1. Βίβλος Κείμενον τῆς Βίβλου ᾿Αββακούμ, κεφ. 2 (κείμενον Ο΄)

PostHeaderIcon ᾿Αββακούμ, κεφ. 2 (κείμενον Ο΄)

 

᾿Αββακούμ

 

ΚΕΦΑΛΑΙΟΝ 2

 

1 ᾿Επὶ τῆς φυλακῆς μου στήσομαι καὶ ἐπιβήσομαι ἐπὶ πέτραν καὶ ἀπο­σκοπεύσω τοῦ ἰδεῖν τί λαλήσει ἐν ἐμοὶ <Κύριος>(1) καὶ τί ἀποκριθῶ ἐπὶ τὸν ἔλεγχόν μου.

2 Kαὶ ἀπεκρίθη Κύριος πρός με καὶ εἶπε· «Γράψον ὅρασιν [καὶ] σαφῶς εἰς πυξίον, ὅπως διώκῃ ὁ ἀναγινώσκων αὐτά. 3 διότι ἔτι ὅρασις εἰς καιρὸν(2) καὶ ἀνατελεῖ εἰς πέρας καὶ οὐκ εἰς κενόν· ἐὰν ὑστερήσῃ, ὑπό­μεινον αὐτόν, ὅτι [ὁ] ἐρχόμενος ἥξει καὶ οὐ μὴ (3)χρονίσῃ. 4 ἐὰν ὑποστείλη­ται, οὐκ εὐδοκεῖ ἡ ψυχή μου ἐν αὐτῷ· ὁ δὲ δίκαιός μου ἐκ πίστεως ζήσε­ται. 5 ὁ δὲ κατοιόμενος καὶ καταφρονητής, ἀνὴρ ἀλαζών, οὐθὲν μὴ περάνῃ, ὃς ἐπλάτυνε καθὼς ὁ ᾅδης τὴν ψυχὴν αὐτοῦ καὶ αὐτὸς(4) ὡς θάνατος οὐκ ἐμπιπλάμενος καὶ ἐπισυνάξει πρὸς αὐτὸν πάντα τὰ ἔθνη καὶ εἰσδέξε­ται πρὸς αὐτὸν πάντας τοὺς λαούς».

 

6 Οὐχὶ ταῦτα πάντα παραβολὴν κατ᾿ αὐτοῦ λήψονται καὶ πρόβλημα εἰς διήγησιν αὐτοῦ; καὶ ἐροῦσιν·

— Οὐαὶ ὁ πληθύνων ἑαυτῷ τὰ οὐκ ὄντα αὐτοῦ –ἕως τίνος;–

     καὶ βαρύνων τὸν κλοιὸν αὐτοῦ στιβαρῶς!

     7 ὅτι ἐξαίφνης ἐξαναστήσονται [οἱ] δάκνοντες αὐτόν,

     καὶ ἐκνήψουσιν οἱ ἐπίβουλοί σου,

     καὶ ἔσῃ αὐτοῖς εἰς διαρπαγήν.

     8 διότι σὺ ἐσκύλευσας ἔθνη πολλά,

     σκυλεύσουσί σε πάντες οἱ ὑπολελειμμένοι λαοὶ

     δι᾿ αἵματα ἀνθρώπων καὶ ἀσεβείας γῆς καὶ πόλεως

     καὶ πάντων τῶν κατοικούντων αὐτήν.

9 — ῏Ω ὁ πλεονεκτῶν πλεονεξίαν κακὴν τῷ οἴκῳ αὐτοῦ

     τοῦ τάξαι εἰς ὕψος νοσσιὰν αὐτοῦ,

     τοῦ ἐκσπασθῆναι ἐκ χειρὸς κακῶν!

     10 ἐβουλεύσω αἰσχύνην τῷ οἴκῳ σου,

     συνεπέρανας λαοὺς πολλούς,

     καὶ ἐξήμαρτεν ἡ ψυχή σου·

     11 διότι λίθος ἐκ τοίχου βοήσεται,

     καὶ κάνθαρος ἐκ ξύλου φθέγξεται αὐτά.

12 — Οὐαὶ ὁ οἰκοδομῶν πόλιν ἐν αἵμασι

     καὶ ἑτοιμάζων πόλιν ἐν ἀδικίαις!

     13 οὐ ταῦτά ἐστι παρὰ Κυρίου παντοκράτορος;

     καὶ ἐξέλιπον λαοὶ ἱκανοὶ ἐν πυρί,

     καὶ ἔθνη πολλὰ ὠλιγοψύχησεν(5).

