1. Βίβλος Κείμενον τῆς Βίβλου ᾿Αποκάλυψις, κεφ. 5 (κείμενον)

PostHeaderIcon ᾿Αποκάλυψις, κεφ. 5 (κείμενον)

 

ΑΠΟΚΑΛΥΨΙΣ

ΙΗΣΟΥ ΧΡΙΣΤΟΥ

 

ΚΕΦΑΛΑΙΟΝ 5

 

§11

1 Καὶ εἶδον ἐπὶ τὴν δεξιὰν τοῦ καθημένου ἐπὶ τοῦ θρόνου βιβλίον γε­γραμμένον ἔσωθεν καὶ ἔξωθεν, κατεσφραγισμένον σφραγῖσιν ἑπτά. 2 καὶ εἶδον ἄγγελον ἰσχυρὸν κηρύσσοντα ἐν φωνῇ μεγάλῃ· «Τίς ἄξιός ἐστιν ἀνοῖξαι τὸ βιβλίον καὶ λῦσαι τὰς σφραγῖδας αὐτοῦ;» 3 καὶ οὐδεὶς ἐδύνατο ἐν τῷ οὐρανῷ οὔτε ἐπὶ τῆς γῆς οὔτε ὑποκάτω τῆς γῆς ἀνοῖξαι τὸ βιβλίον οὔτε βλέπειν αὐτό. 4 καὶ ἐγὼ ἔκλαιον πολύ, ὅτι οὐδεὶς ἄξιος εὑρέθη ἀνοῖ­ξαι τὸ βιβλίον οὔτε βλέπειν αὐτό. 5 καὶ εἷς ἐκ τῶν πρεσβυτέρων λέγει μοι· «Μὴ κλαῖε· ἰδοὺ ἐνίκησεν ὁ λέων ὁ ἐκ τῆς φυλῆς ᾿Ιούδα, ἡ ῥίζα Δαυΐδ, ἀνοῖξαι τὸ βιβλίον καὶ τὰς ἑπτὰ σφραγῖδας αὐτοῦ».

§12

6 Καὶ εἶδον ἐν μέσῳ τοῦ θρόνου καὶ τῶν τεσσάρων ζῴων καὶ ἐν μέ­σῳ τῶν πρεσβυτέρων ἀρνίον ἑστηκὸς ὡς ἐσφαγμένον, ἔχον κέρατα ἑπτὰ καὶ ὀφθαλμοὺς ἑπτά, ἅ εἰσι τὰ ἑπτὰ πνεύματα τοῦ Θεοῦ ἀποστελλόμενα εἰς πᾶσαν τὴν γῆν. 7 καὶ ἦλθε καὶ εἴληφεν ἐκ τῆς δεξιᾶς τοῦ καθημένου ἐπὶ τοῦ θρόνου. 8 καὶ ὅτε ἔλαβε τὸ βιβλίον, τὰ τέσσαρα ζῷα καὶ οἱ εἴκοσι τέσ­σαρες πρεσβύτεροι ἔπεσαν ἐνώπιον τοῦ ἀρνίου, ἔχοντες ἕκαστος κιθά­ραν καὶ φιάλας χρυσᾶς γεμούσας θυμιαμάτων, αἵ εἰσιν αἱ προσευχαὶ τῶν ἁγίων· 9 καὶ ᾄδουσιν ᾠδὴν καινὴν λέγοντες·

    «Ἄξιος εἶ λαβεῖν τὸ βιβλίον καὶ ἀνοῖξαι τὰς σφραγῖδας αὐτοῦ,

    ὅτι ἐσφάγης καὶ ἠγόρασας τῷ Θεῷ ἡμᾶς ἐν τῷ αἵματί σου

    ἐκ πάσης φυλῆς καὶ γλώσσης καὶ λαοῦ καὶ ἔθνους,

    10 καὶ ἐποίησας αὐτοὺς τῷ Θεῷ ἡμῶν βασιλεῖς καὶ ἱερεῖς,

    10β καὶ βασιλεύσουσιν ἐπὶ τῆς γῆς».

11 καὶ εἶδον καὶ ἤκουσα ὡς φωνὴν ἀγγέλων πολλῶν κύκλῳ τοῦ θρόνου 11β καὶ τῶν ζῴων καὶ τῶν πρεσβυτέρων, 11γ καὶ ἦν ὁ ἀριθμὸς αὐτῶν μυριάδες μυριάδων καὶ χιλιάδες χιλιάδων, 12 λέγοντες φωνῇ μεγάλῃ·

    «Ἄξιόν ἐστι τὸ ἀρνίον τὸ ἐσφαγμένον

    12β λαβεῖν τὴν δύναμιν καὶ τὸν πλοῦτον

    12γ καὶ σοφίαν καὶ ἰσχὺν καὶ τιμὴν καὶ δόξαν καὶ εὐλογίαν».

