1. Βίβλος Κείμενον τῆς Βίβλου Γένεσις, κεφ. 24 (κείμενον Ο΄)

PostHeaderIcon Γένεσις, κεφ. 24 (κείμενον Ο΄)

 

ΚΕΦΑΛΑΙΟΝ 24

 

[Λόγος 29ος]

 

1 Καὶ ᾿Αβραὰμ ἦν πρεσβύτερος προβεβηκὼς ἡμερῶν, καὶ (1) Κύριος εὐ­λόγησε τὸν ᾿Αβραὰμ κατὰ πάντα. 2 καὶ εἶπεν ᾿Αβραὰμ τῷ παιδὶ αὐτοῦ τῷ πρεσβυτέρῳ τῆς οἰκίας αὐτοῦ τῷ ἄρχοντι πάντων τῶν (2)ὑπαρχόντων αὐτῷ· «Θὲς τὴν χεῖρά σου ὑπὸ τὸν μηρόν μου, 3 καὶ ἐξορκιῶ σε Κύριον τὸν Θεὸν τοῦ οὐρανοῦ καὶ [τὸν Θεὸν] τῆς γῆς, ἵνα μὴ λάβῃς γυναῖκα τῷ υἱῷ μου ᾿Ισαὰκ ἀπὸ τῶν θυγατέρων τῶν Χαναναίων, μεθ᾿ ὧν ἐγὼ οἰκῶ ἐν αὐτοῖς, 4 ἀλλ᾿ ἢ εἰς τὴν γῆν μου, οὗ ἐγενόμην(3), πορεύσῃ καὶ εἰς τὴν φυλήν μου καὶ λήψῃ γυναῖκα τῷ υἱῷ μου ᾿Ισαὰκ ἐκεῖθεν». 5 εἶπε δὲ πρὸς αὐτὸν ὁ παῖς· «Μήποτε οὐ βούληται ἡ γυνὴ πορευθῆναι μετ᾿ ἐμοῦ ὀπίσω εἰς τὴν γῆν ταύτην· ἀποστρέψω(4) τὸν υἱόν σου εἰς τὴν γῆν ὅθεν ἐξῆλθες ἐκεῖ­θεν;» 6 εἶπε δὲ πρὸς αὐτὸν ᾿Αβραάμ· «Πρόσεχε σεαυτῷ, μὴ ἀποστρέψῃς τὸν υἱόν μου ἐκεῖ. 7 Κύριος ὁ Θεὸς τοῦ οὐρανοῦ καὶ [ὁ Θεὸς] τῆς γῆς, ὃς ἔλαβέ με ἐκ τοῦ οἴκου τοῦ πατρός μου καὶ ἐκ τῆς γῆς ἧς ἐγεννήθην, ὃς ἐλάλησέ μοι καὶ (5) ὤμοσέ μοι λέγων· “Σοὶ δώσω τὴν γῆν ταύτην καὶ τῷ σπέρματί σου”, αὐτὸς ἀποστελεῖ τὸν ἄγγελον αὐτοῦ ἔμπροσθέν σου(6) καὶ λήψῃ γυναῖκα τῷ υἱῷ μου ᾿Ισαὰκ(7) ἐκεῖθεν. 8 ἐὰν δὲ μὴ θέλῃ ἡ γυνὴ πορευθῆναι μετὰ σοῦ εἰς τὴν γῆν ταύτην, καθαρὸς ἔσῃ ἀπὸ τοῦ ὅρκου τούτου(8)· μόνον τὸν υἱόν μου μὴ ἀποστρέψῃς ἐκεῖ». 9 καὶ ἔθηκεν ὁ παῖς τὴν χεῖρα αὐτοῦ ὑπὸ τὸν μηρὸν ᾿Αβραὰμ τοῦ κυρίου αὐτοῦ καὶ ὤμοσεν αὐτῷ περὶ τοῦ ῥήματος τούτου.

 

[Λόγος 30ός]

 