     14 ὅτι πλησθήσεται ἡ (6) γῆ τοῦ γνῶναι τὴν δόξαν Κυρίου,

     ὡς ὕδωρ πολὺ(7) κατακαλύψαι θαλάσσας(8).

15 — ῏Ω ὁ ποτίζων τὸν πλησίον αὐτοῦ ἀνατροπὴν θολερὰν(9)

     καὶ μεθύσκων ὅπως ἐπιβλέπῃ ἐπὶ τὰ σπήλαια αὐτῶν!

     16 πλησμονὴν ἀτιμίας ἐκ δόξης πίε καὶ σύ,

     καὶ διασαλεύθητι(10) καὶ σείσθητι·

     ἐκύκλωσεν ἐπὶ σὲ ποτήριον δεξιᾶς Κυρίου

     καὶ συνήχθη ἀτιμία ἐπὶ τὴν δόξαν σου.

     17 διότι ἀσέβεια τοῦ Λιβάνου καλύψει σε,

     καὶ ταλαιπωρία θηρίων πτοήσει σε δι᾿ αἵματα ἀνθρώπων

     καὶ ἀσεβείας γῆς καὶ πόλεως καὶ πάντων τῶν κατοικούντων αὐτήν.

18 — Τί ὠφελεῖ γλυπτόν, ὅτι ἔγλυψαν αὐτό;

     ἔπλασαν(11) αὐτὸ χώνευμα, φαντασίαν ψευδῆ,

     ὅτι πέποιθεν ὁ πλάσας ἐπὶ τὸ πλάσμα αὐτοῦ

     [τοῦ] ποιῆσαι <ἑαυτῷ> εἴδωλα κωφά.

     19 οὐαὶ ὁ λέγων τῷ ξύλῳ· «῎Εκνηψον, ἐξεγέρθητι»·

     καὶ τῷ λίθῳ· «῾Υψώθητι!» καὶ «Αὐτό ἐστι φαντασία»·

     τοῦτο δέ ἐστιν ἔλασμα [ἐκ] χρυσίου καὶ ἀργυρίου,

     καὶ πᾶν πνεῦμα οὐκ ἔστιν ἐν αὐτῷ.

20 — ῾Ο δὲ Κύριος ἐν ναῷ ἁγίῳ αὐτοῦ·

     εὐλαβείσθω ἀπὸ προσώπου αὐτοῦ πᾶσα ἡ γῆ.

 

Παραπομπαί

2. 1) 1:12-17. Ψ 72:16,17· 76:6· 84:8. Ιωβ 23:5-7· 31:35,37. 2Βασ 18:24. 4Βασ 9:17· 17:9. Ησ 21:5,6,8,11,12· 62:6. Ιερ 12:1. Μιχ 7:7. Να 2:2. Μτ 10:19. Μρ 13:11. Λκ 21:15. 2Κορ 13:3. Γαλ 1:16. 1Πετ 3:15.

2) Δευτ 27:8· 31:19,22. Πρμ 8:9. Ησ 2:1· 8:1· 13:1. 30:8. Ιερ 43(36):2-4,27-32. Δν 12:4. Να 1:1. Αμ 1:1. Μιχ 1:1. Ζχ 1:13· 2:4-5. Απ 1:18,19· 14:13· 19:9· 21:5-8. Ιω 11:28,29. 1Κορ 14:19. 2Κορ 3:12.

2-4) Ζχ 7:7. (Εξ 4:15. 2Τιμ 3:16.).

3) 3:1. Ζχ 9:9. Μιχ 7:7. Μλχ 3:1. Ησ 8:17· 30:15,18. Ιερ 25:12-14· 34(27):7. Θρ 3:25,26. Ιεζ 12:24-25. Δν 7:13· 8:17-19· 9:24-27· 10:1,14· 11:27,35. Ψ 26:13-14· 101:13· 129:5,6. Εξ 12:41. 4Βασ 6:33. Μτ 11:3· 23:39. Μρ 11:9. Λκ 2:25· 13:35· 18:7,8. Ιω 12:13. Πρξ 1:7· 17:26. Ρμ 1:17. Γαλ 4:2. 2Θεσ 2:6-14. Εβρ 10:36,37-39. Ιακ 5:7-8. 2Πετ 2:3· 3:9.