Βάσις. 13 καὶ πᾶν κτίσμα ὃ ἐν τῷ οὐρανῷ καὶ ἐπὶ τῆς γῆς καὶ ὑποκάτω τῆς γῆς καὶ ἐπὶ τῆς θαλάσσης ἐστί, 13β καὶ τὰ ἐν αὐτοῖς πάντα, ἤκουσα λέγοντας·

   13γ «Τῷ καθημένῳ ἐπὶ τοῦ θρόνου καὶ τῷ ἀρνίῳ

   13δ ἡ εὐλογία καὶ ἡ τιμὴ καὶ ἡ δόξα καὶ τὸ κράτος

   13ε εἰς τοὺς αἰῶνας τῶν αἰώνων».

14 καὶ τὰ τέσσαρα ζῷα ἔλεγον, «᾿Αμήν»· καὶ οἱ πρεσβύτεροι ἔπεσαν καὶ προσεκύνησαν.

 

Παραπομπαί

(ἡ παραπομπὴ Χ:0 σημαίνει ὅλον τὸ Χ κεφάλαιον)

5. 1) 5:7,8,13· 4:2,3,9· 6:1-12,16· 7:10,15· 10:2,4,8-11· 11:15· 19:4· 21:5· 22:10. Μτ 2:2· 24:36. Λκ 4:17-20· 11:52. Ιω 5:20. Πρξ 15:18. 1Κορ 15:24. Ρμ 8:22· 14:24. Ησ 6:1· 8:16· 29:11-12· 34:16· 63:9. Ιερ 32:10-14. Ιεζ 1:26-27. 2:9-10. Δν 8:26· 12:4-9. Γεν 49:9. Εξ 32:32. 3Βασ 22:19. 2Παρ 18:18. Ψ 13:3· 46:8· 138:16.

2) 5:5,9· 4:11· 10:1,3· 18:21. (Εβρ 1:4.) Ψ 14:1· 102:20. Ησ 6:8· 29:11,12· 41:22,23.

3) 5:13. Εξ 20:4. Δευτ 5:8. Ψ 139:16· 143:5. Ησ 40:13,14· 41:28· 63:5. 1Κορ 10:21. Ρμ 11:34. Φιλ 2:10.

4) 4:1. Ιω 20:11. Δν 12:8,9.

5) 1:1· 3:21· 6:1· 4:4,10· 5:9· 7:13· 22:16. Μτ 1:1· 5:17· 11:27· 14:16. Λκ 3:33· 7:13· 8:52· 15:7· 23:28. Ιω 5:4· 6:68· 20:13. 1Κορ 5:7· 10:24. Ρμ 1:3-4· 10:4· 15:12. Φιλ 2:6. Κλσ 1:26. 1Τιμ 2:5-6· 3:16. Εβρ 2:10· 7:14,25. 1Πετ 1:18-19· 5:8. Γεν 49:8-12. Αρ 24:9. Ησ 11:1-10· 53:12· 63:1-3,9. Ιερ 23:5,6· 38(31):16.

6) Ησ 11:2,3· 43:7· 53:4,7. Ιερ 11:19. (Ιεζ 1:5.) Δν 8:3. Ζχ 3:8-9· 4:10. Ψ 14:11· 15:10· 74:10. Εξ 12:1-5. (Δευτ 3:17.) Απ 1:4· 3:1· 4:5-7· 5:8,9,12,13· 6:0· 7:17· 12:11· 13:8. Λκ 22:26. Ιω 1:29· 14:16,26· 15:26· 16:7. Πρξ 2:27· 8:32. Ιω 1:29,36· 14:16,26· 15:26· 16:7. 1Κορ 1:24· 5:7. 1Τιμ 2:5. 1Πετ 1:18-19· 2:22ἑξ.

7) 5:1,5,9,13· 4:2,3,9· 6:16· 7:10,15,17· 19:4· 20:11· 21:5· 22:1. 3Βασ 22:19. 2Παρ 18:18. Ψ 46:8. Ησ 6:1. Ιεζ 1:26-28· 10:1. Δν 7:13-14.

