1. Βίβλος Κείμενον τῆς Βίβλου Γένεσις, κεφ. 27 (κείμενον Ο΄)

PostHeaderIcon Γένεσις, κεφ. 27 (κείμενον Ο΄)

 

Γένεσις

 

ΚΕΦΑΛΑΙΟΝ 27

 

1 ᾿Εγένετο δὲ μετὰ τὸ γηράσαι τὸν ᾿Ισαὰκ καὶ ἠμβλύνθησαν οἱ ὀφθαλμοὶ αὐτοῦ τοῦ ὁρᾶν, (1)ἐκάλεσεν [᾿Ησαῦ] τὸν υἱὸν αὐτοῦ τὸν πρεσβύτερον καὶ εἶπεν αὐτῷ· 2 «Υἱέ μου, ἰδοὺ ἐγὼ γεγήρακα(2) καὶ οὐ γινώσκω τὴν ἡμέ­ραν τῆς τελευτῆς μου· 3 νῦν οὖν λαβὲ τὸ σκεῦός σου, τήν τε φαρέτραν καὶ τὸ τόξον, καὶ ἔξελθε εἰς τὸ πεδίον καὶ θήρευσόν μοι θήραν 4 καὶ ποίησόν μοι ἐδέσματα, ὡς φιλῶ ἐγώ, καὶ ἔνεγκέ μοι, ἵνα φάγω, ὅπως εὐλογήσῃ σε ἡ ψυχή μου πρὶν ἢ(3) ἀποθανεῖν με». 5 ῾Ρεβέκκα δὲ ἤκουσε λαλοῦντος ᾿Ισαὰκ πρὸς ᾿Ησαῦ τὸν υἱὸν αὐτοῦ. ἐπορεύθη δὲ ᾿Ησαῦ εἰς τὸ πεδίον θη­ρεῦσαι θήραν τῷ πατρὶ αὐτοῦ· 6 ῾Ρεβέκκα δὲ εἶπε πρὸς (4) τὸν υἱὸν αὐτῆς τὸν νεώτερον(5)· «᾿Ιδοὺ ἐγὼ(3) ἤκουσα τοῦ πατρός σου λαλοῦντος πρὸς ᾿Ησαῦ τὸν ἀδελφόν σου καὶ(3) λέγοντος· 7 ῎Ενεγκέ μοι θήραν καὶ ποίησόν μοι ἐδέσματα, ἵνα φαγὼν εὐλογήσω σε ἐναντίον Κυρίου πρὸ τοῦ ἀποθα­νεῖν με”. 8 νῦν οὖν, υἱέ(6), ἄκουσόν μου, καθὰ ἐγώ σοι ἐντέλλομαι. 9 καὶ πο­ρευθεὶς εἰς τὰ πρόβατα λαβέ μοι ἐκεῖθεν δύο ἐρίφους ἁπαλούς [τε](3) καὶ καλούς, καὶ ποιήσω [αὐτοὺς] ἐδέσματα τῷ πατρί σου, ὡς φιλεῖ, 10 καὶ εἰσοίσεις τῷ πατρί σου, καὶ φάγεται, 10β ὅπως εὐλογήσῃ σε ὁ πατήρ σου πρὸ τοῦ ἀποθανεῖν αὐτόν». 11 εἶπε δὲ ᾿Ιακὼβ πρὸς [῾Ρεβέκκαν](7) τὴν μητέ­ρα αὐτοῦ· 11β «῎Εστιν ᾿Ησαῦ ὁ ἀδελφός μου ἀνὴρ δασύς, ἐγὼ δὲ ἀνὴρ(7) λεῖος· 12 μή ποτε ψηλαφήσῃ με ὁ πατήρ μου(3), καὶ ἔσομαι ἐναντίον αὐτοῦ ὡς καταφρονῶν 12β καὶ ἐπάξω ἐπ᾿ ἐμαυτὸν(8) κατάραν καὶ οὐκ εὐλογίαν». 13 εἶπε δὲ αὐτῷ ἡ μήτηρ(9)· «᾿Επ᾿ ἐμὲ ἡ κατάρα σου, τέκνον· 13β μόνον ὑπά­κουσον τῆς φωνῆς μου(10) καὶ πορευθεὶς ἔνεγκέ μοι». 