10 Καὶ ἔλαβεν ὁ παῖς δέκα καμήλους [ἀπὸ τῶν καμήλων τοῦ κυρίου αὐτοῦ] 10β καὶ ἀπὸ πάντων τῶν ἀγαθῶν τοῦ κυρίου αὐτοῦ [μεθ᾿ ἑαυτοῦ] 10γ καὶ ἀναστὰς ἐπορεύθη εἰς τὴν Μεσοποταμίαν εἰς τὴν πόλιν Ναχώρ. 11 καὶ ἐκοίμισε τὰς καμήλους ἔξω τῆς πόλεως παρὰ τὸ φρέαρ τοῦ ὕδατος 11β τὸ πρὸς ὀψέ, ἡνίκα ἐκπορεύονται αἱ ὑδρευόμεναι. 12 καὶ εἶπε· «Κύριε ὁ Θεὸς τοῦ κυρίου μου ᾿Αβραάμ, εὐόδωσον ἐναντίον μου(9) σήμερον 12β καὶ ποίη­σον ἔλεος μετὰ τοῦ κυρίου μου ᾿Αβραάμ. 13 ἰδοὺ ἐγὼ ἕστηκα ἐπὶ τῆς πηγῆς τοῦ ὕδατος, 13β αἱ δὲ θυγατέρες τῶν οἰκούντων τὴν πόλιν ἐκπορεύονται ἀν­τλῆσαι ὕδωρ, 14 καὶ ἔσται ἡ παρθένος, ᾗ ἂν ἐγὼ εἴπω· “᾿Επίκλινόν μοι(10) τὴν ὑδρίαν σου, ἵνα πίω”, 14β καὶ εἴπῃ μοι· “Πίε(11), καὶ τὰς καμήλους σου ποτιῶ, ἕως ἂν παύσωνται [πᾶσαι](7) πίνουσαι”, 14γ ταύτην ἡτοίμασας τῷ παιδί σου (12) ᾿Ισαάκ, 14δ καὶ ἐν τούτῳ γνώσομαι ὅτι ἐποίησας(13) ἔλεος τῷ κυρίῳ μου(14) ᾿Αβραάμ». 15 καὶ ἐγένετο πρὸ τοῦ συντελέσαι αὐτὸν λαλοῦν­τα ἐν τῇ διανοίᾳ(15), 15β καὶ ἰδοὺ ῾Ρεβέκκα ἐξεπορεύετο ἡ τεχθεῖσα Βαθουὴλ [τῷ](7) υἱῷ Μελχὰς τῆς γυναικὸς Ναχώρ, 15γ ἀδελφοῦ [δὲ] ᾿Αβραάμ, ἔχουσα τὴν ὑδρίαν ἐπὶ τῶν ὤμων [αὐτῆς]. 16 ἡ δὲ παρθένος ἦν καλὴ τῇ ὄψει σφό­δρα· παρθένος ἦν, ἀνὴρ οὐκ ἔγνω αὐτήν. 16β καταβᾶσα δὲ ἐπὶ τὴν πηγὴν ἔπλησε τὴν ὑδρίαν (16) καὶ ἀνέβη. 17 ἐπέδραμε δὲ ὁ παῖς εἰς συνάντησιν αὐ­τῆς καὶ εἶπε· «Πότισόν με μικρὸν(17) ἐκ τῆς ὑδρίας σου». 18 ἡ δὲ εἶπε· «Πίε, κύριε». καὶ ἔσπευσε καὶ καθεῖλε τὴν ὑδρίαν ἐπὶ τὸν βραχίονα αὐτῆς 18β καὶ ἐπότισεν αὐτόν, ἕως ἐπαύσατο πίνων. 19 καὶ εἶπε· «Καὶ ταῖς καμήλοις σου ὑδρεύσομαι, ἕως ἂν πᾶσαι πίωσι». 20 καὶ ἔσπευσε καὶ ἐξεκένωσε τὴν ὑδρίαν εἰς τὸ ποτιστήριον 20β καὶ ἔδραμεν ἔτι(10) ἐπὶ τὸ φρέαρ ἀντλῆσαι [ὕ­δωρ](18) καὶ ὑδρεύσατο πάσαις ταῖς καμήλοις. 21 ὁ δὲ ἄνθρωπος κατεμάν­θανεν αὐτὴν καὶ παρεσιώπα τοῦ γνῶναι 21β εἰ εὐώδωκε Κύριος τὴν ὁδὸν αὐτοῦ [ἢ οὔ]. 22 ἐγένετο δὲ ἡνίκα ἐπαύσαντο πᾶσαι αἱ κάμηλοι πίνουσαι, 22β ἔλαβεν ὁ ἄνθρωπος ἐνώτια χρυσᾶ ἀνὰ δίδραχμον(19) ὁλκῆς 22γ καὶ δύο ψέλια ἐπὶ τὰς χεῖρας αὐτῆς, δέκα χρυσῶν ὁλκὴ αὐτῶν. 23 καὶ ἐπηρώτησεν αὐτὴν καὶ εἶπε· «Θυγάτηρ τίνος εἶ; 23β ἀνάγγειλόν μοι· [καὶ](7) εἰ ἔστι παρὰ τῷ πατρί σου τόπος ἡμῖν (20) καταλῦσαι». 24 καὶ(21) εἶπεν αὐτῷ· «Θυγάτηρ Βαθουήλ εἰμι ἐγὼ(10) τοῦ Μελχάς, ὃν ἔτεκε τῷ Ναχώρ». 25 καὶ εἶπεν αὐτῷ· «Καὶ ἄχυρα καὶ χορτάσματα πολλὰ παρ᾿ ἡμῖν καὶ τόπος [τοῦ] καταλῦσαι». 26 καὶ εὐδοκήσας ὁ ἄνθρωπος προσεκύνησε [τῷ] Κυρίῳ καὶ εἶπεν· 27 «Εὐ­λογητὸς Κύριος ὁ Θεὸς τοῦ κυρίου μου ᾿Αβραάμ, 27β ὃς οὐκ ἐγκατέλιπε τὴν δικαιοσύνην(15) καὶ τὴν ἀλήθειαν αὐτοῦ(10) ἀπὸ τοῦ κυρίου μου ᾿Αβραάμ(10)· 27γ καὶ ἐμὲ(22) εὐώδωκε Κύριος εἰς οἶκον τοῦ ἀδελφοῦ τοῦ κυρίου μου».

