Β΄ Κορινθίους, κεφ. 2 (κείμενον)
Β΄ πρὸς Κορινθίους
ἐπιστολὴ Παύλου
ΚΕΦΑΛΑΙΟΝ 2
1 ῎Εκρινα δὲ ἑμαυτῷ τοῦτο, τὸ μὴ πάλιν ἐν λύπῃ ἐλθεῖν πρὸς ὑμᾶς. 2 εἰ γὰρ ἐγὼ λυπῶ ὑμᾶς, καὶ τίς ἐστιν ὁ εὐφραίνων με εἰ μὴ ὁ λυπούμενος ἐξ ἐμοῦ; 3 καὶ ἔγραψα ὑμῖν τοῦτο αὐτό, ἵνα μὴ ἐλθὼν λύπην ἔχω ἀφ᾿ ὧν ἔδει με χαίρειν, 3β πεποιθὼς ἐπὶ πάντας ὑμᾶς ὅτι ἡ ἐμὴ χαρὰ πάντων ὑμῶν ἐστιν. 4 ἐκ γὰρ πολλῆς θλίψεως καὶ συνοχῆς καρδίας ἔγραψα ὑμῖν διὰ πολλῶν δακρύων, 4β οὐχ ἵνα λυπηθῆτε, ἀλλὰ τὴν ἀγάπην ἵνα γνῶτε ἣν ἔχω περισσοτέρως εἰς ὑμᾶς.
5 Εἰ δέ τις λελύπηκεν, οὐκ ἐμὲ λελύπηκεν, ἀλλά, ἀπὸ μέρους ἵνα μὴ ἐπιβαρῶ, πάντας ὑμᾶς. 6 ἱκανὸν τῷ τοιούτῳ ἡ ἐπιτιμία αὕτη ἡ ὑπὸ τῶν πλειόνων· 7 ὥστε τοὐναντίον μᾶλλον ὑμᾶς χαρίσασθαι καὶ παρακαλέσαι, 7β μήπως τῇ περισσοτέρᾳ λύπῃ καταποθῇ ὁ τοιοῦτος. 8 δι᾿ ὃ παρακαλῶ ὑμᾶς κυρῶσαι εἰς αὐτὸν ἀγάπην. 9 εἰς τοῦτο γὰρ καὶ ἔγραψα, ἵνα γνῶ τὴν δοκιμὴν ὑμῶν, εἰ εἰς πάντα ὑπήκοοί ἐστε. 10 ᾧ δέ τι χαρίζεσθε, καὶ ἐγώ· 10β καὶ γὰρ ἐγὼ εἴ τι κεχάρισμαι ᾧ κεχάρισμαι, δι᾿ ὑμᾶς ἐν προσώπῳ Χριστοῦ, 11 ἵνα μὴ πλεονεκτηθῶμεν ὑπὸ τοῦ σατανᾶ· 11β οὐ γὰρ αὐτοῦ τὰ νοήματα ἀγνοοῦμεν.
[Λόγος 3ος (2:12 - 3:6)]
12 ᾿Ελθὼν δὲ εἰς τὴν Τρῳάδα εἰς τὸ εὐαγγέλιον τοῦ Χριστοῦ, 12β καὶ θύρας μοι ἀνεῳγμένης ἐν Κυρίῳ, 13 οὐκ ἔσχηκα ἄνεσιν τῷ πνεύματί μου τῷ μὴ εὑρεῖν με Τίτον τὸν ἀδελφόν μου, 13β ἀλλὰ ἀποταξάμενος αὐτοῖς ἐξῆλθον εἰς Μακεδονίαν.
14 Τῷ δὲ Θεῷ χάρις τῷ πάντοτε θριαμβεύοντι ἡμᾶς ἐν τῷ Χριστῷ 14β καὶ τὴν ὀσμὴν τῆς γνώσεως αὐτοῦ φανεροῦντι δι᾿ ἡμῶν ἐν παντὶ τόπῳ· 15 ὅτι Χριστοῦ εὐωδία ἐσμὲν τῷ Θεῷ ἐν τοῖς σῳζομένοις καὶ ἐν τοῖς ἀπολλυμένοις, 16 οἷς μὲν ὀσμὴ θανάτου εἰς θάνατον, οἷς δὲ ὀσμὴ ζωῆς εἰς ζωήν. 16β καὶ πρὸς ταῦτα τίς ἱκανός; 17 οὐ γάρ ἐσμεν ὡς οἱ λοιποὶ καπηλεύοντες τὸν λόγον τοῦ Θεοῦ, ἀλλ᾿ ὡς ἐξ εἰλικρινείας, 17β ἀλλ᾿ ὡς ἐκ Θεοῦ κατενώπιον τοῦ Θεοῦ ἐν Χριστῷ λαλοῦμεν.
Παραπομπαί
(ἡ παραπομπὴ Χ:0 σημαίνει ὅλον τὸ Χ κεφάλαιον)
2. 1) 2:4· 1:15-17,23· 12:20-21· 13:10. 1Κορ 2:2· 4:21· 5:3· 7:5-8· 12:20,21· 13:10. Πρξ 11:29· 15:2,37. Ττ 3:12.
