1. Βίβλος Κείμενον τῆς Βίβλου Α΄ ᾿Ιωάννου, κεφ. 1 (κείμενον)

PostHeaderIcon Α΄ ᾿Ιωάννου, κεφ. 1 (κείμενον)

 

Α΄ ᾿Ιωάννου

ἐπιστολὴ καθολική

 

 

ΚΕΦΑΛΑΙΟΝ 1

 

[Λόγος 1ος (1:1-2:6)]

 

§1

1 ῝Ο ἦν ἀπ᾿ ἀρχῆς, ὃ ἀκηκόαμεν, ὃ ἑωράκαμεν τοῖς ὀφθαλμοῖς ἡμῶν, ὃ ἐθεασάμεθα καὶ αἱ χεῖρες ἡμῶν ἐψηλάφησαν, περὶ τοῦ λόγου τῆς ζωῆς· 2 – καὶ ἡ ζωὴ ἐφανερώθη, καὶ ἑωράκαμεν καὶ μαρτυροῦμεν καὶ ἀπαγγέλ­λομεν ὑμῖν τὴν ζωὴν τὴν αἰώνιον, ἥ τις ἦν πρὸς τὸν πατέρα καὶ ἐφανε­ρώθη ἡμῖν· – 3 ὃ ἑωράκαμεν καὶ ἀκηκόαμεν, ἀπαγγέλλομεν ὑμῖν, ἵνα καὶ ὑμεῖς κοινωνίαν ἔχητε μεθ᾿ ἡμῶν καὶ ἡ κοινωνία δὲ ἡ ἡμετέρα μετὰ τοῦ πατρὸς καὶ μετὰ τοῦ υἱοῦ αὐτοῦ ᾿Ιησοῦ Χριστοῦ. 4 καὶ ταῦτα γράφομεν ὑμῖν, ἵνα ἡ χαρὰ ἡμῶν ᾖ πεπληρωμένη.

 

§2

5 Καὶ αὕτη ἐστὶν ἡ ἐπαγγελία ἣν ἀκηκόαμεν ἀπ᾿ αὐτοῦ καὶ ἀναγγέλλο­μεν ὑμῖν, ὅτι ὁ Θεὸς φῶς ἐστι καὶ σκοτία ἐν αὐτῷ οὐκ ἔστιν οὐδεμία. 6 ἐὰν εἴπωμεν ὅτι κοινωνίαν ἔχομεν μετ᾿ αὐτοῦ καὶ ἐν τῷ σκότει περιπατῶ­μεν, ψευδόμεθα καὶ οὐ ποιοῦμεν τὴν ἀλήθειαν· 7 ἐὰν δὲ ἐν τῷ φωτὶ περι­πατῶμεν, ὡς αὐτός ἐστιν ἐν τῷ φωτί, κοινωνίαν ἔχομεν μετ᾿ ἀλλήλων, καὶ τὸ αἷμα ᾿Ιησοῦ Χριστοῦ τοῦ υἱοῦ αὐτοῦ καθαρίζει ἡμᾶς ἀπὸ πάσης ἁμαρ­τίας. 8 ἐὰν εἴπωμεν ὅτι ἁμαρτίαν οὐκ ἔχομεν, ἑαυτοὺς πλανῶμεν, καὶ ἡ ἀλήθεια οὐκ ἔστιν ἐν ἡμῖν. 9 ἐὰν ὁμολογῶμεν τὰς ἁμαρτίας ἡμῶν, πιστός ἐστι καὶ δίκαιος, ἵνα ἀφῇ ἡμῖν τὰς ἁμαρτίας καὶ καθαρίσῃ ἡμᾶς ἀπὸ πά­σης ἀδικίας. 10 ἐὰν εἴπωμεν ὅτι οὐχ ἡμαρτήκαμεν, ψεύστην ποιοῦμεν αὐ­τόν, 10β καὶ ὁ λόγος αὐτοῦ οὐκ ἔστιν ἐν ἡμῖν.

 

Παραπομπαί

1. 1) 1:2,3· 2:7,13,14· 3:8· 4:14· 5:7. Ιω 1:1-18· 5:24,26· 6:64· 8:58· 15:27· 16:3· 19:35· 20:20,25,27. Λκ 1:2· 24:39. Πρξ 1:3· 4:20· 17:28. 2Πετ 1:16-18,26. Απ 1:8,11,17,18· 2:8· 19:13. Γεν 1:1. Εξ 3:14. Πρμ 8:22-31. Ησ 41:4· 43:13. Μιχ 5:2.

1-3) 2:13-14,25· 4:2. Ιω 1:1-2,14· 4:14· 6:35· 8:12· 11:25· 15:27. (Γεν 3:15. Μτ 7:14. Πρξ 1:11. Απ 22:19).

2) 1:3· 2:25· 3:5,8· 4:9· 5:11,13,20. Ιω 1:1-4,6-14,18,34· 3:13· 5:11,12,20,26· 7:29· 8:38· 10:11· 11:25,26· 14:6· 15:27· 16:28· 17:3,5· 19:35· 20:30,31· 21:14,24,25. 1Πετ 1:20· 5:1. Πρξ 1:22· 2:32· 3:15· 5:32· 10:41. Ρμ 3:21· 8:3· 16:25,26. Γαλ 2:20· 4:4. Κλσ 1:26. 1Τιμ 3:16. 2Τιμ 1:10. Ττ 1:2. (Κλσ 3:3,4). Πρμ 8:22-30.