28 Καὶ δραμοῦσα ἡ παῖς ἀπήγγειλεν(23) εἰς τὸν οἶκον τῆς μητρὸς αὐτῆς κατὰ τὰ ῥήματα ταῦτα. 29 τῇ δὲ ῾Ρεβέκκᾳ ἀδελφὸς ἦν ᾧ ὄνομα Λάβαν· 29β καὶ ἔδραμε Λάβαν πρὸς τὸν ἄνθρωπον ἔξω ἐπὶ τὴν πηγήν. 30 καὶ ἐγένετο ἡνίκα εἶδε τὰ ἐνώτια καὶ τὰ ψέλια ἐπὶ τὰς χεῖρας(24) τῆς ἀδελφῆς αὐτοῦ 30β καὶ ὅτε ἤκουσε τὰ ῥήματα ῾Ρεβέκκας τῆς ἀδελφῆς αὐτοῦ λεγούσης· «Οὕτω λελάληκέ μοι ὁ ἄνθρωπος», 30γ καὶ ἦλθε πρὸς τὸν ἄνθρωπον ἑστηκότος αὐ­τοῦ ἐπὶ τῶν καμήλων ἐπὶ τῆς πηγῆς 31 καὶ εἶπεν αὐτῷ· «Δεῦρο εἴσελθε! εὐλογητὸς Κύριος!(25) ἱνατί ἕστηκας ἔξω; 31β ἐγὼ δὲ ἡτοίμακα(26) τὴν οἰκίαν καὶ τόπον ταῖς καμήλοις». 32 εἰσῆλθε δὲ ὁ ἄνθρωπος εἰς τὴν οἰκίαν καὶ ἀ­πέσαξε τὰς καμήλους 32β καὶ ἔδωκεν ἄχυρα καὶ χορτάσματα ταῖς καμήλοις 32γ καὶ ὕδωρ [νίψασθαι] τοῖς ποσὶν αὐτοῦ καὶ τοῖς ποσὶ τῶν ἀνδρῶν τῶν μετ᾿ αὐτοῦ. 33 καὶ παρέθηκεν αὐτοῖς ἄρτους φαγεῖν. καὶ εἶπεν· 33β «Οὐ μὴ φάγω, ἕως τοῦ λαλῆσαί [με] τὰ ῥήματά μου». καὶ εἶπαν· «Λάλησον».