14 πορευθεὶς δὲ ἔλαβε καὶ ἤνεγκε τῇ μητρὶ αὐτοῦ(3), 14β καὶ ἐποίησεν ἡ μήτηρ αὐτοῦ ἐδέσματα, καθὰ(11) ἐφίλει ὁ πατὴρ αὐτοῦ. 15 καὶ λαβοῦσα ῾Ρεβέκκα τὴν στολὴν ᾿Ησαῦ τοῦ υἱοῦ αὐτῆς τοῦ πρεσβυτέρου 15β τὴν καλήν, ἣ ἦν παρ᾿ αὐτῇ ἐν τῷ οἴκῳ, 15γ ἐνέδυσεν (12) ᾿Ιακὼβ τὸν υἱὸν αὐτῆς τὸν νεώτερον 16 καὶ τὰ δέρματα τῶν ἐρίφων περιέθηκεν(13) ἐπὶ(14) τοὺς βραχίονας αὐτοῦ 16β καὶ ἐπὶ τὰ γυμνὰ τοῦ τραχήλου αὐτοῦ 17 καὶ ἔδωκε τὰ ἐδέσματα καὶ τοὺς ἄρτους οὓς ἐποίη­σεν εἰς τὰς χεῖρας ᾿Ιακὼβ τοῦ υἱοῦ αὐτῆς. 18 καὶ εἰσήνεγκε τῷ πατρὶ αὐτοῦ. εἶπε δέ· «Πάτερ». 18β ὁ δὲ εἶπεν· «᾿Ιδοὺ ἐγώ· τίς εἶ σύ, τέκνον;» 19 καὶ εἶπεν ᾿Ιακὼβ τῷ πατρὶ αὐτοῦ(3)· «᾿Εγὼ [εἰμὶ](3) ᾿Ησαῦ ὁ πρωτότοκός σου· πεποίη­κα(15) καθὰ ἐλάλησάς(16) μοι· 19β ἀναστὰς κάθισον καὶ φάγε ἀπὸ τῆς θήρας μου, ὅπως εὐλογήσῃ με ἡ ψυχή σου». 20 εἶπε δὲ ᾿Ισαὰκ [τῷ υἱῷ αὐτοῦ]· «Τί τοῦτο, ὃ(17) ταχὺ εὗρες, ὦ τέκνον;» 20β ὁ δὲ εἶπεν· «῝Ο παρέδωκε Κύριος ὁ Θεός σου ἐναντίον μου». 21 εἶπε δὲ ᾿Ισαὰκ τῷ ᾿Ιακώβ· «῎Εγγισόν μοι καὶ ψηλαφήσω σε, τέκνον, εἰ σὺ εἶ ὁ υἱός μου ᾿Ησαῦ ἢ οὔ». 22 ἤγγισε δὲ ᾿Ιακὼβ πρὸς ᾿Ισαὰκ τὸν πατέρα αὐτοῦ, καὶ ἐψηλάφησεν αὐτὸν 22β καὶ εἶπεν· «῾Η μὲν φωνὴ φωνὴ ᾿Ιακώβ, αἱ δὲ χεῖρες χεῖρες ᾿Ησαῦ». 23 καὶ οὐκ ἐπέγνω αὐ­τόν· ἦσαν γὰρ αἱ χεῖρες αὐτοῦ ὡς αἱ χεῖρες ᾿Ησαῦ τοῦ ἀδελφοῦ αὐτοῦ δα­σεῖαι. (18) 24 καὶ εἶπε· «(19)Σὺ εἶ ὁ υἱός μου ᾿Ησαῦ;» ὁ δὲ εἶπεν· «᾿Εγώ». 25 καὶ εἶπε· «Προσάγαγέ μοι, καὶ φάγομαι ἀπὸ τῆς θήρας σου, τέκνον, ἵνα εὐ­λογήσῃ σε ἡ ψυχή μου». 25β καὶ προσήνεγκεν(20) αὐτῷ, καὶ ἔφαγε, καὶ εἰσή­νεγκεν αὐτῷ οἶνον, καὶ ἔπιε. 26 καὶ εἶπεν αὐτῷ ᾿Ισαὰκ ὁ πατὴρ αὐτοῦ· «῎Εγγισόν μοι καὶ φίλησόν με(21), τέκνον». 27 καὶ ἐγγίσας ἐφίλησεν αὐτόν, καὶ ὠσφράνθη τὴν ὀσμὴν τῶν ἱματίων αὐτοῦ 27β καὶ εὐλόγησεν αὐτὸν καὶ εἶπεν·