3) 1:1,5-7· 2:23,24· 5:10,11. Ιω 1:18· 8:16,29,38· 10:38· 14:9,10,20-23· 15:10· 17:3,11,20,21-25. 1Πετ 5:1. 2Πετ 1:16. 1Θεσ 1:10. Εφ 2:18-22· 3:6. 1Κορ 1:9,30· 15:1. 2Κορ 13:14. Κλσ 1:13. Ρμ 15:27. Φιλ 1:5,7· 2:1· 3:10. 1Τιμ 6:2. Εβρ 2:12· 3:1,14. Πρξ 2:42· 4:20· 13:32,41· 20:27. Ψ 2:7· 21:22. Ησ 66:19.

3-4) Ιω 1:14-18.

4) 2:1· 5:13. 2Ιω 4,12. Ιω 3:29· 15:11· 16:24· 17:13. 1Πετ 1:8. 2Πετ 1:2. 2Κορ 1:24. Ρμ 1:11,12. Εφ 3:19. Φιλ 1:25,26. Ησ 61:10. Αβ 3:17,18.

5) 1:7· 2:25· 3:11,23· 5:3,11,14. 2Ιω 6. Ιω 1:4,5,9· 3:19· 8:12· 9:5· 12:35,36,46· 15:12· 17:3. Ιακ 1:13,17. 1Πετ 1:15,16. 1Θεσ 5:4,5. 1Κορ 11:23. Ρμ 13:12,13. 1Τιμ 6:16. Απ 21:23· 22:5. Ψ 17:10,12· 26:1· 35:9· 83:11. Εκ 11:7. Ησ 60:19-20.

5-7) Ιω 8:12.

6) 1:3,8-10· 2:4,9-11· 4:20. Ιω 3:19-21· 8:12,44,45· 11:9-10· 12:35,46. Απ 3:17,18. Ιακ 2:14,16,18· 3:14. 2Κορ 6:14-16. Ρμ 13:13. 1Τιμ 4:2. Μτ 7:22. Ψ 5:4-6· 18:9· 81:5· 93:20· 118:105. Πρμ 2:13· 4:18,19· 6:23σ. Ησ 26:9.

7) 1:3,5,8-10· 2:1,2,6,9,10· 3:5· 5:6,8. 2Ιω 4. 3Ιω 4. Ιω 1:29· 12:35. Απ 1:5· 7:14. 1Πετ 1:2,19. Ιακ 1:17. 1Κορ 6:11. Ρμ 13:12. Εφ 1:7· 5:8,13. 1Τιμ 6:16. Εβρ 9:12,14· 10:18. (Γεν 3:15. Εξ 27:20.) Ψ 55:13· 88:15· 96:11· 103:2. Πρμ 20:9. Ησ 2:5. Αμ 3:3. Ζχ 13:1.

7-8) 4:12,21. Λκ 17:10. Ησ 6:5.

8) 3Βασ 8:46. 2Παρ 6:36. Ψ 142:2. Ιωβ 9:2· 14:4· 15:14· 25:4. Πρμ 20:9· 28:13. Εκ 7:20. Ησ 53:6· 64:6. Ιερ 2:22,23. 1Ιω 1:6,10· 2:4· 3:5,6,19. 2Ιω 2. 3Ιω 3. 2Πετ 2:13. Ιακ 1:22,26· 3:1,2. 1Κορ 3:18· 6:9-11· 9:26-10:12. Ρμ 3:23. Γαλ 6:3. 1Τιμ 6:5. 2Τιμ 3:13.

9) Γεν 18:23,25. Λευ 4:20· 26:40-42. Δευτ 7:9· 32:4. 3Βασ 8:47. 2Παρ 6:37,38. Νε 1:6· 9:2-37. Ψ 18:12· 31:3-5· 32:5· 50:2-5· 100:1· 114:5· 124:4-5. Ιωβ 8:3· 33:27,28. Πρμ 28:13. Ησ 45:21,25-26. Ιερ 33:8. Θρ 3:23. Ιεζ 36:25· 37:23. Δν 9:4-20. Ζχ 9:9. 1Ιω 1:7· 2:12. Απ 7:14· 15:3. Ιακ 3:2. 1Κορ 1:9· 6:11· 10:13. Ρμ 2:11· 3:24-26. 1Τιμ 1:15. 2Τιμ 2:13. Εβρ 6:10· 9:14· 10:23· 11:11. 1Θεσ 5:24. Εφ 5:26. Ττ 2:14. Μτ 3:6· 5:7· (26:28). Μρ 1:5. Πρξ 10:34,35· 19:18.

10) 1:8· 2:4,14· 4:4· 5:10. 2Ιω 2. Ιω 3:33· 5:38. Ρμ 3:3,4. Κλσ 3:16. Γεν 8:21. Ψ 118:160· 129:3. Ιωβ 14:4-5· 24:25. Πρμ 20:9.

 

 

᾿Εξηγήσεις συμβόλων καὶ στοιχείων