1. Βίβλος Κείμενον τῆς Βίβλου Γένεσις, κεφ. 25 (κείμενον Ο΄)

PostHeaderIcon Γένεσις, κεφ. 25 (κείμενον Ο΄)

 

Γένεσις

 

ΚΕΦΑΛΑΙΟΝ 25

 

[Λόγος 32ος]

(1)

7 [Ταῦτα δὲ τὰ ἔτη ἡμερῶν ζωῆς ᾿Αβραὰμ ὅσα ἔζησεν, ἑκατὸν ἑβδομήκοντα πέντε [ἔτη]. 8 καὶ ἐκλείπων ἀπέθανεν ᾿Αβραὰμ ἐν γήρᾳ καλῷ πρεσβύτερος(2) καὶ πλήρης ἡμερῶν· καὶ προσετέθη πρὸς τὸν λαὸν αὐτοῦ. 9 καὶ ἔθαψαν αὐτὸν ᾿Ισαὰκ καὶ ᾿Ισμαὴλ οἱ δύο(3) υἱοὶ αὐτοῦ εἰς τὸ σπήλαιον τὸ διπλοῦν, εἰς τὸν ἀγρὸν ᾿Εφρὼν(4) τοῦ Σαὰρ τοῦ Χετταίου, ὅς ἐστιν ἀπέναντι Μαμβρῆ, 10 τὸν ἀγρὸν καὶ τὸ σπήλαιον ὃ ἐκτήσατο ᾿Αβραὰμ παρὰ τῶν υἱῶν [τοῦ] Χέτ, 10β ἐκεῖ ἔθαψαν ᾿Αβραὰμ καὶ Σάρραν τὴν γυναῖκα αὐτοῦ. 11 ἐγένετο δὲ μετὰ τὸ ἀποθανεῖν ᾿Αβραάμ, εὐλόγησεν ὁ Θεὸς ᾿Ισαὰκ τὸν υἱὸν αὐτοῦ· 11β καὶ κατῴκησεν ᾿Ισαὰκ παρὰ τὸ «Φρέαρ τῆς ὁράσεως».]

 

[Λόγος 33ος]

 

12 [Αὗται δὲ αἱ γενέσεις ᾿Ισμαὴλ υἱοῦ ᾿Αβραάμ, ὃν ἔτεκεν ῎Αγαρ(5) ἡ παιδίσκη Σάρρας τῷ ᾿Αβραάμ.](6) 13 [καὶ ταῦτα τὰ ὀνόματα τῶν υἱῶν ᾿Ισμαὴλ κατ᾿ ὀνόματα τῶν γενεῶν αὐτοῦ· 13β πρωτότοκος ᾿Ισμαὴλ Ναβαϊὼθ καὶ Κηδὰρ καὶ Ναβδεὴλ(7) καὶ Μασσὰμ 14 καὶ Μασμὰ καὶ Δουμὰ καὶ Μασσῆ 15 καὶ Χοδδὰν καὶ Θεμὰν καὶ ᾿Ιετοὺρ καὶ Ναφὲς καὶ Κεδμά. 16 οὗτοί εἰσιν οἱ υἱοὶ ᾿Ισμαὴλ καὶ ταῦτα τὰ ὀνόματα αὐτῶν ἐν ταῖς σκηναῖς αὐτῶν 16β καὶ ἐν ταῖς ἐπαύλεσιν αὐτῶν· δώδεκα ἄρχοντες κατὰ τὰ(3) ἔθνη αὐτῶν. 17 καὶ ταῦτα τὰ ἔτη ἡμερῶν (8) ζωῆς ᾿Ισμαήλ, ἑκατὸν τριάκοντα ἑπτὰ ἔτη· 17β καὶ ἐκλείπων ἀπέθανε· καὶ προσετέθη πρὸς τὸ γένος αὐτοῦ. 18 κατῴκησε δὲ ἀπὸ Εὐϊλὰτ ἕως Σούρ, 18β ἥ ἐστι κατὰ πρόσωπον Αἰγύπτου, ἕως ἐλθεῖν πρὸς ᾿Ασσυρίους· 18γ κατὰ πρόσωπον πάντων τῶν ἀδελφῶν αὐτοῦ κατῴκησεν.]