34 Καὶ εἶπε· «Παῖς ᾿Αβραὰμ ἐγώ εἰμι. 35 Κύριος δὲ εὐλόγησε τὸν κύριόν μου σφόδρα, καὶ ὑψώθη· 35β καὶ ἔδωκεν αὐτῷ πρόβατα καὶ μόσχους(27), (28)ἀργύριον καὶ χρυσίον, 35γ παῖδας καὶ παιδίσκας, καμήλους καὶ ὄνους. 36 καὶ ἔτεκε Σάρρα ἡ γυνὴ τοῦ κυρίου μου υἱὸν (29) τῷ κυρίῳ μου μετὰ τὸ γηρᾶσαι αὐτήν(30), καὶ ἔδωκεν αὐτῷ πάντα(10) ὅσα ἦν αὐτῷ. 37 καὶ ὥρκισέ με ὁ κύριός μου λέγων· 37β “Οὐ λήψῃ γυναῖκα τῷ υἱῷ μου ἀπὸ τῶν θυγατέ­ρων τῶν Χαναναίων, μεθ᾿ ὧν ἐγὼ οἰκῶ(31) ἐν τῇ γῇ αὐτῶν, 38 ἀλλ᾿ ἢ εἰς τὸν οἶκον τοῦ πατρός μου πορεύσῃ καὶ εἰς τὴν φυλήν μου 38β καὶ λήψῃ γυναῖκα τῷ υἱῷ μου ᾿Ισαὰκ(10) ἐκεῖθεν”. 39 εἶπα δὲ ἐγὼ(10) τῷ κυρίῳ μου· “Μήποτε οὐ πορεύσεται(32) ἡ γυνὴ μετ᾿ ἐμοῦ”. 40 καὶ εἶπέ μοι· “Κύριος [ὁ Θεός], ᾧ εὐηρέστησα ἐναντίον αὐτοῦ, 40β αὐτὸς ἀποστελεῖ(33) τὸν ἄγγελον αὐτοῦ μετὰ σοῦ καὶ εὐοδώσει τὴν ὁδόν σου, 40γ καὶ λήψῃ γυναῖκα τῷ υἱῷ μου ἐκ τῆς φυλῆς μου καὶ ἐκ τοῦ οἴκου τοῦ πατρός μου. 41 τότε ἀθῷος ἔσῃ ἀπὸ τῆς ἀρᾶς μου· 41β ἡνίκα γὰρ(34) ἐὰν ἔλθῃς εἰς τὴν ἐμὴν φυλὴν(35) καὶ μή σοι δῶσι, 41γ καὶ ἔσῃ ἀθῷος ἀπὸ τοῦ ὁρκισμοῦ μου”. 42 καὶ ἐλθὼν σήμερον ἐπὶ τὴν πηγὴν εἶπα· “Κύριε ὁ Θεὸς τοῦ κυρίου μου ᾿Αβραάμ, 42β εἰ σὺ εὐοδοῖς τὴν ὁδόν μου, ἣν(36) ἐγὼ πορεύομαι ἐπ᾿ αὐτήν(37), 43 ἰδοὺ ἐγὼ ἕστηκα(38) ἐπὶ τῆς πηγῆς τοῦ ὕδατος, 43β αἱ δὲ(39) θυγατέρες τῶν ἀνθρώπων τῆς πόλεως ἐξελεύσονται ὑδρεύσασθαι ὕδωρ(40), 43γ καὶ ἔσται ἡ παρθένος, ᾗ ἂν ἐγὼ εἴπω· Πότισόν με μικρὸν ὕδωρ ἐκ τῆς ὑδρίας σου, 44 καὶ εἴπῃ μοι· Καὶ σὺ πίε καὶ ταῖς καμήλοις σου ὑδρεύσομαι, 44β αὕτη ἡ γυνὴ ἣν ἡτοίμασε Κύρι­ος τῷ θεράποντι αὐτοῦ(41) ᾿Ισαάκ, 44γ καὶ ἐν τούτῳ γνώσομαι ὅτι πεποίηκας ἔλεος τῷ κυρίῳ μου ᾿Αβραάμ”. 45 καὶ ἐγένετο πρὸ τοῦ με συντελέσαι λα­λοῦντα ἐν τῇ διανοίᾳ(42), 45β εὐθὺς ῾Ρεβέκκα ἐξεπορεύετο ἔχουσα τὴν ὑδρί­αν ἐπὶ τῶν ὤμων 45γ καὶ κατέβη ἐπὶ τὴν πηγὴν καὶ ὑδρεύσατο. εἶπα δὲ αὐ­τῇ· “Πότισόν με”. 46 καὶ σπεύσασα καθεῖλε τὴν ὑδρίαν (43) αὐτῆς [ἀφ᾿ ἑαυ­τῆς] 46β καὶ εἶπε· “Πίε σύ, καὶ τὰς καμήλους σου ποτιῶ”. 46γ καὶ ἔπιον καὶ τὰς καμήλους μου(10) ἐπότισε. 47 καὶ ἠρώτησα αὐτὴν καὶ εἶπα· “Τίνος εἶ θυ­γάτηρ;”(44). 47β ἡ δὲ ἔφη(45)· “Θυγάτηρ Βαθουήλ εἰμι [ἐγὼ](7) [τοῦ] υἱοῦ Να­χώρ, ὃν ἔτεκεν αὐτῷ Μελχά”. 47γ καὶ περιέθηκα αὐτῇ τὰ ἐνώτια καὶ τὰ ψέ­λια περὶ τὰς χεῖρας αὐτῆς· 48 καὶ εὐδοκήσας προσεκύνησα [τῷ] Κυρίῳ 48β καὶ εὐλόγησα [Κύριον] τὸν Θεὸν τοῦ κυρίου μου ᾿Αβραάμ, ὃς εὐώδωσέ με ἐν ὁδῷ ἀληθείας 48γ λαβεῖν τὴν θυγατέρα τοῦ ἀδελφοῦ τοῦ κυρίου μου τῷ υἱῷ αὐτοῦ. 49 εἰ οὖν ποιεῖτε ὑμεῖς ἔλεος καὶ δικαιοσύνην πρὸς τὸν κύριόν μου, ἀπαγγείλατέ μοι, 49β εἰ δὲ μή, (46) ἵνα ἐπιστρέψω εἰς δεξιὰν ἢ ἀριστε­ράν(47)».

50 ᾿Αποκριθεὶς δὲ Λάβαν καὶ Βαθουὴλ εἶπαν· «Παρὰ Κυρίου ἐξῆλθε τὸ πρόσταγμα τοῦτο· 50β οὐ δυνησόμεθα οὖν ἀντειπεῖν κακὸν καλῷ(48). 51 ἰδοὺ ῾Ρεβέκκα ἐνώπιόν σου· λαβὼν ἀπότρεχε. 51β καὶ ἔστω γυνὴ τῷ υἱῷ τοῦ κυ­ρίου σου, καθὰ ἐλάλησε Κύριος». 52 ἐγένετο δὲ ἐν τῷ ἀκοῦσαι τὸν παῖδα τοῦ ᾿Αβραὰμ τῶν ῥημάτων τούτων 52β προσεκύνησεν ἐπὶ τὴν γῆν [τῷ] Κυ­ρίῳ. 53 καὶ ἐξενέγκας ὁ παῖς σκεύη ἀργυρᾶ καὶ χρυσᾶ καὶ ἱματισμὸν ἔδω­κε [τῇ] ῾Ρεβέκκᾳ 53β καὶ δῶρα ἔδωκε τῷ ἀδελφῷ αὐτῆς καὶ τῇ μητρὶ [αὐ­τῆς]. 54 καὶ ἔφαγον καὶ ἔπιον (28) αὐτὸς καὶ οἱ ἄνδρες οἱ μετ᾿ αὐτοῦ ὄντες, καὶ ἐκοιμήθησαν.