8) 5:6,11,14· 4:4,6,8-10· 7:10-12· 8:3-4· 14:2,3· 15:2· 15:7· 19:4. Ιω 5:23. 1Κορ 14:7. 2Κορ 2:15. Ρμ 14:10-12. Φιλ 2:9-11. 1Τιμ 2:8. Εβρ 1:6. Μτ 28:9. Ψ 32:2· 42:4· 80:2· 140:2· 150:3. Ησ 1:13· 48:9.

9-10) 5:2,4,6· 4:8,11. Ψ 32:3· 39:4· 95:1· 143:9· 149:1. Ησ 42:9,10· 53:11. Δν 3:2· 5:19. Απ 5:5-7,12· 1:5,6· 7:9· 13:7· 14:3,6· 20:6· 22:5. Μτ 20:28. 1Κορ 6:20· 7:23. Γαλ 3:13· 4:5. Ρμ 7:14. Ττ 2:14. 1Τιμ 2:6. Εβρ 9:12. 1Πετ 1:15-19· 2:9.

9) 5:2,3,6,12· 4:11· 7:9,10-12,14· 10:11· 11:9· 13:7,8· 14:3,4,6· 15:3,4· 17:15. Μτ 20:28· 26:28. Μρ 16:15,16. Ιω 10:16. Πρξ 20:28. Ρμ 3:24-26. 1Κορ 6:20· 7:23. Εφ 1:7. Κλσ 1:14,23. 1Τιμ 3:16. Ττ 2:14. Εβρ 9:12· 10:10,18· 11:14. 1Πετ 1:18-19. 2Πετ 2:1. 1Ιω 1:7· 2:2. Ψ 32:3· 39:3· 95:1· 97:1· 143:9· 149:1. Ησ 42:10· 53:7. Δν 4:1· 6:25. (Γεν 3:15.)

10) 1:6· 3:21· 11:15· 20:4,6· 22:5. Μτ 2:2· 5:5· 19:28. 1Κορ 6:2· 15:24. Ρμ 12:1. Εφ 1:16-23. Κλσ 1:19-20. 1Πετ 2:5-9. Εξ 19:6. Ησ 61:6. Δν 7:18,27.

11) 4:4,6,9,10· 5:6· 7:11· 19:6. Εφ 3:10. Κλσ 1:16,20. Εβρ 12:22. 1Πετ 1:12. Δευτ 33:2. 3Βασ 22:19. 4Βασ 6:16-18. Ψ 67:17· 102:20· 148:2. Ιωβ 1:6. Δν 7:10.

11-13) Δν 7:10. 3Βασ 22:19. 1Παρ 29:11,12. Απ 5:3,5-9· 4:8-11· 7:10-12. Φιλ 2:9,10. — Ψ 102:20-22· 148:0.

12) 5:6,9· 1:6· 4:11· 7:12· 13:8· 19:1. Ζχ 13:7. Ησ 9:6· 53:7. Δν 7:13-14. Δευτ 6:13. 1Παρ 29:11. Μτ 4:10· 14:33· 28:18. Ιω 1:1,29,36· 3:35,36· 17:2· 20:28. 2Θεσ 1:12. 2Κορ 8:9. Εφ 3:10. Ρμ 9:4-5. Φιλ 2:9-11. Κλσ 1:20. 1Τιμ 1:17.

13) 5:1,3,6,7,9,12· 1:6· 4:2-3,9,11· 6:16· 7:9,10,15· 19:4· 20:11· 21:5. Μτ 6:13· 28:17. Λκ 2:14. Ιω 5:23. Ρμ 8:9· 9:5· 11:36· 16:27. Φιλ 2:10,11. Κλσ 1:23. Εφ 3:21. 1Τιμ 4:16. 1Πετ 4:11· 5:11. Ιδ 25. 3Βασ 22:129. 1Παρ 29:11. 2Παρ 18:18. Ψ 46:8· 71:18,19· 95:11-13· 145:6· 148:2-13· 150:6. Ησ 6:1· 24:14· 42:10. Ιεζ 1:26-27.

14) 5:8· 4:4,6,9-11· 7:12· 13:4-15· 19:4. Μτ 4:10· 14:33· 28:18,19. 1Κορ 14:16. Φιλ 2:8-11. Εφ 2:14. Δν 3:18.

 

Σημειώσεις 5ου κεφαλαίου

῞Ετεραι παραπομπαί. 1) Σιρὰχ 1:8. 7) Σιρὰχ 1:8. 13) Σιρὰχ 1:8.

 

 

᾿Εξηγήσεις συμβόλων καὶ στοιχείων