2) 1:14· 7:6-8,10,13-16· 11:29· 12:21. 1Κορ 12:26. Ρμ 12:15.
3) 2:4,9· 1:15,23· 4:13· 7:6,12· 8:22· 12:20-21· 13:1,2,10· 12:11. 1Κορ 4:21· 5:0· 9:15· 13:6,7. Γαλ 5:10· 6:11. Εφ 3:3. Φλμ 19,21. Ιω 15:11. (Εξ 4:15. 2Τιμ 3:16.)
4) 2:8,9· 1:12· 5:14· 7:8,9,12· 12:15· 11:2. 1Κορ 16:24. Ρμ 9:2,3. Φιλ 3:18. Λκ 19:41-44. Πρξ 20:19,31. (Ιω 13:34. 2Ιω 5.) Λευ 19:17,18. Ψ 118:136. Πρμ 27:5,6. Ιερ 13:15-17.
5) 1:14· 7:11,12. 1Κορ 5:1-5,12,13. Ρμ 11:25. Γαλ 4:12· 5:10. Πρμ 17:25.
6) 7:11· 13:10. 1Κορ 5:3-5,11,13. 1Τιμ 5:20.
7) 2:10· 5:4· 7:9,10. 1Κορ 15:54. 1Θεσ 4:13. 2Θεσ 3:6,14,15. Γαλ 6:1,2. Εφ 4:32. Κλσ 3:13. Φιλ 2:27. Εβρ 12:12-15. 2Βασ 20:19,20. Ψ 20:9· 55:1,2· 56:3· 123:3. Πρμ 1:12· 17:22. Ησ 28:7.
8) 2:4· 5:14. Γαλ 5:13· 6:1,2,10. Ιδ 22,23. (Ιω 13:34. 2Ιω 5.)
9) 2:3,4· 4:13· 7:12-15· 8:24· 9:13· 10:6. Φιλ 2:12,22. 2Θεσ 3:14. 2Τιμ 3:16. Φλμ 21. Εξ 4:15· 16:4. Δευτ 8:2,16· 13:3.
10) 5:20. 1Κορ 5:4. Εφ 1:7. Μτ 18:18· 26:28. Ιω 20:23. (Λευ 4:20.)
10-11) 2:7· 4:4· 11:3. Εφ 6:11. Λκ 22:31.
11) 4:4· 7:10· 11:3,14. 1Κορ 7:5. 2Θεσ 2:9. Εφ 6:11,12. 2Τιμ 2:25. Λκ 22:31. Ιω 13:2. Πρξ 1:25. 1Πετ 5:8. Απ 2:24· 12:9-11· 13:8· 20:10. Γεν 3:1. 1Παρ 21:1,2. Ιωβ 1:11· 2:3,5,9. Ζχ 3:1-4.
12) 1:8,9· 4:2,3· 10:14. 1Κορ 16:5-9. Πρξ 14:27· 16:8· 14:27· 20:1-6,8. Κλσ 4:3. Απ 3:7,8· 14:6. (Γεν 12:3.).
12-13) 7:5,6. Γαλ 2:1,2. Ττ 1:4. 1Κορ 16:5-9. Πρξ 14:27· 20:1-6.
13) 7:5,6,13-14· 8:6,16,23· 12:18. 1Κορ 16:18. 1Θεσ 3:1. Γαλ 2:1,3. 2Τιμ 4:10. Ττ 1:4. Πρξ 20:1,2.
14) 2:15,16· 1:11· 3:5· 8:16· 9:15. 1Κορ 15:57. Ρμ 8:37· 15:19. Κλσ 1:6,23,27· 2:15. Εφ 5:20. 1Θεσ 3:9. Απ 7:12,25. Ψ 105:47· 148:14. Ασμ 1:3.
15) 4:3,4. 1Κορ 1:18. 2Θεσ 2:10. Εφ 5:2. Φιλ 4:18. Γεν 8:21. Εξ 29:18,25· 30:37-38. Ησ 49:5,6. Ιεζ 20:41.
15-16) 2:14· 4:1,3. 1Κορ 1:18. Μτ 21:44. Λκ 2:34. (Εφ 5:2. Φιλ 4:18.).
16) 3:5-6· 12:11. 1Κορ 15:10. Λκ 2:34. Ιω 9:39. Πρξ 13:45-47· 20:26,27. 1Πετ 2:7,8. (Μτ 7:14. Απ 22:19.).
17) 1:12· 4:2· 5:20· 11:3,13-15· 12:19. 1Θεσ 2:3,5,10. Ρμ 16:18. Φιλ 1:10,15-17. 1Τιμ 1:19,20· 4:1-3· 6:5. 2Τιμ 2:6-18· 4:3,4. Ττ 1:11. Εβρ 11:27. Μτ 24:24. Πρξ 20:20,27. 1Πετ 4:11. 2Πετ 2:1-3. 1Ιω 4:1. 2Ιω 7-11. Ιδ 4. Απ 2:14,15,20· 12:9· 19:20. Ησ 1:22. Ιερ 5:31· 23:27-32.
᾿Εξηγήσεις συμβόλων καὶ στοιχείων