54β Καὶ ἀναστὰς (49) πρωῒ εἶπεν· «᾿Εκπέμψατέ με, ἵνα ἀπέλθω πρὸς τὸν κύριόν μου». 55 εἶπαν δὲ οἱ ἀδελφοὶ αὐτῆς καὶ ἡ μήτηρ· 55β «Μεινάτω ἡ παρθένος μεθ᾿ ἡμῶν ἡμέρας ὡσεὶ δέκα, καὶ μετὰ ταῦτα ἀπελεύσεται(50)». 56 ὁ δὲ εἶπε πρὸς αὐτούς· «Μὴ κατέχετέ με, καὶ Κύριος εὐώδωσε τὴν ὁδόν μου(51)· 56β ἐκπέμψατέ με, ἵνα ἀπέλθω πρὸς τὸν κύριόν μου». 57 οἱ δὲ εἶπαν· «Καλέσωμεν τὴν παῖδα καὶ ἐρωτήσωμεν τὸ στόμα αὐτῆς». 58 καὶ ἐκάλεσαν (52) ῾Ρεβέκκαν καὶ εἶπαν αὐτῇ· 58β «Πορεύσῃ μετὰ τοῦ ἀνθρώπου τούτου;» ἡ δὲ εἶπε· «Πορεύσομαι». 59 καὶ ἐξέπεμψαν ῾Ρεβέκκαν τὴν ἀδελφὴν αὐτῶν καὶ τὰ ὑπάρχοντα αὐτῆς 59β καὶ τὸν παῖδα τοῦ ᾿Αβραὰμ καὶ τοὺς μετ᾿ αὐτοῦ. 60 καὶ εὐλόγησαν ῾Ρεβέκκαν τὴν ἀδελφὴν αὐτῶν(53) καὶ εἶπαν αὐτῇ·

60β «᾿Αδελφὴ ἡμῶν εἶ· γίνου εἰς χιλιάδας μυριάδων,

60γ καὶ κληρονομησάτω τὸ σπέρμα σου τὰς πόλεις τῶν ὑπεναντίων».

 

[Λόγος 31ος]

 

61 ᾿Αναστᾶσα δὲ ῾Ρεβέκκα καὶ αἱ ἅβραι αὐτῆς, ἐπέβησαν ἐπὶ τὰς καμή­λους 61β καὶ ἐπορεύθησαν μετὰ τοῦ ἀνθρώπου, καὶ ἀναλαβὼν ὁ παῖς τὴν ῾Ρεβέκκαν ἀπῆλθεν. 62 ᾿Ισαὰκ δὲ ἐπορεύετο(54) διὰ τῆς ἐρήμου κατὰ τὸ «Φρέαρ τῆς ὁράσεως»· 62β αὐτὸς δὲ κατῴκει ἐν τῇ γῇ τῇ πρὸς λίβα. 63 καὶ ἐξῆλθεν ᾿Ισαὰκ ἀδολεσχῆσαι εἰς τὸ πεδίον τὸ πρὸς δείλης 63β καὶ ἀναβλέ­ψας τοῖς ὀφθαλμοῖς (15) εἶδε καμήλους ἐρχομένας. 64 καὶ ἀναβλέψασα ῾Ρε­βέκκα τοῖς ὀφθαλμοῖς εἶδε τὸν ᾿Ισαὰκ καὶ κατεπήδησεν ἀπὸ τῆς καμήλου. 65 καὶ εἶπε τῷ παιδί· «Τίς ἐστιν ὁ ἄνθρωπος ἐκεῖνος ὁ πορευόμενος ἐν τῷ πεδίῳ εἰς συνάντησιν (55)ἡμῶν;» 65β εἶπε δὲ ὁ παῖς· «Οὗτός ἐστιν ὁ κύριός μου». ἡ δὲ λαβοῦσα τὸ θέριστρον περιεβάλετο. 66 καὶ διηγήσατο ὁ παῖς τῷ ᾿Ισαὰκ πάντα τὰ ῥήματα (56) ἃ ἐποίησεν. 67 εἰσῆλθε δὲ ᾿Ισαὰκ εἰς τὸν οἶ­κον τῆς μητρὸς αὐτοῦ καὶ ἔλαβε τὴν ῾Ρεβέκκαν, 67β καὶ ἐγένετο αὐτοῦ γυνή, καὶ ἠγάπησεν αὐτήν· 67γ καὶ παρεκλήθη ᾿Ισαὰκ περὶ Σάρρας τῆς μητρὸς αὐτοῦ.

 

Παραπομπαί

(ἡ παραπομπὴ Χ:0 σημαίνει ὅλον τὸ Χ κεφάλαιον)

24. 1) 24:35· 12:2-3· 13:2· 17:20· 18:11· 21:5· 25:7-8,11,20· 49:25. 3Βασ 1:1. Ψ 111:1-3. Πρμ 10:22. Ησ 51:2. Μτ 6:33· 22:2. Λκ 1:7. Γαλ 3:9. Εφ 1:3. 1Τιμ 4:8.

2) 24:9,10· 15:2· 39:4-6,8,9· 44:1· 47:29. 1Παρ 29:24. Θρ 5:6. 1Τιμ 5:17. Ιω 16:13-14.

3) 6:2,4· 14:19,22· 21:23· 26:28-31,34-35· 27:46· 28:1,2,6-9· 31:44-53· 36:2-3· 50:25. Εξ 20:7· 22:11· 23:13· 34:16. Λευ 19:12. Αρ 5:21. Δευτ 6:13· 7:1-4· 10:20. ΙσΝ 2:12. 1Βασ 20:17. 4Βασ 19:15. 2Παρ 2:12. Ψ 113:23. Εσρ 10:0. Νε 9:6· 13:23-30. Ησ 45:23· 48:1· 65:16. Ιερ 4:2· 10:11· 12:16. Σφν 1:5. 1Κορ 7:39· 2Κορ 6:14-17. Εβρ 6:16.

