (κείμενον Ο΄)

PostHeaderIcon ᾿Αγγαῖος, κεφ. 1 (κείμενον Ο΄)

 

᾿Αγγαῖος

 

ΚΕΦΑΛΑΙΟΝ 1

 

[Λόγος 1ος]

 

1 ᾿Εν τῷ δευτέρῳ ἔτει ἐπὶ Δαρείου τοῦ βασιλέως, ἐν τῷ μηνὶ τῷ ἕκτῳ, μιᾷ τοῦ μηνός, ἐγένετο λόγος Κυρίου ἐν χειρὶ ᾿Αγγαίου τοῦ προφήτου λέγων· «Εἰπὸν [δὴ](1) πρὸς Ζοροβάβελ τὸν τοῦ Σαλαθιὴλ ἐκ φυλῆς ᾿Ιούδα καὶ πρὸς ᾿Ιησοῦν τὸν τοῦ ᾿Ιωσεδὲκ τὸν ἱερέα τὸν μέγαν λέγων· 2 “Τάδε λέγει Κύριος παντοκράτωρ λέγων· ῾Ο λαὸς οὗτος λέγουσιν· Οὐχ ἥκει ὁ καιρὸς τοῦ οἰκοδομῆσαι τὸν οἶκον Κυρίου”». 3 καὶ ἐγένετο λόγος Κυρίου ἐν χειρὶ ᾿Αγγαίου τοῦ προφήτου λέγων·

4 Εἰ καιρὸς μὲν ὑμῖν ἐστι τοῦ οἰκεῖν ἐν οἴκοις ὑμῶν κοιλοστάθμοις,

     ὁ δὲ οἶκος οὗτος ἐξηρήμωται;

5 καὶ νῦν τάδε λέγει Κύριος παντοκράτωρ·

     «Τάξατε δὴ τὰς(1) καρδίας ὑμῶν εἰς τὰς ὁδοὺς ὑμῶν·

6 ἐσπείρατε πολλὰ καὶ εἰσηνέγκατε ὀλίγα·

     ἐφάγετε, καὶ οὐκ εἰς πλησμονήν·

     ἐπίετε, καὶ οὐκ εἰς μέθην·

     περιεβάλεσθε, καὶ οὐκ ἐθερμάνθητε ἐν αὐτοῖς·

     καὶ ὁ τοὺς μισθοὺς συνάγων συνήγαγεν εἰς δεσμὸν(2) τετρυπημένον».

7 τάδε λέγει Κύριος παντοκράτωρ·

     «Θέσθε τὰς καρδίας ὑμῶν εἰς τὰς ὁδοὺς ὑμῶν·

8 ἀνάβητε ἐπὶ(3) τὸ ὄρος καὶ κόψατε ξύλα

     καὶ οἰκοδομήσατε τὸν οἶκον, καὶ εὐδοκήσω ἐν αὐτῷ

     καὶ ἐνδοξασθήσομαι», εἶπε Κύριος.

9 «ἐπεβλέψατε εἰς πολλά, καὶ ἐγένετο ὀλίγα·

     καὶ εἰσηνέχθη εἰς τὸν οἶκον, καὶ ἐξεφύσησα αὐτά».

διὰ τοῦτο τάδε λέγει Κύριος παντοκράτωρ·

     «᾿Ανθ᾿ ὧν ὁ οἶκός μου ἐστὶν ἔρημος,

     ὑμεῖς δὲ διώκετε ἕκαστος εἰς τὸν οἶκον αὐτοῦ,

10 διὰ τοῦτο ἀνέξει ὁ οὐρανὸς ἀπὸ δρόσου,

     καὶ ἡ γῆ ὑποστελεῖται(4) τὰ ἐκφόρια αὐτῆς [ἐφ᾿ ὑμᾶς(1)

11 καὶ ἐπάξω ῥομφαίαν ἐπὶ τὴν γῆν καὶ ἐπὶ τὰ ὄρη

     καὶ ἐπὶ τὸν σῖτον καὶ ἐπὶ τὸν οἶνον καὶ ἐπὶ τὸ ἔλαιον

     καὶ [ἐπὶ πάντα](1)σα ἐκφέρει ἡ γῆ

     καὶ ἐπὶ τοὺς ἀνθρώπους καὶ ἐπὶ τὰ κτήνη

     καὶ ἐπὶ πάντας τοὺς πόνους τῶν χειρῶν αὐτῶν».