   «᾿Ιδοὺ ὀσμὴ τοῦ υἱοῦ μου

   ὡς ὀσμὴ ἀγροῦ πλήρους,

   ὃν εὐλόγησε Κύριος.

28 καὶ δῴη(22) σοι ὁ Θεὸς(23)

   ἀπὸ τῆς δρόσου τοῦ οὐρανοῦ (24)

   καὶ ἀπὸ τῆς πιότητος τῆς γῆς

   καὶ πλῆθος σίτου καὶ οἴνου.

29 καὶ δουλευσάτωσάν σοι ἔθνη,

   καὶ προσκυνησάτωσάν σοι(25) ἄρχοντες·

   καὶ γίνου κύριος τοῦ ἀδελφοῦ σου,

   καὶ προσκυνήσουσί σοι(26) οἱ υἱοὶ τοῦ πατρός σου.

   ὁ καταρώμενός σε ἐπικατάρατος,

   ὁ δὲ εὐλογῶν σε εὐλογημένος».

30 Καὶ ἐγένετο μετὰ τὸ παύσασθαι [τὸν](3) ᾿Ισαὰκ εὐλογοῦντα ᾿Ιακὼβ τὸν υἱὸν αὐτοῦ, 30β καὶ ἐγένετο ὡς (27) ἐξῆλθεν ᾿Ιακὼβ ἀπὸ προσώπου ᾿Ισα­ὰκ τοῦ πατρὸς αὐτοῦ, 30γ καὶ ᾿Ησαῦ ὁ ἀδελφὸς αὐτοῦ ἦλθεν ἀπὸ τῆς θή­ρας. 31 καὶ ἐποίησε καὶ αὐτὸς ἐδέσματα καὶ προσήνεγκε τῷ πατρὶ αὐτοῦ (28) καὶ εἶπε· 31β «᾿Αναστήτω ὁ πατήρ μου καὶ φαγέτω ἀπὸ τῆς θήρας τοῦ υἱοῦ αὐτοῦ, ὅπως εὐλογήσῃ με ἡ ψυχή σου». 32 καὶ εἶπεν αὐτῷ ᾿Ισαὰκ ὁ πατὴρ αὐτοῦ· «Τίς εἶ σύ;» 32β ὁ δὲ εἶπεν· «᾿Εγώ εἰμι ὁ υἱός σου ὁ πρωτότο­κος ᾿Ησαῦ». 33 ἐξέστη δὲ ᾿Ισαὰκ ἔκστασιν μεγάλην σφόδρα καὶ εἶπε· 33β «Τίς οὖν ὁ θηρεύσας μοι θήραν καὶ εἰσενέγκας μοι; 33γ καὶ ἔφαγον ἀπὸ πάντων πρὸ τοῦ σε ἐλθεῖν καὶ εὐλόγησα αὐτόν, καὶ εὐλογημένος ἔστω(29)». 34 ἐγένετο δέ, ἡνίκα ἤκουσεν ᾿Ησαῦ τὰ ῥήματα ᾿Ισαὰκ τοῦ πατρὸς αὐτοῦ, 34β ἀνεβόησε φωνὴν μεγάλην καὶ πικρὰν σφόδρα καὶ εἶπεν· 34γ «Εὐλόγησον δὴ κἀμέ, πάτερ». 35 εἶπε δὲ (30) αὐτῷ· «᾿Ελθὼν ὁ ἀδελφός σου μετὰ δόλου ἔλαβε τὴν εὐλογίαν σου». 36 καὶ εἶπεν ᾿Ησαῦ(3)· «Δικαίως ἐκλήθη(31) τὸ ὄνο­μα αὐτοῦ ᾿Ιακώβ· ἐπτέρνικε(32) γάρ με ἤδη(33) δεύτερον τοῦτο· 36β τά τε πρωτοτόκιά μου εἴληφε καὶ νῦν εἴληφε(34) τὴν εὐλογίαν μου». 36γ καὶ εἶπεν ᾿Ησαῦ τῷ πατρὶ αὐτοῦ· «Οὐχ ὑπελίπου μοι εὐλογίαν, πάτερ;» 37 ἀποκρι­θεὶς δὲ ᾿Ισαὰκ εἶπε τῷ ᾿Ησαῦ· «Εἰ κύριον αὐτὸν ἐποίησά(35) σου 37β καὶ πάντας τοὺς ἀδελφοὺς αὐτοῦ ἐποίησα(35) αὐτοῦ οἰκέτας, 37γ σίτῳ καὶ οἴνῳ ἐστήριξα αὐτόν, σοὶ δὲ τί ποιήσω, τέκνον;» 38 εἶπε δὲ ᾿Ησαῦ πρὸς τὸν πα­τέρα αὐτοῦ· «Μὴ εὐλογία μία σοι ἔστι, πάτερ; εὐλόγησον δὴ κἀμέ, [πά­τερ]». 38β κατανυχθέντος δὲ (36) ᾿Ισαὰκ ἀνεβόησε φωνῇ (37) ᾿Ησαῦ καὶ ἔ­κλαυσεν. 39 ἀποκριθεὶς δὲ ᾿Ισαὰκ ὁ πατὴρ αὐτοῦ (38) εἶπεν αὐτῷ·

