1. Βίβλος Κείμενον τῆς Βίβλου ᾿Αγγαῖος, κεφ. 2 (κείμενον Ο΄)

PostHeaderIcon ᾿Αγγαῖος, κεφ. 2 (κείμενον Ο΄)

 

᾿Αγγαῖος

 

ΚΕΦΑΛΑΙΟΝ 2

 

[Λόγος 2ος]

 

1 Tῷ ἑβδόμῳ μηνί(1), μιᾷ καὶ εἰκάδι τοῦ μηνός, ἐλάλησε Κύριος ἐν χειρὶ ᾿Αγγαίου τοῦ προφήτου λέγων· 2 «Εἰπὸν δὴ πρὸς Ζοροβάβελ τὸν τοῦ Σα­λαθιὴλ ἐκ φυλῆς ᾿Ιούδα καὶ πρὸς ᾿Ιησοῦν [τὸν](2) τοῦ ᾿Ιωσεδὲκ τὸν ἱερέα τὸν μέγαν καὶ πρὸς πάντας τοὺς καταλοίπους τοῦ λαοῦ λέγων·

3 Τίς ἐξ ὑμῶν, ὃς εἶδε τὸν οἶκον τοῦτον

     ἐν τῇ δόξῃ αὐτοῦ τῇ ἔμπροσθεν;

     καὶ πῶς ὑμεῖς βλέπετε αὐτὸν νῦν

     καθὼς οὐχ ὑπάρχοντα ἐνώπιον ὑμῶν;

4 καὶ νῦν κατίσχυε, Ζοροβάβελ, λέγει Κύριος,

     καὶ κατίσχυε, ᾿Ιησοῦ ὁ τοῦ ᾿Ιωσεδὲκ ὁ ἱερεὺς ὁ μέγας,

     καὶ κατισχυέτω πᾶς ὁ λαὸς τῆς γῆς, λέγει Κύριος,

     καὶ ποιεῖτε, διότι ἐγὼ(3) μεθ᾿ ὑμῶν εἰμι,

                                           λέγει Κύριος [ὁ] παντοκράτωρ,

5 (4) καὶ τὸ πνεῦμά μου ἐφέστηκεν ἐν μέσῳ ὑμῶν·

6 θαρσεῖτε,(5) διότι τάδε λέγει Κύριος παντοκράτωρ·

     ῎Ετι ἅπαξ ἐγὼ σείσω τὸν οὐρανὸν καὶ τὴν γῆν

     καὶ τὴν θάλασσαν καὶ τὴν ξηράν·

7 καὶ συσσείσω πάντα τὰ ἔθνη,

     καὶ ἥξει τὰ ἐκλεκτὰ πάντων τῶν ἐθνῶν,

     καὶ πλήσω(6) τὸν οἶκον τοῦτον δόξης,

                                           λέγει Κύριος παντοκράτωρ.

8 ἐμὸν τὸ ἀργύριον καὶ ἐμὸν τὸ χρυσίον,

                                           λέγει Κύριος παντοκράτωρ.

9 διότι μεγάλη ἔσται ἡ δόξα τοῦ οἴκου τούτου

     ἡ ἐσχάτη ὑπὲρ τὴν πρώτην,

                                           λέγει Κύριος παντοκράτωρ·

     καὶ ἐν τῷ τόπῳ τούτῳ δώσω εἰρήνην,

                                           λέγει Κύριος παντοκράτωρ,

     καὶ εἰρήνην ψυχῆς εἰς περιποίησιν παντὶ τῷ κτίζοντι

     τοῦ ἀναστῆσαι τὸν ναὸν τοῦτον».