4) Ψ 9:25· 48:17-20. Ιωβ 40:11,12. Πρμ 3:6· 16:3. Ιεζ 18:5-9. Δν 4:30,37· 5:20-23. Αμ 5:14. Μλχ 3:18. (Γεν 3:20· 6:9.) Μτ 8:10. Λκ 2:25· 18:14. 2Θεσ 2:4. 1Πετ 5:5. Ιω 3:16,36. Ρμ 1:17· 6:23· 11:1,5. Γαλ 2:16· 3:11-14. Εβρ 10:38· 11:39. 1Ιω 5:10-12.

4-5) 1:13. Γεν 15:6. Δευτ 30:3. 2Βασ 7:16. 2Κορ 3:12-15. Ρμ 4:1-5.

5) 2:4,8-10. Να 1:9,10. Ιωνα 2:2. Ησ 2:11,12,17· 5:8,11,12,14,22,23· 10:7-13,14· 14:9-17· 16:6· 21:5. Ιερ 25:9· 27(50):29· 32:3-15 (25:17-29)· 28(51):39. Ιεζ 32:21. Δν 5:1-4,20-23. Ψ 9:17· 17:8· 36:35-36· 87:3· 114:3· 137:6. Ιωβ 14:13. Πρμ 3:34· 20:1· 23:29-33· 27:20· 30:13-16· 31:4,5. Εκ 5:10· 9:5,10. Γεν 42:38. Δευτ 32:22. 2Βασ 22:6. 4Βασ 14:10. Λκ 16:23. 1Θεσ 4:11. Ιακ 4:6. 1Ιω 2:16.

6) 2:9,12,13,15,19· 1:9,10,15. Μιχ 2:4,5. Ησ 14:4-19· 44:20· 55:2. Ιερ 27(50):13,34,35· 28(51):34,35· 36(29):22. Ιεζ 32:21. Ψ 93:3. Ιωβ 5:3· 20:15-29· 22:6-10. Πρμ 13:11· 22:16. Αρ 23:7,18. Λκ 12:20. 1Κορ 7:29-31. Ιακ 5:1-4. 1Πετ 4:7. 

6-17) Ησ 13:1-22. 

7) Πρμ 29:1. Εκ 10:8. Ησ 13:1-5,16-18· 21:2-9· 41:25· 45:1-3· 46:11· 47:11· 48:14,15. Ιερ 8:17· 27(50):10,21-32· 28(51):11,27,28,57. Δν 5:25-31. Να 1:9,10. 1Θεσ 5:3.

7-8) Ησ 33:1. Ζχ 2:13. Ψ 93:1. 

8) 2:10,17. Ζχ 1:15· 2:8,9· 12:2-4· 14:12. Μιχ 4:11-13. Ησ 13:16-18· 33:1,4,11· 47:6. Ιερ 27(50):10,11,17,18,28,33,34-46· 28(51):8,13,24,34,35,44,48,55,56· 34(27):7,8· 37(30):16. Ιεζ 39:10. Ψ 136:8. Απ 6:10· 18:20-24.

9) Γεν 13:10-13· 19:26-38. Δευτ 7:25,26. ΙσΝ 7:21-26. 3Βασ 21:2-4,19-24. 4Βασ 5:20-27. Ψ 9:24-32· 48:11· 51:7. Ιωβ 20:19-28. Πρμ 13:22· 18:11,12. Ησ 28:15· 47:7-9. Ιερ 22:13-19· 29(49):16. Ζχ 5:1-4. Αβδ 4. Πρξ 1:17-25. Ιδ 11.

10) 4Βασ 9:26· 10:7. Ησ 14:20-22· Ησ 33:11. Ιερ 22:30· 43(36):31. Να 1:14. Αρ 16:38· 35:30. 3Βασ 2:23. Πρμ 1:18· 8:36. Μτ 27:25. 

11) Γεν 4:10. ΙσΝ 24:27. Ιωβ 31:38-40. Λκ 19:40. Εβρ 12:24. Ιακ 5:3,4. Απ 6:10. 

12) 2:8,9,15,19. Γεν 4:11-17. ΙσΝ 6:26. 3Βασ 16:34. Ιερ 22:13-17. Ιεζ 24:9. Δν 4:27-31. Μιχ 3:9,10. Να 3:1. Ιω 11:47-50. Απ 17:6.

13) Γεν 11:6-9. Δευτ 28:20. 2Βασ 15:31. Ψ 38:6· 126:1,2. Ιωβ 5:13,14. Πρμ 21:30. Εκ 1:14· 2:11,17,26· 6:9. Ησ 21:9· 41:5-8· 50:11· 55:2. Ιερ 28(51):58,64. Δν 4:27. Μιχ 4:2-4. Μλχ 1:4. Μτ 20:12.

