1. Βίβλος Κείμενον τῆς Βίβλου Β΄ Κορινθίους, κεφ. 3 (κείμενον)

PostHeaderIcon Β΄ Κορινθίους, κεφ. 3 (κείμενον)

 

Β΄ πρὸς Κορινθίους

ἐπιστολὴ Παύλου

 

ΚΕΦΑΛΑΙΟΝ 3

 

1 ᾿Αρχόμεθα πάλιν ἑαυτοὺς συνιστάνειν; εἰ μὴ χρῄζομεν ὥς τινες συ­στατικῶν ἐπιστολῶν πρὸς ὑμᾶς ἢ ἐξ ὑμῶν συστατικῶν; 2 ἡ ἐπιστολὴ ἡμῶν ὑμεῖς ἐστε, ἐγγεγραμμένη ἐν ταῖς καρδίαις ἡμῶν, γινωσκομένη καὶ ἀνα­γινωσκομένη ὑπὸ πάντων ἀνθρώπων, 3 φανερούμενοι ὅτι ἐστὲ ἐπιστολὴ Χριστοῦ διακονηθεῖσα ὑφ᾿ ἡμῶν, ἐγγεγραμμένη οὐ μέλανι, ἀλλὰ Πνεύμα­τι Θεοῦ ζῶντος, οὐκ ἐν πλαξὶ λιθίναις, ἀλλὰ ἐν πλαξὶ καρδίαις σαρκί­ναις.

4 Πεποίθησιν δὲ τοιαύτην ἔχομεν διὰ τοῦ Χριστοῦ πρὸς τὸν Θεόν. 5 οὐχ ὅτι ἱκανοί ἐσμεν ἀφ᾿ ἑαυτῶν λογίσασθαί τι ὡς ἐξ ἑαυτῶν, ἀλλ᾿ ἡ ἱκανό­της ἡμῶν ἐκ τοῦ Θεοῦ, 6 ὃς καὶ ἱκάνωσεν ἡμᾶς διακόνους καινῆς διαθήκης, οὐ γράμματος, ἀλλὰ πνεύματος· τὸ γὰρ γράμμα ἀποκτέννει, τὸ δὲ πνεῦ­μα ζωοποιεῖ.

 

[Λόγος 4ος (3:7-18)]

 

7 Εἰ δὲ ἡ διακονία τοῦ θανάτου ἐν γράμμασιν ἐντετυπωμένη ἐν λίθοις ἐγενήθη ἐν δόξῃ, ὥστε μὴ δύνασθαι ἀτενίσαι τοὺς υἱοὺς ᾿Ισραὴλ εἰς τὸ πρόσωπον Μωῡσέως διὰ τὴν δόξαν τοῦ προσώπου αὐτοῦ τὴν καταργου­μένην, 8 πῶς οὐχὶ μᾶλλον ἡ διακονία τοῦ πνεύματος ἔσται ἐν δόξῃ; 9 εἰ γὰρ ἡ διακονία τῆς κατακρίσεως δόξα, πολλῷ μᾶλλον περισσεύει ἡ διακονία τῆς δικαιοσύνης ἐν δόξῃ. 10 καὶ γὰρ οὐδὲ δεδόξασται τὸ δεδοξασμένον ἐν τούτῳ τῷ μέρει ἕνεκεν τῆς ὑπερβαλλούσης δόξης. 11 εἰ γὰρ τὸ καταργούμε­νον διὰ δόξης, πολλῷ μᾶλλον τὸ μένον ἐν δόξῃ.

12 ῎Εχοντες οὖν τοιαύτην ἐλπίδα πολλῇ παρρησίᾳ χρώμεθα, 13 καὶ οὐ καθάπερ Μωϋσῆς ἐτίθει κάλυμμα ἐπὶ τὸ πρόσωπον ἑαυτοῦ 13β πρὸς τὸ μὴ ἀτενίσαι τοὺς υἱοὺς ᾿Ισραὴλ εἰς τὸ τέλος τοῦ καταργουμένου. 14 ἀλλ᾿ ἐπω­ρώθη τὰ νοήματα αὐτῶν. 14β ἄχρι γὰρ τῆς σήμερον τὸ αὐτὸ κάλυμμα ἐπὶ τῇ ἀναγνώσει τῆς παλαιᾶς διαθήκης μένει, 14γ μὴ ἀνακαλυπτόμενον ὅτι ἐν Χριστῷ καταργεῖται, 15 ἀλλ᾿ ἕως σήμερον, ἡνίκα ἀναγινώσκεται Μωῡσῆς, κάλυμμα ἐπὶ τὴν καρδίαν αὐτῶν κεῖται· 16 ἡνίκα δ᾿ ἂν ἐπιστρέψῃ πρὸς Κύ­ριον, περιαιρεῖται τὸ κάλυμμα. 17 ὁ δὲ Κύριος τὸ Πνεῦμά ἐστιν· οὗ δὲ τὸ Πνεῦμα Κυρίου, ἐκεῖ ἐλευθερία. 18 ἡμεῖς δὲ πάντες ἀνακεκαλυμμένῳ προσ­ώπῳ τὴν δόξαν Κυρίου κατοπτριζόμενοι 18β τὴν αὐτὴν εἰκόνα μεταμορφού­μεθα ἀπὸ δόξης εἰς δόξαν, καθάπερ ἀπὸ Κυρίου Πνεύματος.