 

[Λόγος 3ος]

 

10 Tετράδι καὶ εἰκάδι τοῦ ἐνάτου μηνός, ἔτους δευτέρου, ἐπὶ Δαρείου, 10β ἐγένετο λόγος Κυρίου πρὸς ᾿Αγγαῖον τὸν προφήτην λέγων· 11 «Τάδε λέγει Κύριος παντοκράτωρ· “᾿Επερώτησον δὴ τοὺς ἱερεῖς νόμον λέγων· 12 ᾿Εὰν λάβῃ ἄνθρωπος κρέας ἅγιον ἐν τῷ ἄκρῳ τοῦ ἱματίου αὐτοῦ 12β καὶ ἅψηται τὸ ἄκρον τοῦ ἱματίου αὐτοῦ ἄρτου ἢ ἑψήματος ἢ οἴνου 12γ ἢ ἐλαίου ἢ παντὸς βρώματος, εἰ ἁγιασθήσεται;”» 12δ καὶ ἀπεκρίθησαν οἱ ἱερεῖς καὶ (7)εἶπον· «Οὔ». 13 καὶ εἶπεν ᾿Αγγαῖος· «᾿Εὰν ἅψηται μεμιασμένος (8) ἐπὶ ψυ­χῇ ἀπὸ(9) παντὸς τούτων, εἰ μιανθήσεται;» 13β καὶ ἀπεκρίθησαν οἱ ἱερεῖς καὶ (7)εἶπον· «Μιανθήσεται». 14 καὶ ἀπεκρίθη ᾿Αγγαῖος καὶ εἶπεν· 14β

«Οὕτως ὁ λαὸς οὗτος καὶ οὕτω τὸ ἔθνος τοῦτο ἐνώπιον ἐμοῦ, λέγει Κύριος,

     καὶ οὕτω πάντα τὰ ἔργα τῶν χειρῶν αὐτῶν,

     καὶ ὃς ἐὰν ἐγγίσῃ ἐκεῖ, μιανθήσεται,

     ἕνεκεν τῶν λημμάτων αὐτῶν τῶν ὀρθρινῶν,

     ὀδυνηθήσονται ἀπὸ προσώπου πόνων(10) αὐτῶν·

     καὶ ἐμισεῖτε ἐν πύλαις ἐλέγχοντας.

15 καὶ νῦν θέσθε δὴ ἐπὶ(11) τὰς καρδίας ὑμῶν

     ἀπὸ τῆς ἡμέρας ταύτης καὶ ὑπεράνω(12)

     πρὸ τοῦ θεῖναι λίθον ἐπὶ λίθον ἐν τῷ ναῷ Κυρίου,

16 τίνες ἦτε, ὅτε ἐνεβάλλετε εἰς κυψέλην κριθῆς εἴκοσι σάτα,

     καὶ ἐγένετο δέκα σάτα κριθῆς(13) ·

     καὶ εἰσεπορεύεσθε εἰς τὸ ὑπολήνιον

     ἐξαντλῆσαι πεντήκοντα μετρητάς, καὶ ἐγένοντο εἴκοσιν.

17 ἐπάταξα ὑμᾶς ἐν ἀφορίᾳ καὶ ἐν ἀνεμοφθορίᾳ καὶ ἐν χαλάζῃ

     πάντα τὰ ἔργα τῶν χειρῶν ὑμῶν,

     καὶ οὐκ ἐπεστρέψατε πρός με, λέγει Κύριος.

18 τάξατε(14) δὴ τὰς καρδίας ὑμῶν ἀπὸ τῆς ἡμέρας ταύτης καὶ ἐπέκεινα·

     ἀπὸ τῆς τετράδος καὶ εἰκάδος τοῦ ἐνάτου μηνὸς

     καὶ ἀπὸ τῆς ἡμέρας ἧς ἐθεμελιώθη(15) ὁ ναὸς Κυρίου·

19 θέσθε ἐν ταῖς καρδίαις ὑμῶν,(16)

     εἰ ἔτι ἐπιγνωσθήσεται ἐπὶ τῆς ἅλω

     καὶ εἰ ἔτι ἡ ἄμπελος καὶ ἡ συκῆ καὶ ἡ ῥοὰ

     καὶ τὰ ξύλα τῆς ἐλαίας τὰ οὐ φέροντα καρπόν,

     ἀπὸ τῆς ἡμέρας ταύτης εὐλογήσω».