4) 11:25-32· 12:1,7· 22:20-24· 28:1,2. 1Πετ 1:8.

5) 24:58. Εξ 9:2. 20:7. Πρμ 13:16. Ιερ 4:2.

6) Γαλ 5:1. Εβρ 10:39· 11:9,13-16. 2Πετ 2:20-22.

7) 12:1-7· 13:15· 15:18· 16:17· 17:8· 22:11,16-18· 26:3,4,24. Εξ 13:5· 14:19· 23:20-23· 32:13· 33:2. Αρ 14:16,30· 20:16· 32:11. Δευτ 1:8· 34:4. ΙσΝ 1:6. Κρ 2:1. Εσρ 1:2. Νε 1:4-5. Ψ 31:8· 33:7· 72:24· 102:20. Πρμ 3:5,6. Ησ 63:9. Δν 2:18-28,44. Ιωνα 1:9. Πρξ 7:5. Εβρ 1:4,14· 11:9. Απ 11:13.

8) 24:4,5,6. Αρ 30:5,8. ΙσΝ 2:17-20. 9:20. Ιω 8:32. Πρξ 7:2.

9) 24:2.

10) 24:2,15· 11:22,31· 22:20· 25:20· 27:43· 28:2· 29:1,4,5· 39:4-6,8,9,22,23. Δευτ 23:4. Κρ 3:8-10. 1Παρ 19:6. Πρξ 2:9· 13:4· 16:6-7. 1Θεσ 4:14-17. 1Κορ 12:7-11. Ρμ 8:11. Γαλ 5:22-23.

11) 24:13-20,43· 29:2· 33:13,14. Εξ 2:15,16. 1Βασ 9:11. Πρμ 12:10. Ιω 4:6,7.

12) 24:27,48· 15:1· 17:7,8· 26:24· 27:10· 28:13· 31:42· 32:9· 43:14. Εξ 3:6,15. 3Βασ 18:36. 4Βασ 2:14. Νε 1:11· 2:4. Ψ 36:5· 89:16,17· 117:25· 121:6· 126:1. Πρμ 3:6· 19:14. Μτ 22:32. Φιλ 4:6. 1Θεσ 3:10,11.

12-14) 15:2· 32:9. Αβ 3:1.

13) 24:11,43· 29:9,10. Εξ 2:16. Κρ 5:11. 1Βασ 9:11. Ψ 37:5. Πρμ 3:6· 19:14. Ιω 4:7.

14) 24:44· 15:8. Εξ 4:1-9. Κρ 6:17,37· 7:13-15· 18:5. 1Βασ 6:7-9· 10:2-10· 14:8,9,10· 20:7. 2Βασ 5:24· 20:9. 4Βασ 20:8-11. Πρμ 16:33· 19:14. Ησ 7:11. Μτ 12:39. Πρξ 1:26. Ρμ 1:10.

15) 24:24,45,47· 11:27,29· 21:14· 22:20-23· 29:9. Εξ 2:16· 65:24. Κρ 6:36-40. Ρθ 2:2,17. Ψ 33:15· 64:2· 138:3· 144:18,19. Πρμ 31:27. Ησ 58:9· 65:24. Δν 9:20-23.

16) 4:1· 12:11· 26:7· 29:17· 39:6. Αρ 31:17,18. Ασμ 5:2. 2Κορ 11:2. Εφ 5:25-32.

17) 26:1-35. 3Βασ 17:10. Ησ 21:14· 30:25· 35:6,7· 41:17,18· 49:10. Ιω 4:7,9.

18) Πρμ 31:26. 1Πετ 3:8· 4:8,9.

19) 24:14,45,46. 1Πετ 3:8· 4:9.

20) 24:46· 30:38. 3Βασ 18:33. Ιω 2:6-7· 4:28. Πρμ 30:1,8-9.

21) 24:12,56. 2Βασ 7:18-20. Ψ 33:1-6· 106:1,8,15,43· 114:1-7. Λκ 2:19,51.

22-23) 24:47· 20:14· 23:14-16. Εξ 30:13· 32:2,3. Ησ 3:19,20,21. Ιεζ 16:11-12. 1Πετ 3:3.

24) 24:15,47· 11:29· 22:20,23.

25) 18:4-8. Κρ 19:19-21. Ησ 32:8. 1Πετ 4:9.

26) 24:48,52· 22:5. Εξ 4:31· 12:27· 34:8. 1Παρ 29:20. 2Παρ 20:18· 29:30. Νε 8:6. Ψ 22:29· 66:4· 72:9. 95:6. Μιχ 6:6. Φιλ 2:10.

27) 24:4,12,48. 9:26· 13:8· 14:20· 32:10. Εξ 2:11,13· 18:10. Ρθ 4:14. 1Βασ 25:32,39. 2Βασ 18:28. 1Παρ 29:10-13. Ψ 67:19· 71:18,19· 97:3· 99:5. Πρμ 3:6· 4:11-13· 8:20. Μιχ 7:20. Λκ 1:68. Ιω 1:17. Εφ 1:3. 1Τιμ 1:17.