 

[Λόγος 34ος]

 

19 Αὗται δὲ αἱ γενέσεις ᾿Ισαὰκ υἱοῦ ᾿Αβραάμ· ᾿Αβραὰμ ἐγέννησε τὸν ᾿Ισαάκ. 20 ἦν δὲ ᾿Ισαὰκ ἐτῶν τεσσαράκοντα, 20β ὅτε ἔλαβε τὴν ῾Ρεβέκκαν θυγατέρα Βαθουὴλ τοῦ Σύρου ἐκ τῆς Μεσοποταμίας(9), 20γ ἀδελφὴν δὲ Λά­βαν τοῦ Σύρου, ἑαυτῷ εἰς γυναῖκα. 21 ἐδέετο δὲ ᾿Ισαὰκ Κυρίου περὶ ῾Ρεβέκκας τῆς γυναικὸς αὐτοῦ, ὅτι στεῖρα ἦν. 21β καὶ ἐπήκουσεν αὐτοῦ ὁ Θεός, καὶ ἔλαβεν(10) ἐν γαστρὶ ῾Ρεβέκκα ἡ γυνὴ αὐτοῦ. 22 ἐσκίρτων δὲ τὰ παιδία ἐν αὐτῇ· 22β εἶπε δέ· «Εἰ οὕτω μοι μέλλει γίνεσθαι; ἱνατί μοι τοῦτο;» 22γ ἐπορεύθη δὲ πυθέσθαι παρὰ Κυρίου. 23 καὶ εἶπε Κύριος αὐτῇ·

«Δύο ἔθνη ἐν τῇ(3) γαστρί σου ἐστί,

   καὶ δύο λαοὶ ἐκ τῆς κοιλίας σου διασταλήσονται·

καὶ λαὸς λαοῦ ὑπερέξει,

   καὶ ὁ μείζων δουλεύσει τῷ ἐλάσσονι».

24 Καὶ ἐπληρώθησαν αἱ ἡμέραι τοῦ τεκεῖν αὐτήν, καὶ τῇ δε ἦν δίδυμα ἐν τῇ κοιλίᾳ(11) αὐτῆς. 25 ἐξῆλθε δὲ ὁ υἱὸς(3) ὁ πρωτότοκος πυρράκης ὅλος, ὡσεὶ δορὰ δασύς· 25β ἐπωνόμασε δὲ τὸ ὄνομα αὐτοῦ ᾿Ησαῦ(12). 26 καὶ μετὰ τοῦτο ἐξῆλθεν ὁ ἀδελφὸς αὐτοῦ, καὶ ἡ χεὶρ αὐτοῦ ἐπειλημμένη τῆς πτέρνης ᾿Ησαῦ· 26β καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ ᾿Ιακώβ(13). 26γ ᾿Ισαὰκ δὲ ἦν ἐτῶν ἑξήκοντα, ὅτε ἔτεκεν αὐτοὺς ῾Ρεβέκκα.

27 Ηὐξήθησαν δὲ οἱ νεανίσκοι, καὶ ἦν ᾿Ησαῦ ἄνθρωπος εἰδὼς κυνηγεῖν, ἄγροικος, 27β ᾿Ιακὼβ δὲ ἄνθρωπος ἄπλαστος, οἰκῶν οἰκίαν. 28 ἠγάπησε δὲ ᾿Ισαὰκ τὸν ᾿Ησαῦ, ὅτι ἡ θήρα αὐτοῦ βρῶσις αὐτῷ· 28γ ῾Ρεβέκκα δὲ ἠγάπα τὸν ᾿Ιακώβ. 29 ἥψησε δὲ ᾿Ιακὼβ ἕψημα· ἦλθε δὲ ᾿Ησαῦ ἐκ τοῦ πεδίου ἐκλεί­πων, 30 καὶ εἶπεν ᾿Ησαῦ τῷ ᾿Ιακώβ· «Γεῦσόν με(14) ἀπὸ τοῦ ἑψήματος τοῦ πυρροῦ τούτου, ὅτι ἐκλείπω». 30β διὰ τοῦτο ἐκλήθη τὸ ὄνομα αὐτοῦ ᾿Ε­δώμ(15). 31 εἶπε δὲ ᾿Ιακὼβ τῷ ᾿Ησαῦ· «᾿Απόδος(16) μοι σήμερον τὰ πρωτοτό­κιά σου ἐμοί». 32 καὶ εἶπεν ᾿Ησαῦ· «᾿Ιδοὺ ἐγὼ πορεύομαι τελευτᾶν, καὶ ἱνατί μοι ταῦτα τὰ πρωτοτόκια;» 33 καὶ εἶπεν αὐτῷ ᾿Ιακώβ· «῎Ομοσόν μοι σήμερον». 33β καὶ ὤμοσεν αὐτῷ· καὶ ἀπέδοτο ᾿Ησαῦ τὰ πρωτοτόκια τῷ ᾿Ια­κώβ. 34 ᾿Ιακὼβ δὲ ἔδωκε τῷ ᾿Ησαῦ ἄρτον καὶ ἕψημα φακοῦ, 34β καὶ ἔφαγε καὶ ἔπιε καὶ ἀναστὰς ᾤχετο· καὶ ἐφαύλισεν ᾿Ησαῦ τὰ πρωτοτόκια.