 

[Λόγος 4ος]

 

20 Kαὶ ἐγένετο λόγος Κυρίου ἐκ δευτέρου πρὸς ᾿Αγγαῖον τὸν προφήτην [ἐν τῇ](17) τετράδι καὶ εἰκάδι τοῦ μηνὸς λέγων· 21 «Εἰπὸν πρὸς Ζοροβάβελ τὸν τοῦ Σαλαθιὴλ ἐκ φυλῆς ᾿Ιούδα λέγων·

21β [῎Ετι ἅπαξ](17) ἐγὼ σείσω(18) τὸν οὐρανὸν καὶ τὴν γῆν

     καὶ τὴν θάλασσαν καὶ τὴν ξηρὰν

22 καὶ καταστρέψω θρόνους βασιλέων

     καὶ ἐξολοθρεύσω(19) δύναμιν βασιλέων τῶν ἐθνῶν

     καὶ καταστρέψω ἅρματα καὶ ἀναβάτας,

     καὶ καταβήσονται(20) ἵπποι καὶ ἀναβάται αὐτῶν,

     ἕκαστος ἐν ῥομφαίᾳ πρὸς τὸν ἀδελφὸν αὐτοῦ.

23 ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, λέγει Κύριος παντοκράτωρ,

     λήψομαί σε Ζοροβάβελ τὸν τοῦ Σαλαθιὴλ τὸν δοῦλόν μου,

                                                                             λέγει Κύριος,

     καὶ θήσομαί σε ὡς σφραγῖδα, διότι σὲ ᾑρέτισα,

                                                            λέγει Κύριος παντοκράτωρ».

 

Παραπομπαί

(ἡ παραπομπὴ Χ:0 σημαίνει ὅλον τὸ Χ κεφάλαιον)

2. 1) 2:10,20· 1:1,5,15. Λευ 23:2,14,34,39-44. 3Βασ 8:2. 2Πετ 1:21. Ιω 7:37.

2) 1:1,14,15. Εσρ 1:8· 2:63. Νε 8:9.

3) Εσρ 3:12-13. Εκ 7:10. Ωσ 3:4-5. Ζχ 4:9,10. Ιεζ 7:20. Λκ 21:5,6.

4) 1:12,13. Εξ 3:12. Δευτ 31:23. ΙσΝ 1:6,9· 6:6-9. Κρ 2:18. Ρθ 2:19. 1Βασ 16:18. 2Βασ 5:10. 1Παρ 22:13· 28:20. Εσρ 4:4. Ζχ 4:6· 8:9. Μλχ. 3:17. Μτ 28:20. Μρ 16:20. Ιω 14:18. Πρξ 7:9. 1Κορ 16:13. Εφ 6:10-12. 2Τιμ 2:1· 4:17.

5) 2:4· 1:14. Γεν 1:2. Εξ 20:2· 29:45-46· 33:12-14· 34:8,10. Αρ 11:25-29. ΙσΝ 8:1. 1Παρ 20:17. 2Παρ 20:15-17. Εσρ 1:5. Νε 9:20,30. Ψ 50:11,12· 138:7-8· 142:10. Ησ 41:10,13· 63:11-14. Ζχ 4:6· 8:13,15· 12:10. Μτ 28:5. Πρξ 27:24. Εβρ 12:26,27. Ιω 14:15-17. Απ 1:17.

6) 2:21,22. Εξ 19:16. Δτ 30:3. Κρ 5:4-5. Ψ 36:10. Ησ 2:2· 10:25· 11:10· 13:10· 19:16· 24:1· 29:17· 34:4. Ιερ 4:23-26· 28(51):33. Ιεζ 21:27· 38:20. Δν 2:36-45· 7:2. Ιωηλ 2:30-32· 3:3,16. Ζχ 2:10. Μιχ 4:1. Μτ 24:29,30. Μρ 13:24-26. Λκ 21:25-27. Πρξ 1:11· 2:19. Εβρ 10:37· 12:26-29. Απ 6:2-17· 8:5-12· 11:9.