 

Παραπομπαί

3. 1) 2:17· 5:12· 10:8,12,18· 12:11,19. 1Κορ 3:10· 4:15· 10:33· 16:3. Ρμ 16:1. Κλσ 4:10. Πρξ 18:27.

2) 1:13,14· 7:3· 11:11· 12:15. 1Κορ 3:10· 9:1-3. Φιλ 1:7. Ρμ 1:8. 1Θεσ 1:8.

3) Εξ 24:12· 31:18· 32:15· 34:1. Δευτ 9:10,11. ΙσΝ 3:10. 1Βασ 17:26. Ψ 39:8· 41:2· 83:2. Πρμ 3:3· 7:3. Ησ 10:1. Ιερ 10:10· 38(31):33. Ιεζ 11:19· 36:25-27. Δν 6:26. 1Θεσ 1:9. 1Κορ 3:5· 8:5-10. 2Κορ 3:6,7· 6:16· 8:19,20. Εβρ 8:10· 9:4,14· 10:16. Ρμ 15:16. Μτ 1:18· 16:16. 2Ιω12. 3Ιω 13. Απ 2:1,4,8,12,18· 3:1,7,14,22.

4) 2:14. Φιλ 1:6. 1Θεσ 1:8. Εξ 18:19.

4-5) 3:12· 1:15· 2:14,16. 1Κορ 15:10. Ιω 15:5.

5) 2:16· 4:7. 2Κορ 12:9. 1Κορ 3:6,10· 15:10. Ρμ 15:18. Φιλ 2:13· 4:13. Κλσ 1:12. Μτ 10:19,20. Λκ 21:15· 24:49. Ιω 15:5. Ιακ 1:17. Εξ 4:10,11-16. Ιερ 1:6-10.

6) 3:7-9,14,17,18· 4:10· 5:5,18-20. 1Κορ 3:5,10· 11:25· 12:28· 15:45,56. Ρμ 1:5· 2:27-29· 3:20· 4:15,17· 7:5-25· 8:2,6,10. Γαλ 3:10-12,21. Εφ 2:1,5· 3:7· 4:11,12. Κλσ 1:25-29. 1Τιμ 1:11,12· 4:6. 2Τιμ 1:11. Εβρ 7:22· 8:6-13· 9:15-20· 12:24· 13:20. Μτ 1:18· 7:14· 13:52· 26:28. Μρ 14:24. Λκ 9:54-56· 22:20. Ιω 5:21· 6:63. (Πρξ 2:4.) 1Ιω 1:1. 1Πετ 3:18. (Απ 22:19.) Εξ 24:8. Αρ 15:36. Δευτ 27:26. Ιερ 38(31):31· 39(32):40. (Ησ 61:8.).

7) Γεν 2:17· 3:21· 12:2. Εξ 19:1· 24:12· 31:18· 32:15,16,19· 34:1,27-35. Δευτ 4:8,13· 5:22· 9:9-11,15· 10:1-4. Ψ 18:7,8· 118:97,127,128,174. Νε 9:13. 1Κορ 13:10. 2Κορ 3:3,6,9-11,13-16. Ρμ 7:10,12-14,22· 10:4· 11:26. Γαλ 2:16· 3:24. Εφ 2:5. Εβρ 9:4. Λκ 9:29-31. Πρξ 6:15. Απ 7:4.

7-8) Εξ 34:29,30. 2Κορ 3:3,6,11.

8) Ησ 11:2· 44:3· 59:21. Ιωηλ 2:28,29. 2Κορ 3:6,17· 11:4. 1Κορ 3:16· 12:4-11. 2Θεσ 2:13. Ρμ 8:9-16. Γαλ 3:2-5,14· 5:5,22,23. Εφ 2:18. Ιω 1:17· 7:39. Πρξ 2:17,18,32,33. 1Πετ 1:2.