12 Καὶ ἤκουσε Ζοροβάβελ ὁ τοῦ Σαλαθιὴλ ἐκ φυλῆς ᾿Ιούδα 12β καὶ ᾿Ιη­σοῦς ὁ τοῦ ᾿Ιωσεδὲκ ὁ ἱερεὺς ὁ μέγας καὶ πάντες οἱ κατάλοιποι τοῦ λαοῦ 12γ τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ αὐτῶν καὶ τῶν λόγων (5) ᾿Αγγαίου τοῦ προ­φήτου, 12δ καθότι ἐξαπέστειλεν αὐτὸν Κύριος ὁ Θεὸς αὐτῶν πρὸς αὐτούς, 12ε καὶ ἐφοβήθη ὁ λαὸς ἀπὸ προσώπου Κυρίου. 13 καὶ εἶπεν ᾿Αγγαῖος [ὁ](1) ἄγγελος Κυρίου [ἐν ἀγγέλοις Κυρίου] τῷ λαῷ· 13β «“᾿Εγώ εἰμι μεθ᾿ ὑμῶν”, λέγει Κύριος». 14 καὶ ἐξήγειρε Κύριος τὸ πνεῦμα Ζοροβάβελ τοῦ Σαλαθιὴλ ἐκ φυλῆς ᾿Ιούδα 14β καὶ τὸ πνεῦμα ᾿Ιησοῦ τοῦ ᾿Ιωσεδὲκ τοῦ ἱερέως τοῦ με­γάλου 14γ καὶ τὸ πνεῦμα τῶν καταλοίπων παντὸς τοῦ λαοῦ, καὶ εἰσῆλθον 14δ καὶ ἐποίουν ἔργα ἐν τῷ οἴκῳ Κυρίου παντοκράτορος Θεοῦ αὐτῶν, 15 τῇ τετράδι καὶ εἰκάδι τοῦ μηνὸς τοῦ ἕκτου, τῷ δευτέρῳ ἔτει, ἐπὶ Δαρείου τοῦ βασιλέως.(6)

 

Παραπομπαί

(ἡ παραπομπὴ Χ:0 σημαίνει ὅλον τὸ Χ κεφάλαιον)

1. 1) 1:5,12,14,15· 2:1,2,10,15,18,21. Εσρ 1:8· 2:2· 3:2,8,12· 4:1-3,14,24· 5:1-2,14,16· 6:1,6-14,15. Νε 5:14· 6:15· 7:7· 12:1-7,26. Λευ 23:2. Αρ 28:11. 3Βασ 5:14. 4Βασ 24:15· 25:18-21. 1Παρ 3:5,16-17,19· 6:1-15. Ζχ 1:1,7· 3:1-9· 4:6,9· 6:11· 12:12. Δν 2:1· 7:1. Μλχ 1:8. Μτ 1:12-13. Λκ 3:27.

1-11) Εσρ 4:24-5:2· (1:0-6:0).

2) 1:5,7,9· 2:5,7,8. Αρ 13:31. 4Βασ 25:8-17. Εσρ 2:68-69· 3:1,2,10,7,8· 4:1,17,23,24· 5:1,2,6. Νε 4:10. Πρμ 22:13· 26:13-16· 29:25. Εκ 9:10· 11:4. Ασμ 5:2,3. Ζχ 1:3,4,14,16,17.

3) Εσρ 5:1. Ζχ 1:1.

4) 2Βασ 7:2. 3Βασ 7:3,7. Ψ 73:7· 101:14· 131:3-5. Ιερ 22:14· 33(26):6,18· 52:13. Θρ 2:7· 3:40· 4:1. Ιεζ 24:21. Δν 9:17,18,26,27. Μιχ 3:12. Μτ 24:1,2· Μτ 6:33. Φιλ 2:21.

5) 1:7· 2:15-18. Θρ 3:40. Ιεζ 18:28. Εξ 7:23· 9:21. Ψ 47:13. Ιεζ 47(40):4. Δν 6:14· 10:12. Λκ 15:17. 2Κορ 13:5. Γαλ 6:4.