28) 24:48,55,67· 29:12· 31:33.

29) 24:50,55,60· 25:20· 29:5.

30) 24:22,47.

31) 24:25· 18:3-5· 19:2· 26:29. Κρ 17:2. Ρθ 3:10. Ψ 113:13,23. Πρμ 17:8· 18:16.

32) 19:2· 43:24. Κρ 19:21. Ιω 13:5,13-15.

33) 43:24. Ιωβ 23:12. Ψ 131:3-5. Πρμ 22:29. Εκ 9:10. Ιω 4:14,31-34. Εφ 6:5-8. 1Τιμ 6:2.

34) 24:2.

35) 24:1· 12:2,16· 13:2· 25:11· 26:12,13,14· 49:25. Ψ 17:35· 106:38· 111:3. Πρμ 10:22· 22:4. Ιωβ 1:3· 42:10-12. Μτ 6:33. 1Τιμ 4:8.

36) 11:29,30· 17:15-19· 18:10-14· 21:1-7,10· 25:5. Ρμ 4:19.

37) 24:2-9· 6:2· 27:46· 28:1. Εσρ 9:1-3.

38) 24:4.

39) 24:5.

40) 24:7· 5:22,24· 6:9· 17:1· 48:15. Εξ 23:20· 33:2. 3Βασ 2:3. 8:23. 4Βασ 20:3. Ψ 1:3· 15:8· 90:11. Δν 3:28. Εβρ 1:4,14. Απ 22:8,16.

41) 24:8. Δευτ 29:12.

42) 24:12-14,31· 39:3. Εσρ 8:21. Νε 1:11. Ψ 36:5· 89:17. Πρξ 10:7,8,22. Ρμ 1:10.

43) 24:13,14.

44) 24:14· 2:22. Πρμ 16:33· 18:22· 19:14. Ησ 32:8. 1Τιμ 2:10. Εβρ 13:2. 1Πετ 3:8.

45) 24:15-20. 1Βασ 1:13-15. 2Βασ 7:27. Νε 2:4. Ησ 58:9· 65:24. Δν 9:19,23. Μτ 7:7. Πρξ 4:24-33· 10:30· 12:12-17. Ρμ 8:26.

46) 24:20.

47) 24:22-24,53· 22:23. Ψ 44:9,13,14. Ησ 62:3-5. Ιεζ 16:10-13. Εφ 5:26,27.

48) 24:26,27,52· 22:23. Εξ 18:20. Εσρ 8:21. Ψ 31:8· 47:14· 106:7. Πρμ 3:5,6· 4:11. Ησ 48:17.

49) 32:10· 47:29. Αρ 20:17. Δευτ 2:27. ΙσΝ 2:14. Πρμ 3:3.

50) 31:24· 34:5. Κρ 21:22. 2Βασ 1:22. Ψ 117:23. Μτ 21:42. Μρ 12:11.

51) 20:15· 24:15. 2Βασ 16:10.

52) 24:26,48. 1Παρ 29:20. 2Παρ 20:18. Ψ 33:1,2· 94:6· 106:21,22· 114:1,2. Μτ 2:11. Πρξ 10:25,26.

53) Εξ 3:22· 11:2· 12:35· 22:15. 2Παρ 21:3. Εσρ 1:6.

54) 24:56,59· 28:5,6· 30:25· 45:24. 2Βασ 18:19,27,28. Πρμ 22:29. Εκ 7:10. Λκ 8:38,39.

55) 4:3. Λευ 25:29. Κρ 14:8· 19:4.

56) 45:9-13. Πρμ 25:25. ΙσΝ 1:8. Ησ 48:15.

57) 24:28. Αρ 12:8. 2Ιω 12. 3Ιω 14.

58) Ψ 44:10,11. Λκ 1:38.

59) 24:50,53,60· 35:8. Αρ 11:12. 1Θεσ 2:5.

60) 3:15· 17:16· 22:17· 28:3,14. Δν 7:10. (Πρξ 1:11.).

61) 2:24· 31:34. 1Βασ 30:17. Ψ 44:10.

62) 12:9· 16:13-14· 25:11.

63) ΙσΝ 1:8. Ψ 1:2· 77:12· 118:15,27,47,48· 142:5. 1Θεσ 4:14-17. Εβρ 4:14-16.

64) ΙσΝ 15:18. Ιδ 14.

65) 20:16. 1Κορ 11:5,6,10· 1Τιμ 2:9.

66) 24:2-9,10,12-14,17-18,21,22,26-27,34-36,49. Μρ 6:30. Ιω 4:7. Πρξ 1:8.

67) 24:21,40,42,56· 23:2· 25:20· 29:18· 38:12. Εκ 1:4. Εφ 6:28. Ιω 3:28-29. Απ 21:9.

 

 

Σημειώσεις 24ου κεφαλαίου

(1) ᾿Ενιαχοῦ προστίθεται τὸ ἄρθρον (ΠΜ).

(2) ᾿Αντὶ τῶν ὑπαρχόντων αὐτῷ ΠΜ ἔχει· τῶν αὐτοῦ

(3) ῾Ετέρα γραφή· ἐγεννήθην (ΠΜ)

(4) ῾Ετέρα γραφή· ἀποστρέφων ἀποστρέψω

(5) ᾿Ενιαχοῦ προστίθεται· ὃς (ΠΜ)

(6) ᾿Ενιαχοῦ προστίθεται· καὶ (κατ)ευοδώσει τὴν ὁδόν σου

(7) ᾿Απουσιάζει ἐκ ΠΜ.