9) Εξ 19:12-19· 20:18,19. Δευτ 27:26. Ησ 46:13. Ιερ 23:6. 1Κορ 1:30· 15:41. 2Κορ 3:6,7,10,11· 5:18-21. Ρμ 1:17,18· 3:20-22· 4:11· 5:15-21· 8:2-4,33· 10:3-10. Γαλ 3:10· 5:4,5. Φιλ 3:9. Εβρ 3:5,6· 12:18-21. 2Πετ 1:1.

10) Πρξ 26:13. Φιλ 3:7-8. Κλσ 2:16. 2Πετ 1:17. Απ 21:23,24· 22:5. Εξ 34:29-31,35. Ιωβ 25:5. Ησ 24:23. Αγγ 2:3,7-9. 10-11) 3:7,8,13,14· 9:3. 1Κορ 15:41. Ρμ 10:4. Εβρ 2:10· 7:15-25. Ιω 17:10,22.

11) 3:6,7· 4:1. 1Κορ 9:21. Ρμ 5:20,21· 8:2-4· 15:4. 2Τιμ 3:16-17. Εβρ 7:21-25· 8:13· 12:25-29· 13:20.

12) 3:4,6,8,17,18· 4:2,3,13· 5:11· 7:4· 10:1. 1Κορ 14:19. 1Θεσ 2:2. Κλσ 4:4. Εφ 3:12· 6:19,20. Φιλ 1:20. 1Τιμ 3:13. Ιω 10:24· 16:25,29. Εβρ 10:19. Πρξ 4:13,29-31· 9:27,29· 14:3. Λευ 26:13. Ησ 47:10. Ιερ 17:5,7. (Εκ 9:4. 4Βασ 18:19.).

12-13) 3:4,7,18. — Εξ 34:30,33-35.

13) 3:18. Ρμ 7:12· 10:4. Γαλ 3:23,24. Εφ 2:14,15. Κλσ 2:17. 1Τιμ 1:5. Εβρ 10:1-9. Ιω13:1. Εξ 34:33-35.

14) 4:3-4,6· 11:3. Ρμ 7:6· 10:4· 11:7-10,25. Εφ 1:17-20· 2:15. Γαλ 5:13. Εβρ 7:12. Μτ 6:23· 13:11,13-15· 16:17. Μρ 3:5. Λκ 16:29· 18:31-34· 24:25-27,44-46. Ιω 8:12· 9:39-41· 12:40,46. Πρξ 13:15· 16:14· 26:18· 28:26,27. Δευτ 18:15-16. Ψ 37:10. 39:7· 68:23· 109:4. Ιωβ 17:7. Ησ 6:10· 25:7· 26:10-12· 42:18-20· 44:18· 56:10· 59:10. Ιερ 5:21. Ιεζ 12:2.

14-15) 3:11· 4:3,4. Κλσ 2:14. Ρμ 11:7,25. Ιω 5:37-40. Πρξ 15:21.

15) 4:6. 1Κορ 2:9. Ρμ 10:6,8,10. Φιλ 4:7. Πρξ 13:27-29· 15:21. Ησ 6:9-10.

16) Εξ 34:34. Δευτ 4:30· 30:10. Ωσ 3:4,5. Ησ 25:7· 29:18· 54:13. Ιερ 38(31):34. Θρ 3:40. 1Κορ 2:10. Ρμ 11:23,25-27. Μτ 13:11. Ιω 6:45,46.

17) 3:6,18. 1Κορ 6:17· 14:12· 15:45. Ρμ 8:2-16. Γαλ 4:6· 5:1,13. Φιλ 1:19. 2Τιμ 1:7. Πρξ 23:8. Ιω 4:24· 6:63· 7:39· 8:31-32,36. Ψ 50:12,19. Ησ 26:9· 61:1.

18) 3:4,6,8-11,13,17· 4:3-4,6· 5:7,17. 1Κορ 2:7· 13:12· 15:49. Ρμ 6:4· 7:6· 8:4,7,29-30· 12:2· 13:14. Γαλ 6:15. Εφ 4:22-24. Φιλ 3:21. Κλσ 2:9· 3:10. 1Τιμ 1:11. Ττ 3:5. Ιω 1:14· 8:36· 12:41. Ιακ 1:23. 2Πετ 1:4,5-9. Μτ 5:8· 17:2. Μρ 9:2. Ιω 17:5,22. Πρξ 7:55,57. Εξ 16:7,10· 24:17.

 

Σημειώσεις 3ου κεφαλαίου

῞Ετεραι παραπομπαί. 12) Α΄ Μακκαβαίων 4:18. Β΄ Μακκαβαίων 15:7. Γ΄ Μακκαβαίων 4:1· 7:12. Σιρὰχ 25:25.

 

 

᾿Εξηγήσεις συμβόλων καὶ στοιχείων