 

Παραπομπαί

(ἡ παραπομπὴ Χ:0 σημαίνει ὅλον τὸ Χ κεφάλαιον)

25. 7) 12:4· 17:1· 18:10· 25:20,26.

8) 15:15,25· 25:7,17· 35:18,28,29· 47:8,9· 49:29,33. Αρ 11:16· 20:24· 27:13. Κρ 2:10· 8:32. 1Παρ 29:28. Ιωβ 5:26· 42:17. Πρμ 20:29. Ιερ 6:11. Λκ 16:22. Πρξ 5:5,10· 12:23· 13:36.

9) 21:9,10· 23:9-20· 35:29· 49:29,30· 50:13.

10) 23:3-16,19· 49:31.

11) 12:2· 16:14· 17:19· 22:17· 24:62· 26:3· 50:24.

12) 25:19· 11:10,27· 16:2,10-15· 17:20· 21:13. 1Παρ 1:28-31. Ψ 82:6. Μτ 13:8. Μρ 4:8.

13) 16:10· 17:20· 36:3. 1Παρ 1:29-31. Ησ 60:7.

14) Ησ 21:11,16.

15) 25:15· 37:25. 1Παρ 1:30. Ιωβ 6:19.

16) 17:20.

17) 25:7,8· 15:15· 17:18.

18) 2:11· 13:10· 14:10· 16:7,9,12· 20:1· 21:14,21. 1Βασ 15:7. 4Βασ 23:29. Ησ 19:23,24. Ψ 77:64.

19) 25:12· 21:3· 36:1,9. 1Παρ 1:32,34. Μτ 1:2. Λκ 3:34. Πρξ 7:8.

20) 22:23· 24:15,29,67· 28:5,6· 31:18,20,24· 35:9,28. Δευτ 26:5. Μτ 1:2. Λκ 4:27.

21) 25:26· 11:30· 15:2,3· 16:2· 17:16-19· 21:2· 29:31. Κρ 13:2-3. 1Βασ 1:2,5-6,11,19,20,27. 1Παρ 5:20. 2Παρ 33:13. Εσρ 8:23. Ψ 49:15· 64:2· 90:15· 144:19. Πρμ 10:24. Ησ 45:11· 58:9· 65:24. Λκ 1:7,13. Ρμ 9:10-13.

21-22) 11:30· 18:11-14· 29:31. Κρ 1:2-3. 1Βασ 1:2. Λκ 1:7.

22) 14:18-20· 38:27-30. Κρ 18:5-7. 1Βασ 9:9· 10:22· 22:15· 28:6· 30:8. Ιεζ 20:31· 36:37.

22-34) Μλχ 1:0. Ρμ 9:0.

23) 17:2-4,16· 24:60· 25:27· 27:29,37,40· 32:6· 33:3· 36:31· 48:13-20. Αρ 20:14. Δευτ 2:4,8. 1Βασ 16:1-13. 2Βασ 8:13-14. 3Βασ 11:16· 22:47. 4Βασ 8:20-22· 14:7. 1Παρ 18:13. 2Παρ 25:11,12. Ψ 59:8,9· 82:5-15. Πρμ 11:29. Ησ 34:1-17· 63:1-6. Ιερ 49:7-22. Ιεζ 25:12-14· 35:1-15. Αμ 1:11,12. Αβδ 1:1-16. Μλχ 1:2-5. Ρμ 9:10-13.

24) Πρξ 7:32.

25) 25:30· 27:11,16,23· 36:1. Αρ 24:18. Ησ 48:4.

26) 25:7,20,30· 27:3,5,36· 32:25-33· 38:28-30. Ιωβ 1:1-8· 2:3. Ωσ 12:3,4.

27) 6:9· 21:20· 27:3-5,40· 28:10,11· 31:39-41· 46:34. Ψ 36:37· 67:6. Ιωβ 1:1,8· 2:3. Εβρ 11:9.

28) 27:3-10,19,25,31· 27:6.

29) 25:34. Κρ 8:4,5. 1Βασ 14:28,31. Πρμ 13:25. Ησ 40:30,31.

29-34) 27:36.

30) 25:25· 36:1,9. Εξ 15:15.

31) 49:3. Εξ 4:22. Δευτ 21:15-17.