14) Ψ 9:17· 21:27· 66:1,2· 71:19· 85:9· 97:1-3. Ιωβ 40:11-12. Ησ 6:3· 11:9-12. Ιερ 27:23-25. Ζχ 12:8· 14:8,9. Γεν 1:26-28. 2Βασ 7:16. Λκ 1:31-33. 1Κορ 15:24. 2Κορ 4:6. Απ 11:15· 15:3,4. Ιω 17:6.

15) 2:9,12,19· 1:16. Γεν 9:22· 19:32-35. Εξ 32:25. 2Βασ 11:13· 13:26-28. Ησ 51:17,22. Ιερ 28(51):7· 32:1-4, 12-13 (25:15-18,26-27). Θρ 4:21. Ωσ 7:5. Απ 16:6· 17:2,6· 18:3.

15-16) Ιερ 32:1(25:15). Δν 5:1-30.

16) Να 3:5. Ωσ 4:7· 7:5. Ησ 20:4· 27:2· 28:7,8· 47:3· 49:26· 51:21-23. Ιερ 25:15· 28(51):57· 32:2,11-15 (25:16,26-29). Ψ 74:8. Πρμ 3:35. Δευτ 32:14. Φιλ 3:19. Απ 14:10· 18:6.

17) 2:8. Λευ 26:16,17. Δευτ 28:25,28,29,66-68. Ζχ 11:1. Ψ 54:23· 136:8. Πρμ 28:17. Ησ 14:8· 37:24. Ιερ 27(50):28,33,34· 28(51):24,34-37· 32:1-4,12-13 (25:15-18,26-27). Δν 5:4. Απ 17:5· 18:20-24.

18) 3Βασ 18:26-27. Ιωνα 2:8. Ζχ 10:2. Ησ 1:31· 37:38· 42:17· 44:9-10,14-20· 45:2,16,20· 46:1,2,6-8. Ιερ 2:27,28· 10:3-5,8,14-15· 27(50):2. Ψ 114:4-8· 134:15-18. Ρμ 1:23-25· 6:21. 2Θεσ 2:9-11. 1Κορ 12:2. 1Τιμ 4:1,2. Απ 13:11-15· 19:20.

18-20) Ησ 44:9-20. Ψ 43:24.

19) Εξ 32:2-4. 3Βασ 18:26-29. Ψ 96:7· 134:17. Ησ 40:19· 44:17· 46:6. Ιερ 10:4,5,9· 28(51):47. Δν 3:1,7,18,29· 5:23. Ιωνα 1:5. Πρξ 17:29. Απ 17:4. 

20) Δευτ 32:31. Σφν 1:7. Ζχ 2:13,17. Ιωνα 2:4,7. Ψ 10:4· 45:10· 64:1· 75:8,9· 113:11· 131:13,14. Ησ 6:1· 66:1,6. Εφ 2:21,22.

 

 

Σημειώσεις 2ου κεφαλαίου

(1) ῾Ετέρα γραφή· Κύριος ὁ Θεός

(2) ῾Ετέρα γραφή· μακρὸν

(3) ῾Ετέρα γραφή· χρονιεῖ

(4) ῾Ετέρα γραφή· οὗτος (ΠΜ)

(5) ῾Ετέρα γραφή· ὠλιγοψύχησαν (ΠΜ)

(6) ᾿Ενιαχοῦ προστίθεται· (ἡ) σύμπασα

(7) ᾿Απουσιάζει ἐκ ΠΜ.

(8) ῾Ετέρα γραφή· κατακαλύψει αὐτούς (ΠΜ)

(9) ῾Ετέρα γραφή· ἀνατροπῇ θολερᾷ (ΠΜ)

(10) ᾿Αντὶ καὶ διασαλεύθητι, ἑτέρα γραφή· καρδία, σαλεύθητι (ΠΜ). Εἰς τὴν μεγαλο­γράμματον γραφὴν τῶν ἀρχαιοτέρων χειρογράφων, ὅπου οὐδὲν κενὸν ὑπῆρχε μεταξὺ τῶν λέξεων, ἦτο λίαν εὔκολον τὸ ΚΑΙΔΙΑΣΑΛΕΥΘΗΤΙ νὰ παραναγνωσθῇ ὡς ΚΑΡΔΙΑΣΑΛΕΥΘΗΤΙ.

(11) ῾Ετέρα γραφή· ἔπλασεν (ΠΜ)

῞Ετεραι παραπομπαί. 2) Α΄ Μακκαβαίων 14:27. 15) ᾿Εσθὴρ 1:8.   18) «᾿Επιστολὴ ᾿Ιερεμίου» 7.