   «᾿Ιδοὺ ἀπὸ τῆς πιότητος τῆς γῆς ἔσται ἡ κατοίκησίς σου

   καὶ ἀπὸ τῆς δρόσου τοῦ οὐρανοῦ ἄνωθεν.

40 καὶ ἐπὶ τῇ μαχαίρᾳ σου ζήσῃ

   καὶ τῷ ἀδελφῷ σου δουλεύσεις·

   ἔσται δὲ ἡνίκα ἂν(39) καθέλῃς,

   καὶ ἐκλύσῃς τὸν ζυγὸν αὐτοῦ ἀπὸ τοῦ τραχήλου σου».

 

[Λόγος 39ος (27:41 - 28:9)]

 

41 Καὶ ἐνεκότει ᾿Ησαῦ τῷ ᾿Ιακὼβ περὶ τῆς εὐλογίας ἧς εὐλόγησεν αὐτὸν (40) ὁ πατὴρ αὐτοῦ· 41β εἶπε δὲ ᾿Ησαῦ ἐν τῇ διανοίᾳ(41)· «᾿Εγγισάτωσαν αἱ ἡμέραι τοῦ πένθους τοῦ πατρός μου, 41γ ἵνα ἀποκτείνω ᾿Ιακὼβ τὸν ἀδελφόν μου». 42 ἀπηγγέλη δὲ ῾Ρεβέκκᾳ τὰ ῥήματα ᾿Ησαῦ τοῦ υἱοῦ αὐτῆς τοῦ πρε­σβυτέρου, 42β καὶ πέμψασα ἐκάλεσεν [᾿Ιακὼβ] τὸν υἱὸν αὐτῆς τὸν νεώτερον καὶ εἶπεν αὐτῷ· 42γ «᾿Ιδοὺ ᾿Ησαῦ ὁ ἀδελφός σου ἀπειλεῖ σοι [τοῦ] ἀποκτεῖ­ναί σε· 43 νῦν οὖν, τέκνον, ἄκουσόν μου τῆς φωνῆς 43β καὶ ἀναστὰς ἀπό­δραθι (42) πρὸς Λάβαν τὸν ἀδελφόν μου εἰς Χαρράν. 44 καὶ οἴκησον μετ᾿ αὐ­τοῦ ἡμέρας τινάς, 45 ἕως τοῦ ἀποστρέψαι τὸν θυμὸν καὶ τὴν ὀργὴν τοῦ ἀ­δελφοῦ σου ἀπὸ σοῦ, 45β καὶ ἐπιλάθηται ἃ πεποίηκας αὐτῷ. 45γ καὶ ἀπο­στείλασα μεταπέμψομαί σε ἐκεῖθεν, 45δ μή ποτε ἀτεκνωθῶ(43) ἀπὸ τῶν δύο ὑμῶν ἐν ἡμέρᾳ μιᾷ».