(8) ῾Ετέρα γραφή· ὅρκου μου (ΠΜ)

(9) ῾Ετέρα γραφή· ἐμοῦ (ΠΜ)

(10) ᾿Ελλείπει ἐκ ΠΜ.

(11) ᾿Ενιαχοῦ προστίθεται· σύ (ΠΜ)

(12) ᾿Ενιαχοῦ προστίθεται πάλιν· τῷ (ΠΜ)

(13) ῾Ετέρα γραφή· πεποίηκας

(14) ᾿Αντὶ τῷ κυρίῳ μου ΠΜ ἔχει· μετὰ τοῦ κυρίου μου

(15) ᾿Ενιαχοῦ προστίθεται· αὐτοῦ (ΠΜ)

(16) ᾿Ενιαχοῦ προστίθεται· αὐτῆς (ΠΜ)

(17) ᾿Ενιαχοῦ προστίθεται· ὕδωρ (ΠΜ)

(18) ῾Ετέρα γραφή· πάλιν (ΠΜ)

(19) ῾Ετέρα γραφή· δραχμὴν (ΠΜ)

(20) ᾿Ενιαχοῦ προστίθεται· τοῦ (ΠΜ)

(21) ῾Ετέρα γραφή· ἡ δὲ (ΠΜ)

(22) ᾿Αντὶ καὶ ἐμὲ ΠΜ ἔχει· ἐμέ τε

(23) ῾Ετέρα γραφή· ἀνήγγειλεν (ΠΜ)

(24) ῾Ετέρα γραφή· ἐν ταῖς χερσὶ (ΠΜ)

(25) ῾Ετέρα γραφή· Κυρίου (ΠΜ)

(26) ῾Ετέρα γραφή· ἡτοίμασα (ΠΜ)

(27) ᾿Ενιαχοῦ προστίθεται· καὶ βόας

(28) ᾿Ενιαχοῦ προστίθεται· καὶ (ΠΜ)

(29) ᾿Ενιαχοῦ προστίθεται· ἕνα (ΠΜ)

(30) ῾Ετέρα γραφή· αὐτόν (ΠΜ)

(31) ῾Ετέρα γραφή· ἐν οἷς ἐγὼ παροικῶ (ΠΜ)

(32) ῾Ετέρα γραφή· πορευθῇ

(33) ῾Ετέρα γραφή· ἐξαποστελεῖ (ΠΜ)

(34) ῾Ετέρα γραφή· δὲ (ΠΜ)

(35) ῾Ετέρα γραφή· φυλήν μου (ΠΜ)

(36) ῾Ετέρα γραφή· ἐν ᾗ νῦν (ΠΜ)

(37) ῾Ετέρα γραφή· ἐν αὐτῇ (ΠΜ)

(38) ῾Ετέρα γραφή· ἐφέστηκα (ΠΜ)

(39) ᾿Αντὶ καὶ αἱ ΠΜ ἔχει· αἱ δὲ

(40) ᾿Αντὶ ἐξελεύσονται ὑδρεύσασθαι ὕδωρ ΠΜ ἔχει· ἐκπορεύονται ἀντλῆσαι ὕδωρ

(41) ῾Ετέρα γραφή· τῷ ἑαυτοῦ θεράποντι (ΠΜ)

(42) ᾿Ενιαχοῦ προστίθεται· (διανοίᾳ) μου (ΠΜ)

(43) ᾿Ενιαχοῦ προστίθεται· ἐπὶ τὸν βραχίονα (ΠΜ)

(44) ᾿Ενιαχοῦ προστίθεται· ἀνάγγειλόν μοι (ΠΜ)

(45) ῾Ετέρα γραφή· εἶπε

(46) ᾿Ενιαχοῦ προστίθεται πάλιν· ἀπαγγείλατέ μοι (ΠΜ)

(47) ῾Ετέρα γραφή· εἰς δεξιὰ ἢ ἀριστερά.

(48) ῾Ετέρα γραφή· οὖν σοι ἀντειπεῖν κακὸν ἢ καλόν (ΠΜ)

(49) ᾿Ενιαχοῦ προστίθεται· τὸ (ΠΜ) ἢ τῷ (χφφ)· τὸ δεύτερον ὀρθότερον γραμματικῶς.

(50) ῾Ετέρα γραφή· ἀπελεύσεσθε

(51) ᾿Ενιαχοῦ προστίθεται· ἐν ἐμοί (ΠΜ)

(52) ᾿Ενιαχοῦ προστίθεται· τὴν (ΠΜ)

(53) ῾Η φράσις τὴν ἀδελφὴν αὐτῶν ἀπουσιάζει ἐκ ΠΜ.

(54) ῾Ετέρα γραφή· διεπορεύετο (ΠΜ)

(55) ῾Ετέρα γραφή· ἡμῖν (ΠΜ)

(56) ᾿Ενιαχοῦ προστίθεται· ταῦτα

῞Ετεραι παραπομπαί. 61) Ἐσθὴρ 8:10,14.

2