ΕΠΙΛΟΓΕΣ
7. Χριστιανικοὶ τομεῖς Μνημεῖα πίστεως (συνοδικὰ καὶ ἄλλα ἐπίσημα κείμενα) Δογματικὴ ἐπιστολὴ Κυρίλλου ᾿Αλεξανδρείας

 

ΔΟΓΜΑΤΙΚΗ ΕΠΙΣΤΟΛΗ

ΚΥΡΙΛΛΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ

 

γενομένη δεκτὴ ὑπὸ τῆς γ΄ οἰκουμενικῆς συνόδου

ὡς περιέχουσα τὴν ὀρθόδοξον διδασκαλίαν

 

῎Εφη τοίνυν ἡ ἁγία καὶ μεγάλη Σύνοδος αὐτὸν τὸν ἐκ θεοῦ πατρὸς κατὰ φύσιν γεννηθέντα υἱὸν μονογενῆ, τὸν ἐκ θεοῦ ἀληθινοῦ θεὸν ἀληθινόν, τὸ φῶς τὸ ἐκ τοῦ φωτός, τὸν δι' οὗ τὰ πάντα πεποίηκεν ὁ πατήρ, κατελθεῖν σαρκωθῆναί τε καὶ ἐνανθρωπῆσαι, παθεῖν, ἀναστῆναι τῇ τρίτῃ ἡμέρᾳ καὶ ἀνελθεῖν εἰς οὐρανούς· τούτοις δὲ καὶ ἡμᾶς ἕπεσθαι δεῖ καὶ τοῖς λόγοις καὶ τοῖς δόγμασιν, ἐννοοῦντας τί τὸ σαρκωθῆναι καὶ ἐνανθρωπῆσαι δηλοῖ τὸν ἐκ θεοῦ Λόγον.

Οὐ γάρ φαμεν ὅτι ἡ τοῦ Λόγου φύσις μεταποιηθεῖσα γέγονε σάρξ· ἀλλ' οὐδὲ ὅτι εἰς ὅλον ἄνθρωπον μετεβλήθη τὸν ἐκ ψυχῆς καὶ σώματος· ἐκεῖνο δὲ μᾶλλον ὅτι σάρκα ἐμψυχωμένην ψυχῇ λογικῇ ἑνώσας ὁ Λόγος ἑαυτῷ καθ' ὑπόστασιν, ἀφράστως τε καὶ ἀπερινοήτως γέγονεν ἄνθρωπος, καὶ κεχρημάτικεν υἱὸς ἀνθρώπου οὐ κατὰ θέλησιν μόνην ἢ εὐδοκίαν, ἀλλ' οὐδὲ ὡς ἐν προσλήψει προσώπου μόνον· καὶ ὅτι διάφοροι μὲν αἱ πρὸς ἑνότητα τὴν ἀληθινὴν συναχθεῖσαι φύσεις, εἷς δὲ ἐξ ἀμφοτέρων Χριστὸς καὶ υἱός· οὐχ ὡς τῆς τῶν φύσεων διαφορᾶς ἀνῃρημένης διὰ τὴν ἕνωσιν, ἀποτελεσα­σῶν δὲ μᾶλλον ἡμῖν τὸν ἕνα Κύριον 'Ιησοῦν Χριστὸν καὶ υἱόν, θεότητός τε καὶ ἀνθρωπότητος διὰ τῆς ἀφράστου καὶ ἀπορρήτου πρὸς ἑνότητα συνδρο­μῆς.

Οὕτω τε λέγεται, καί τοι πρὸ αἰώνων ἔχων τὴν ὕπαρξιν καὶ γεννηθεὶς ἐκ πατρός, γεννηθῆναι καὶ κατὰ σάρκα ἐκ γυνακός· οὐχ ὡς τῆς θείας αὐ­τοῦ φύσεως ἀρχὴν τοῦ εἶναι λαβούσης ἐν τῇ ἁγίᾳ παρθένῳ, οὔτε μὴν δεηθείσης ἀναγκαίως δι' ἑαυτὴν δευτέρας γεννήσεως μετὰ τὴν ἐκ Πατρός· ἔστι γὰρ εἰκαῖόν τε ὁμοῦ καὶ ἀμαθὲς τὸν ὑπάρχοντα πρὸ παντὸς αἰῶνος καὶ συναΐδιον τῷ Πατρὶ δεῖσθαι λέγειν ἀρχῆς τῆς εἰς τὸ εἶναι δευτέρας· ἐπειδὴ δὲ δι' ἡμᾶς καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν ἑνώσας ἑαυτῷ καθ' ὑπό­στασιν τὸ ἀνθρώπινον προῆλθεν ἐκ γυναικός, ταύτῃ τοι λέγεται γεννη­θῆναι σαρκικῶς· οὐ γὰρ πρῶτον ἄνθρωπος ἐγεννήθη κοινὸς ἐκ τῆς ἁγίας παρθένου, εἶθ' οὕτω καταπεφοίτηκεν ἐπ' αὐτὸν ὁ Λόγος, ἀλλ' ἐξ αὐτῆς μήτρας ἑνωθεὶς ὑπομεῖναι λέγεται γέννησιν σαρκικὴν ὡς τῆς ἰδίας σαρκὸς τὴν γέννησιν οἰκειούμενος.