46 Εἶπε δὲ ῾Ρεβέκκα πρὸς ᾿Ισαάκ·(44) «Προσώχθισα(45) τῇ ζωῇ μου διὰ τὰς θυγατέρας τῶν υἱῶν Χέτ· 46β εἰ λήψεται ᾿Ιακὼβ γυναῖκα ἀπὸ τῶν θυγα­τέρων τῆς γῆς ταύτης, ἱνατί μοι [τὸ] ζῆν;»

 

Παραπομπαί

(ἡ παραπομπὴ Χ:0 σημαίνει ὅλον τὸ Χ κεφάλαιον)

27. 1) 25:23-25,28· 35:28· 48:10. 1Βασ 3:2. Εκ 12:3. Ιω 9:3.

1-46) 3Βασ 1:11-40. Ρμ 9:3. Εβρ 12:22-23. Ιακ 5:17.

1-4) 25:33-34.

2) 27:41· 48:21. 1Βασ 20:3. Πρμ 27:1. Εκ 9:10. Ησ 38:1,3. Μρ 13:35. Ιακ 4:14.

3) 10:9· 25:27,28. 1Κορ 6:12.

4) 27:19,27· 12:2-3· 24:60· 25:27-34· 26:24· 28:4· 48:8-20· 49:1-28. Αρ 22:0 - 24:0. Δευτ 33:0. ΙσΝ 23:0.

5) 25:23.

6) 25:28.

7) Δευτ 33:1. ΙσΝ 6:26. 1Βασ 24:19.

8) 27:13,43· 25:23. Πρξ 4:19· 5:29. Εφ 6:1.

9) 27:4. Κρ 13:15.

10) 27:4.

11) 25:25.

12) 27:21,22,36· 9:25· 25:27. Δευτ 27:18. Ιωβ 12:16. Ιερ 31(48):10. Μλχ 1:14. 1Θεσ 5:22. 2Κορ 6:8.

13) 27:8,43· 25:23,33· 43:8,9. 1Βασ 14:24-28,36-45· 25:24. 2Βασ 14:9. Μτ 27:25.

14) 27:4,7,9,17,31· 25:28. Ψ 141:4. Πρμ 23:2,3. Λκ 21:34.

15) 27:27.

16) 27:9· 41:42. Ιωβ 2:4· 10:11. Ιεζ 43:22.

17) 27:4,9,25.

18) 27:2,6,32.

19) 27:4,21,24,25,31· 25:25,27-34· 29:23-25. 3Βασ 13:18· 14:2. Ησ 28:15. Ζχ 13:3,4. Μτ 26:70-74.

20) Εξ 20:7. Ιωβ 13:7.

21) 27:12. Ψ 72:28. Ησ 57:19. Ιακ 4:8.

22) 27:12. Δευτ 28:29. Ησ 59:10. Λκ 24:39. 1Ιω 1:1.

23) 27:4,16. Ρμ 9:11,12. Εβρ 11:20.

24) 27:4. 1Βασ 21:2,13· 27:10. 2Βασ 14:5. Ιωβ 13:7,8· 15:5. Πρμ 12:19,22· 30:8. Ζχ 8:16. Ρμ 3:7,8. Εφ 4:25. Κλσ 3:9.

25) 27:4.

26) 33:4· 48:10. Μτ 10:37.

27) 22:17-18· 26:12· 29:13. Ψ 64:9,10. Ωσ 14:6. Εβρ 11:20.

28) 27:39· 45:18· 49:20. Αρ 13:20. Δευτ 7:13· 8:7-9· 11:11,12· 32:2· 33:13,28. ΙσΝ 5:6. 2Βασ 1:21. 3Βασ 5:11· 17:1. 2Παρ 2:10. Ψ 35:83· 64:9-13· 103:15· 132:3. Ιωβ 29:19. Παρ 19:12. Ησ 18:4· 45:8. Ιερ 14:22. Ωσ 14:5-7. Μιχ 5:6,7. Ιωηλ 2:19. Ζχ 8:12· 9:17. Ρμ 11:17. Εβρ 11:20.