7) Γεν 3:15· 22:18· 49:10. Εξ 40:34,35. 3Βασ 8:11. 1Παρ 5:14. Ψ 79:1. Ησ 42:4· 60:6-7,13. Ιεζ 21:27. Δν 2:44,45· 7:20-25. Ιωηλ 3:9-16. Μλχ 3:1. Ζχ 2:5· 9:9,10. Μτ 24:29-30. Λκ 2:10,11,27,46· 19:47· 20:1· 21:10,11,38. Ιω 1:14· 2:13-17· 7:37-39· 10:23-38. Ρμ 15:9-15. Γαλ 3:8,9. Κλσ 2:9.

8) 3Βασ 6:20-35. 1Παρ 29:14-16. Ψ 23:1· 49:10-12· 83:8. Ησ 9:6· 60:13,17. Λκ 2:14.

9) 3Βασ 6:0· 7:13-51. Μιχ 4:1-4· 5:1-4. Ψ 84:8,9. Ησ 9:1-3,6-7· 11:1-3· 60:18. Εσρ 9:9. Ιεζ 40:0-47:0. Δν 9:27. Ζχ 1:17· 2:9. Μιχ 5:5. Μτ 21:12-13· 24:15. Λκ 2:14. Ιω 1:14. 2Θεσ 2:3-4. Εφ 2:14.

10) 2:1,20· 1:1,14,15. Ζχ 3:8. (Ωσ 4:6. Δευτ 17:9,11.).

10-23) Ζχ 1:7-6:15. (Εσρ 5:3-17· 6:1-13. Ζχ 7:0-8:0).

11) Λευ 10:10,11. Δευτ 17:8,13· 33:10. Ιεζ 44:23,24. Μλχ 2:7. Ττ 1:9.

12) Εξ 29:37. Λευ 6:20,27,29· 7:6. Αρ 18:8-10. Ιεζ 42:14· 44:19· 46:20. Μτ 23:19.

13) Λευ 6:18· 11:28,40· 21:11· 22:4-6. Αρ 5:2,3· 6:6· 9:6-10· 19:11-22.

14) 1:4-11. Εσρ 3:2,3· 4:1-3. Πρμ 15:8· 21:4,24,27· 28:9. Ησ 1:11-15. Αμ 5:10. Ζχ 1:3· 8:8. Ττ 1:15. Ιδ 23.

15) 2:18· 1:5-7,9,14. Εσρ 3:10· 4:24. Ψ 106:43. Ησ 5:12. Ωσ 14:9. Ζχ 8:10. Μλχ 3:8-11. Ρμ 6:21. 1Κορ 11:31.

15-19) 1:5-11. Ζχ 8:9-13.

16) 1:6-11. Λευ 26:26. Ρθ 3:16. Πρμ 3:9,10. Αμ 7:2,5. Ζχ 8:10-12. Μλχ 2:2.

17) 1:9,11. Γεν 41:6-27. Εξ 9:18-29. Δευτ 28:22. 3Βασ 8:37. 1Παρ 6:28· 28:22. Ψ 77:46. Ιωβ 36:13. Ησ 9:13· 28:2· 37:27· 42:25· 62:8. Ιερ 3:24· 5:3· 6:16,17· 8:4-7. Ωσ 7:9,10. Αμ 4:6-11. Ζχ 1:2-4· 7:9-13. Απ 2:21· 9:20,21.

18) 2:10,15· 1:14,15. Δευτ 32:29. Εσρ 3:10· 5:1,2,16. Ζχ 8:9,12. Λκ 15:17-20.