Οὕτω φαμὲν αὐτὸν καὶ παθεῖν καὶ ἀναστῆναι· οὐχ ὡς τοῦ θεοῦ Λόγου παθόντος εἰς ἰδίαν φύσιν ἢ πληγὰς ἢ διατρήσεις ἥλων ἢ γοῦν τὰ ἕτερα τῶν τραυμάτων· ἀπαθὲς γὰρ τὸ θεῖον, ὅτι καὶ ἀσώματον. ἐπειδὴ δὲ τὸ γεγονὸς αὐτοῦ ἴδιον σῶμα πέπονθε ταῦτα, πάλιν αὐτὸς λέγεται παθεῖν ὑπὲρ ἡμῶν· ἦν γὰρ ὁ ἀπαθὴς ἐν τῷ πάσχοντι σώματι. κατὰ τὸν ἴσον δὲ τρόπον καὶ ἐπὶ τοῦ τεθνάναι νοοῦμεν· ἀθάνατος γὰρ κατὰ φύσιν καὶ ἄφθαρτος καὶ ζωὴ καὶ ζωοποιός ἐστιν ὁ τοῦ θεοῦ Λόγος. ἐπειδὴ δὲ πάλιν τὸ ἴδιον αὐτοῦ σῶμα χάριτι θεοῦ, καθ' ἅ φησιν ὁ Παῦλος, ὑπὲρ παντὸς ἐγεύσατο θανάτου, λέγεται παθεῖν αὐτὸς τὸν ὑπὲρ ἡμῶν θάνατον· οὐχ ὡς εἰς πεῖραν ἐλθὼν τοῦ θανάτου, τό γε ἧκον εἰς τὴν αὐτοῦ φύσιν· ἀποπληξία γὰρ τοῦτο λέγειν ἢ φρονεῖν· ἄλλ' ὅτι καθά περ ἔφην ἀρτίως, ἡ σὰρξ αὐτοῦ ἐγεύσατο θανάτου. οὕτω καὶ ἐγηγερμένης αὐτοῦ τῆς σαρκός πάλιν ἡ ἀνάστασις αὐτοῦ λέγεται· οὐχ ὡς πεσόντος εἰς φθοράν, μὴ γένοιτο! ἀλλ' ὅτι τὸ αὐτοῦ πάλιν ἐγήγερ­ται σῶμα.

Οὕτω Χριστὸν ἕνα καὶ Κύριον ὁμολογήσομεν, οὐχ ὡς ἄνθρωπον συμπροσκυνοῦντες τῷ Λόγῳ, ἵνα μὴ τομῆς φαντασία παρεισκρίνηται διὰ τοῦ λέγειν τὸ «σύν»· ἀλλ' ὡς ἕνα καὶ τὸν αὐτὸν προσκυνοῦντες, ὅτι μὴ ἀλλότριον τοῦ Λόγου τὸ σῶμα αὐτοῦ, μεθ' οὗ καὶ αὐτὸ συνεδρεύει τῷ πατρί· οὐχ ὡς δύο πάλιν συνεδρευόντων υἱῶν, ἀλλ' ὡς ἑνὸς καθ' ἕνωσιν μετὰ τῆς ἰδίας σαρκός. ἐὰν δὲ τὴν καθ' ὑπόστασιν ἕνωσιν ἢ ὡς ἀνέφικτον ἢ ὡς ἀκαλλῆ παραιτώμεθα, ἐμπίπτομεν εἰς τὸ δύο λέγειν υἱούς. ἀνάγκη γὰρ πᾶσα διορίσαι καὶ εἰπεῖν τὸν μὲν ἄνθρωπον ἰδικῶς τῇ τοῦ υἱοῦ κλήσει τετιμημένον, ἰδικῶς δὲ πάλιν τὸν ἐκ θεοῦ Λόγον υἱότητος ὄνομά τε καὶ χρῆμα ἔχοντα φυσικῶς. οὐ διαιρετέον τοιγαροῦν εἰς υἱοὺς δύο τὸν ἕνα Κύριον 'Ιησοῦν Χριστόν· ὀνήσει δὲ κατ' οὐδὲν τὸν ὀρθὸν τῆς Πίστεως λόγον τὸ οὕτως ἔχειν, κἂν εἰ προσώπων ἕνωσιν ἐπιφημίζωσί τινες· οὐ γὰρ εἴρηκεν ἡ Γραφὴ ὅτι ὁ Λόγος ἀνθρώπου πρόσωπον ἥνωσεν ἑαυτῷ, ἀλλ' ὅτι γέγονε σάρξ. τὸ δὲ σάρκα γενέσθαι τὸν Λόγον οὐδὲν ἕτερόν ἐστιν εἰ μὴ ὅτι παραπλησίως ἡμῖν μετέσχεν αἵματος καὶ σαρκός. ἴδιον δὲ σῶμα τὸ ἡμῶν ἐποιήσατο, καὶ προῆλθεν ἄνθρωπος ἐκ γυναικὸς οὐκ ἀποβεβληκὼς τὸ εἶναι θεὸς καὶ τὸ ἐκ θεοῦ γεγενῆσθαι πατρός, ἀλλὰ καὶ ἐν προσλήψει σαρκὸς μεμενηκὼς ὅ περ ἦν.

Τοῦτο πρεσβεύει πανταχοῦ τῆς ἀκριβοῦς Πίστεως ὁ λόγος· οὕτως εὑ­ρήσομεν τοὺς ἁγίους πεφρονηκότας πατέρας· οὕτω τεθαρσήκασι θεοτό­κον εἰπεῖν τὴν ἁγίαν παρθένον· οὐχ ὡς τῆς τοῦ Λόγου φύσεως, ἤ τοι τῆς θεότη­τος αὐτοῦ τὴν ἀρχὴν τοῦ εἶναι λαβούσης ἐκ τῆς ἁγίας παρθένου, ἀλλ' ὡς γεννηθέντος ἐξ αὐτῆς τοῦ ἁγίου σώματος ψυχωθέντός τε λογικῶς· ᾧ καὶ καθ' ὑπόστασιν ἑνωθεὶς ὁ Λόγος γεγενῆσθαι λέγεται κατὰ σάρκα.