29) 27:37· 9:25,26· 12:2,3· 22:17,18· 25:22,23,33· 49:8-10. Αρ 22:11,12· 23:8· 24:9. 2Βασ 8:0· 10:0. 3Βασ 4:21· 11:15,16· 22:47. 1Παρ 5:2. 2Παρ 25:11-14. Ψ 2:6-9· Ψ 59:0· 71:8. Ησ 9:7· 45:14· 63:1-6. Δν 2:44,45. Σφν 2:8,9. Μλχ 1:2-5. Μτ 5:44· 25:40,45. Λκ 6:27-28. Ρμ 9:12. Απ 19:16.

30) Εβρ 11:20.

31) 27:4,19.

32) 27:18.

33) 27:25,35· 28:3,4. Ιωβ 21:6· 37:1. Ψ 54:5. Ιω 10:10,28,29. Ρμ 5:20,21· 11:29. Εφ 1:3. Εβρ 11:20.

33-40) Εβρ 12:16-17. Ρμ 9:13.

34) 1Βασ 30:4. Πρμ 1:24-28,31· 19:3. Λκ 13:24-28. Εβρ 12:17.

35) 25:26,29-34· 27:12,19-23. 4Βασ 10:19. Ιωβ 13:7. Ωσ 12:4. Μλχ 2:10. Ρμ 3:7,8. 2Κορ 4:7. 1Θεσ 4:6.

36) 25:26,29-34· 32:28. Ιερ 9:3-4. Ωσ 12:4. Ιω 1:47. Εβρ 11:20.

37) 27:27-29· 25:23. 2Βασ 8:14. Ρμ 9:10-12.

37-38) Ρμ 11:29.

38) 27:34,36· 49:28. Πρμ 1:24-26. Ησ 32:10-12· 65:14. Εβρ 12:17.

39) 27:28· 33:9· 36:6-8. ΙσΝ 24:4. Εβρ 11:20.

40) 25:23. 32:6· 36:8. 1Βασ 8:20-22. 2Βασ 8:14. 3Βασ 11:15-17. 4Βασ 8:20-22· 14:7,10. 1Παρ 18:11-13. 2Παρ 21:8-10· 25:11,12· 28:17. Ψ 60:8. Αβδ 17-21. Μτ 10:34.

41) 4:2-8· 26:27· 32:6· 35:29· 37:4-5,8· 50:3,4,10,11. Δευτ 34:8. 2Βασ 13:28,29. 2Παρ 35:24. Ψ 34:14· 36:12,13,16· 139:4,5· 141:3. Πρμ 1:12,13,16· 6:14. Εκ 7:9. Ιεζ 25:12-15· 35:5. Αμ 1:11,12. Αβδ 9-14. Εφ 4:26,27. Ττ 1:15,16· 3:3. 1Ιω 3:12-15.

42) 37:18-20· 42:21,22. 1Βασ 30:5. Ψ 63:5. Ιωβ 20:12-14. Πρμ 2:14· 4:16,17.

43) 27:8,13· 11:31· 12:4,5· 24:29· 25:20· 28:2,5,7,10. Πρμ 30:17. Ιερ 42(35):14. Μτ 10:23. Πρξ 5:29.

44) 31:38,41.

45) 4:8-16· 9:5,6. 2Βασ 14:1-11. Πρμ 19:21(20:21). Θρ 3:37. Πρξ 28:4. Ιακ 4:13-15.

46) 24:3· 26:34-35· 28:8· 34:1,2. Εξ 34:16. Αρ 11:15. Δευτ 7:3-4. 3Βασ 19:4. 4Βασ 7:6. Νε 13:23-30. Ιωβ 3:20-22. 7:16· 14:13. Ιωνα 4:3,9.

 

 

Σημειώσεις 27ου κεφαλαίου

(1) ᾿Ενιαχοῦ προστίθεται· καὶ ΠΜ

(2) ῾Ετέρα γραφή· καὶ εἶπεν αὐτῷ· «Υἱέ μου»· καὶ εἶπεν· «᾿Ιδοὺ ἐγώ». καὶ εἶπεν· «᾿Ιδοὺ γεγήρακα...» (ΠΜ)

(3) ᾿Απουσιάζει ἐκ ΠΜ.