19) Γεν 26:12. Λευ 26:3-13. Δευτ 15:10· 28:2-15. Ψ 83:12· 127:1-5· 132:3. Πρμ 3:9,10. Αβ 3:17,18. Ζχ 8:11-15. Μλχ 3:10. Μτ 6:33.

20) 2:10.

21) 2:6,7· 1:1,14. 1Παρ 3:19. Εσρ 2:2· 5:2. Ζχ 4:6-10. Ψ 46:6. Ιερ 22:24. Ιεζ 26:15· 38:19,20. Ιωηλ 3:16. Μτ 1:12. Λκ 3:27. Εβρ 12:26,27. Απ 16:17-19.

22) Εξ 14:17,28· 15:1,4,19. Κρ 7:21-22. 1Βασ 14:16. 1Παρ 20:22. Ψ 45:9· 75:6. Ησ 9:19· 19:2· 60:12. Ιεζ 21:27· 39:20. Δν 2:34-35,44-45· 7:25-27· 8:25· 9:44. Μιχ 5:8,10,15. Σφν 3:8. Ζχ 4:6· 9:10,19· 10:11· 12:2-5· 14:3. Μτ 24:7. Απ 11:15· 19:11-21.

23) Γεν 26:24· 40:20· 41:10. Εξ 10:7. Δευτ 9:27. Αρ 12:7. 2Βασ 3:18· 7:14. Ασμ 8:6. Ησ 42:1· 43:10. Ιερ 22:24. Αμ 3:7. Ζχ 3:8· 6:9,12-13. Μτ 1:12. Λκ 3:27.

 

Σημειώσεις 2ου κεφαλαίου

(1) Τῷ μηνὶ τῷ ἑβδόμῳ (ΠΜ)

(2) ᾿Απουσιάζει ἀπὸ ΠΜ.

(3) μεθ᾿ ὑμῶν ἐγώ εἰμι (ΠΜ)

(4) Πολλαχοῦ προστίθεται· καὶ ὁ λόγος μου ὃν διεθέμην ὑμῖν ἐξελθόντων ὑμῶν ἐκ γῆς Αἰγύπτου,

(5) Εἰς ΠΜ καὶ ἄλλους ἐκδότας ἡ λέξις «θαρσεῖτε» τίθεται εἰς τὸ προηγούμενον ἐδάφιον.

(6) ῾Ετέρα γραφή· πληρώσω

(7) εἶπαν (ΠΜ)

(8) ΠΜ καὶ ἄλλοι προσθέτουν ἐνταῦθα τὴν λέξιν ἀκάθαρτος, ἡ ὁποία ἀπουσιάζει ἐκ πλείστων χειρογράφων, φαίνεται δὲ ὡς ἑρμήνευμα τῆς λέξεως μεμιασμένος.

(9) ἐπὶ (ΠΜ). Καὶ ἑτέρα γραφή· ἀπὸ πάντων τούτων

(10) ῾Ετέρα γραφή· πονηριῶν

(11) εἰς (ΠΜ)

(12) ῾Ετέρα γραφή· ἐπάνω

(13) καὶ ἐγένοντο κριθῆς δέκα σάτα (ΠΜ)

(14) ὑποτάξατε (ΠΜ)

(15) τεθεμελίωται (ΠΜ)

(16) Εἰς ΠΜ καὶ ἄλλους ἐκδότας τὸ ἡμιστίχιον «θέσθε ἐν ταῖς καρδίαις ὑμῶν» συναριθμεῖται μὲ τὸ προηγούμενον ἐδάφιον.

(17) ᾿Απουσιάζει ἀπὸ ΠΜ.

(18) σείω (ΠΜ)

(19) ὀλοθρεύσω (ΠΜ)

(20) ῾Ετέρα γραφή· ἀναβήσονται

῞Ετεραι παραπομπαί. 23) Σιρὰχ 49:11. ᾿Εσθὴρ 3:10· 8:2.

 

 

᾿Εξηγήσεις συμβόλων καὶ στοιχείων