32) Εξ 22:9. Ιωβ 21:15· 22:17· 34:9. Μλχ 3:14. Μτ 16:26· 22:4. Μρ 8:36-37. Λκ 14:18,20. Εβρ 12:16.

32-34) Ρμ 8:29-30. Φιλ 3:19. 2Πετ 3:12. Εβρ 12:16-17.

33) 14:22· 24:3· 27:36· 36:6,7. Ψ 17:43,44. Μρ 6:23. Εβρ 6:16· 12:16.

34) Ψ 105:24. Εκ 8:15. Ησ 22:13. Ζχ 11:13. Μτ 22:5· 26:15. Λκ 14:18-20. Πρξ 13:41. 1Κορ 15:32. Φιλ 3:18,19. Εβρ 12:16-17.

 

 

Σημειώσεις 25ου κεφαλαίου

(1) 1 Προσθέμενος δὲ ᾿Αβραὰμ ἔλαβε γυναῖκα, ᾗ ὄνομα Χεττούρα. 2 ἔτεκε δὲ αὐτῷ τὸν Ζομβρᾶν καὶ τὸν ᾿Ιεζὰν καὶ τὸν Μαδὰλ καὶ τὸν Μαδιὰμ καὶ τὸν ᾿Ιεσβὼκ καὶ τὸν Σωκέ. 3 Ιεζὰν δὲ ἐγέννησε καὶ τὸν Θεμὰν τὸν Σαβὰ καὶ τὸν Δεδάν· υἱοὶ δὲ Δεδὰν ἐγένοντο ῾Ρα­γουὴλ καὶ Ναβδεὴλ καὶ ᾿Ασσουριὶμ καὶ Λατουσιὶμ καὶ Λαωμίμ. 4 υἱοὶ δὲ Μαδιὰμ Γεφὰρ καὶ ᾿Αφὶρ καὶ ᾿Ενὼχ καὶ ᾿Αβιρὰ καὶ ᾿Ελδαγά. πάντες οὗτοι ἦσαν υἱοὶ Χεττούρας. 5 ῎Εδωκε δὲ ᾿Αβραὰμ πάντα τὰ ὑπάρχοντα αὐτοῦ ᾿Ισαὰκ τῷ υἱῷ αὐτοῦ, 6 καὶ τοῖς υἱοῖς τῶν παλλα­κῶν αὐτοῦ ἔδωκεν ᾿Αβραὰμ δόματα καὶ ἐξαπέστειλεν αὐτοὺς ἀπὸ ᾿Ισαὰκ τοῦ υἱοῦ αὐτοῦ, ἔτι ζῶντος αὐτοῦ, πρὸς ἀνατολὰς εἰς γῆν ἀνατολῶν.

(2) ῾Ετέρα γραφή· πρεσβύτης ΠΜ.

(3) ᾿Απουσιάζει ἀπὸ ΠΜ.

(4) ῾Ετέρα γραφή· Χεβρὼν

(5) ᾿Ενιαχοῦ μετὰ τὴν λέξι ῎Αγαρ προστίθεται· ἡ Αἰγυπτία ΠΜ

(6) Οἱ στίχοι 12 καὶ 13α νοηματικῶς ταυτίζονται καὶ ἀποτελοῦν διπλολογίαν· ἴσως ὁ στίχος 12 νὰ ἀποτελῇ μεταγενεστέραν προσθήκην.

(7) ῞Ολα σχεδὸν τὰ ὀνόματα ἀνευρίσκονται ὑπὸ διαφόρους παραλλαγὰς ἀνὰ χειρό­γραφα καὶ ἐντύπους ἐκδόσεις.

(8) ῾Ετέρα γραφή· τὰ ἔτη τῆς ζωῆς ΠΜ

(9) ᾿Ενιαχοῦ μετὰ τὴν λέξι Μεσοποταμίας προστίθεται· Συρίας (ΠΜ)

(10) ῾Ετέρα γραφή· συνέλαβεν (ΠΜ)

(11) ῾Ετέρα γραφή· γαστρὶ

(12) ᾿Ησαῦ = κόκκινος (κατά τινα ἑρμηνείαν).

(13) ᾿Ιακὼβ ἑρμηνεύεται πτερνιστής.

(14) ῾Ετέρα γραφή· μοι

(15) ᾿Εδὼμ = ἐρυθρός, «κοκκινιστός».

(16) ᾿Εσφαλμένη γραφή· ἀπόδου (ΠΜ καὶ ἄλλοι).

῞Ετεραι παραπομπαί. 18) Γεν 10:7,29.  27) Γεν 10:9.

 

 

᾿Εξηγήσεις συμβόλων καὶ στοιχείων