(4) ᾿Ενιαχοῦ προστίθεται· ᾿Ιακὼβ ΠΜ

(5) ῾Ετέρα γραφή· ἐλλάσσω ΠΜ

(6) υἱέ μου (ΠΜ)

(7) ᾿Ενιαχοῦ παραλείπεται (ΠΜ).

(8) ἐπ᾿ ἐμαυτόν: ἑτέρα γραφή· ἐμαυτῷ

(9) ᾿Ενιαχοῦ προστίθεται· αὐτοῦ

(10) ὑπάκουσόν μοι τῆς φωνῆς καὶ (ΠΜ)

(11) ῾Ετέρα γραφή· καθὼς

(12) ᾿Ενιαχοῦ προστίθεται· αὐτὴν ΠΜ

(13) ῾Ετέρα γραφή· ἔθηκεν

(14) ῾Ετέρα γραφή· περὶ

(15) ῾Ετέρα γραφή· ἐποίησα. Χρυσόστομος· πεποίηκά σοι

(16) ῾Ετέρα γραφή· λελάληκάς μοι.

(17) ῾Ετέρα γραφή· ὅτι

(18) Πολλαχοῦ προστίθεται· καὶ εὐλόγησεν αὐτόν. (ΠΜ)

(19) ᾿Ενιαχοῦ προστίθεται· Εἰ (σὺ εἶ κ.λπ.)

(20) ῾Ετέρα γραφή· προσήγαγεν

(21) ῾Ετέρα γραφή· φιλήσω σε

(22) ῾Ετέρα γραφή· δώσει

(23) ῾Ετέρα γραφή· Κύριος

(24) ᾿Ενιαχοῦ προστίθεται· ἄνωθεν

(25) ῾Ετέρα γραφή· προσκυνήσουσί σοι

(26) ᾿Εσφαλμένη γραφή· σε (ΠΜ)

(27) ᾿Ενιαχοῦ προστίθεται· ἂν

(28) προσήνεγκε τῷ πατρὶ αὐτοῦ. καὶ εἶπε τῷ πατρί· (ΠΜ)

(29) ῾Ετέρα γραφή· ἔσται (ΠΜ)

(30) ῾Ετέρα γραφή· καὶ εἶπεν αὐτῷ·

(31) ῾Ετέρα γραφή· ἐπεκλήθη

(32) ῾Ετέρα γραφή· ἐπτέρνισε // Τὸ ὄνομα ᾿Ιακὼβ σημαίνει «πτερνιστής», «ὑποσκελι­στής», «τρικλοποδιστής».

(33) ῾Ετέρα γραφή· ἰδοὺ (ΠΜ)

(34) ῾Ετέρα γραφή· ἔλαβε (ΠΜ)

(35) ῾Ετέρα γραφή· πεποίηκα (ΠΜ)

(36) ᾿Ενιαχοῦ προστίθεται· τοῦ

(37) ᾿Ενιαχοῦ προστίθεται· μεγάλῃ

(38) ῾Υπὸ τοῦ Χρυσοστόμου παραλείπεται ἡ φράσις· ὁ πατὴρ αὐτοῦ

(39) ῾Ετέρα γραφή· ἐὰν (ΠΜ)

(40) ᾿Ενιαχοῦ προστίθεται· ᾿Ισαὰκ

(41) ᾿Ενιαχοῦ προστίθεται· αὐτοῦ ΠΜ

(42) ᾿Ενιαχοῦ προστίθεται· εἰς τὴν Μεσοποταμίαν ΠΜ

(43) ῾Ετέρα γραφή· ἀποτεκνωθῶ (ΠΜ)

(44) Καὶ εἰσελθοῦσα πρὸς τὸν ᾿Ισαὰκ ἡ ῾Ρεβέκκα εἶπε· (Χ)

(45) ῾Ετέρα γραφή· Προσώχθικα (ΠΜ)

῞Ετεραι παραπομπαί. 30) Σιρὰχ 44:23. 43) ῞Υμνος σοφίας 10:10.

 

 

᾿Εξηγήσεις συμβόλων καὶ στοιχείων