6) 1:9· 2:16. Γεν 42:25. Λευ 26:14-20,26,34. Δευτ 28:15-19,22,24,30-34,38-40. 2Βασ 21:1. 3Βασ 17:12. Ψ 106:34. Ιωβ 20:22,28. Πρμ 7:20. Ησ 5:10· 55:10. Ιερ 14:4· 44:18. Ιεζ 4:16,17. Ωσ 4:10· 8:7. Ιωηλ 1:5,10-13. Αμ 4:6-9. Μιχ 6:14-15. Ζχ 5:4· 8:10. Μλχ 2:2· 3:9-11. (Λκ 12:33. 2Κορ 9:10.).

7) 1:5. Ψ 118:59,60. Ησ 28:10. Φιλ 3:1.

8) 1:2-4· 2:7. Γεν 22:2. Εξ 29:43. 3Βασ 9:3. 1Παρ 2:8-10· 7:16. 2Παρ 3:1. Εσρ 3:7-13· 6:4. Νε 2:8· 8:15. Ψ 86:2,3· 131:13,14. Ησ 60:7,13. 66:11. Ζχ 11:1,2. Ιωνα 3:1,2. Ιω 13:31,32. Μτ 3:8,9.

9) 1:6· 2:16,17. Ησ 5:10. Πρμ 23:5. Μτ 6:19-20.

10) Γεν 27:39. Λευ 26:19. Δευτ 28:23-24. 3Βασ 8:35,36· 17:1. Ιερ 14:1-6. Ωσ 2:9. Ιωηλ 1:18-20.

11) 2:17. Λευ 26:18-22. Δευτ 28:22-24. 3Βασ 17:1. 4Βασ 8:1. Ιωβ 34:29. Ιερ 14:1-6. Θρ 1:21. Αμ 5:8· 7:4· 9:6. Ιωηλ 1:17-20. Μλχ 3:9-11.

12) 1:1,14· 2:3. Γεν 22:12. Εσρ 5:2. Ψ 18:9· 111:1. Πρμ 1:7. Εκ 12:13. Ησ 50:10· 55:10,11. Πρξ 9:31. Κλσ 1:6. 1Θεσ 1:5,6. 2:13,14. Εβρ 12:28.

12-15) Εσρ 5:2. Ζχ 1:1-6.

13) 2:4,5. Κρ 2:1. 1Παρ 15:2· 20:17· 32:8. 2Παρ 20:15-17. Ψ 45:7,11. Ησ 8:8-10· 41:10· 42:19· 43:2· 44:26. Ιερ 15:20. 20:11. 30:11. Ιεζ 3:17. Μλχ 2:7. 3:1. Μτ 1:23· 18:20· 28:20. Πρξ 18:9,10. Ρμ 8:31. 2Κορ 5:20. 2Τιμ 4:17,22.

14) 1:1· 2:21. 1Παρ 5:26· 36:22. 2Παρ 36:22. Εσρ 1:1,5,15· 3:1· 4:24· 5:2,8· 7:27,28. Νε 4:6· 11:2. Ψ 109:3· 118:32. Ησ 1:9. Ζχ 8:6. 1Κορ 12:4-11· 15:58. 2Κορ 8:16. Ρμ 11:5. Φιλ 2:12,13. Εβρ 13:21.

15) 1:1. 2:1,10,20. Ζχ 4:6-10.

 

Σημειώσεις 1ου κεφαλαίου

(1) ᾿Απουσιάζει ἀπὸ ΠΜ.

(2) ῾Ετέρα γραφή· ἀπόδεσμον

(3) εἰς (ΠΜ)

(4) ῾Ετέρα γραφή· στελεῖται

(5) ΠΜ καὶ ἄλλοι προσθέτουν· τοῦ

(6) Πολλαχοῦ ὁ στίχος 15 τίθεται ὡς 1ος τοῦ ἑπομένου κεφαλαίου.

῞Ετεραι παραπομπαί. 1) «Α΄ ῎Εσδρας» 6:1. Σιρὰχ 49:11,12-14.

 

 

᾿Εξηγήσεις συμβόλων καὶ στοιχείων