ΕΠΙΛΟΓΕΣ
7. Χριστιανικοὶ τομεῖς Μνημεῖα πίστεως (συνοδικὰ καὶ ἄλλα ἐπίσημα κείμενα) ΟΡΟΣ ΠΙΣΤΕΩΣ τῆς δ΄ οἰκουμενικῆς συνόδου

 

ΟΡΟΣ ΠΙΣΤΕΩΣ

 

τῆς ἐν Χαλκηδόνι τετάρτης οἰκουμενικῆς συνόδου

 

[1] Ἡ ἁγία καὶ μεγάλη καὶ οἰκουμενικὴ Σύνοδος ἡ κατὰ θεοῦ χάριν καὶ θέσπισμα τῶν εὐσεβεστάτων καὶ φιλοχρίστων ἡμῶν βασιλέων Οὐαλεντι­νιανοῦ καὶ Μαρκιανοῦ αὐγούστων συναχθεῖσα ἐν τῇ Χαλκηδονέων μητρο­πόλει τῆς Βιθυνῶν ἐπαρχίας ἐν τῷ μαρτυρίῳ τῆς ἁγίας καὶ καλλινίκου μάρ­τυρος Εὐφημίας ὥρισε τὰ ὑποτεταγμένα.

[2] Ὁ Κύριος ἡμῶν καὶ σωτὴρ ᾿Ιησοῦς Χριστὸς τῆς Πίστεως τὴν γνῶσιν τοῖς μαθηταῖς βεβαιῶν ἔφη· «εἰρήνην τὴν ἐμὴν ἀφίημι ὑμῖν, εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν», ὥστε μηδένα πρὸς τὸν πλησίον διαφωνεῖν ἐν τοῖς δόγμασι τῆς εὐσεβείας, ἀλλ' ἐπίσης ἅπασι τὸ τῆς ἀληθείας ἐπιδείκνυσθαι κήρυγμα. ἐπειδὴ δὲ οὐ παύεται διὰ τῶν ἑαυτοῦ ζιζανίων ὁ πονηρὸς τοῖς τῆς εὐσε­βείας ἐπιφυόμενος σπέρμασι καί τι καινὸν κατὰ τῆς ἀληθείας ἐφευρίσκων ἀεί, διὰ τοῦτο συνήθως ὁ δεσπότης προνοούμενος τοῦ ἀνθρωπίνου γένους τὸν εὐσεβῆ τοῦτον καὶ πιστότατον πρὸς ζῆλον ἀνέστησε βασιλέα καὶ τοὺς ἁπανταχῇ τῆς ἱερωσύνης πρὸς ἑαυτὸν ἀρχηγοὺς συνεκάλεσεν, ὥστε τῆς χάριτος τοῦ πάντων ἡμῶν δεσπότου Χριστοῦ ἐνεργούσης πᾶσαν μὲν τοῦ ψεύδους τῶν τοῦ Χριστοῦ προβάτων ἀποσείσασθαι λύμην, τοῖς δὲ τῆς ἀληθείας αὐτὴν καταπιαίνειν βλαστήμασιν. ὃ δὴ καὶ πεποιήκαμεν κοινῇ ψήφῳ τὰ τῆς πλάνης ἀπελάσαντες δόγματα, τὴν δὲ ἀπλανῆ τῶν πατέρων ἀνανεωσάμενοι Πίστιν, τὸ τῶν τριακοσίων δέκα ὀκτὼ Σύμβολον τοῖς πᾶσι κηρύξαντες καὶ ὡς οἰκείους τοὺς τοῦτο τῆς εὐσεβείας τὸ σύνθεμα δεξαμένους πατέρας ἐπιγραψάμενοι, οἵ περ εἰσὶν οἱ μετὰ ταῦτα ἐν τῇ μεγάλῃ Κωνσταντινουπόλει συνελθόντες ἑκατὸν πεντήκοντα καὶ αὐτοὶ τὴν αὐτὴν ἐπισφραγισάμενοι Πίστιν.

[3] ῾Ορίζομεν τοίνυν τὴν τάξιν καὶ τοὺς περὶ τῆς Πίστεως ἅπαντας τύπους φυλάττοντες καὶ ἡμεῖς τῆς κατ' Ἔφεσον πάλαι γεγενημένης ἁγίας συνόδου, ἧς ἡγεμόνες οἱ ἁγιώτατοι τὴν μνήμην Κελεστῖνος ὁ τῆς ῾Ρωμαίων καὶ Κύριλλος ὁ τῆς Ἀλεξανδρέων ἐτύγχανον, προλμπειν μν τς ρθς κα μωμτου Πστεως τν κθεσιν τν τρια­κοσίων δέκα ὀκτὼ γων κα μακαρων πατέ­ρων τν ν Νικαίᾳ ἐπὶ τοῦ τῆς εὐσεβοῦς μνήμης Κωνσταντίνου τοῦ γενομένου βασιλέως συναχθέντων· κρατεῖν δὲ καὶ τὰ παρὰ τῶν ἑκατὸν πεντήκοντα ἁγίων πατέρων ἐν Κωνσταντινουπόλει ὁρισθέντα πρὸς ἀναίρεσιν μὲν τῶν τότε φυεισῶν αἱρέσεων, βεβαίωσιν δὲ τῆς αὐτῆς καθολικῆς καὶ ἀποστολικῆς ἡμῶν πίστεως.

[4] Τὸ σύμβολον τῶν ἐν Νικαίᾳ τριακοσίων δέκα ὀκτὼ πατέρων.

Πιστεύομεν εἰς ἕνα θεὸν πατέρα παντοκράτορα, πάντων ὁρατῶν τε καὶ ἀοράτων ποιητήν· καὶ εἰς ἕνα Κύριον 'Ιησοῦν Χριστόν, τὸν υἱὸν τοῦ θεοῦ, τὸν γεννη­θέντα ἐκ τοῦ πατρὸς μονογενῆ, τοῦτ᾿στιν ἐκ τῆς οὐσίας τοῦ πατρός, θεὸν ἐκ θεοῦ, φῶς ἐκ φωτός, θεὸν ἀληθινὸν ἐκ θεοῦ ἀλη­θινοῦ, γεννηθέντα, οὐ ποιηθέντα, ὁμοούσιον τῷ πατρί, δι' οὗ τὰ πάντα ἐγένετο τὰ ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ, τὸν δι' ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόν­τα καὶ σαρκωθέντα καὶ ἐνανθρω­πή­σαντα, καὶ παθόντα καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ, καὶ ἀνελθόντα εἰς τοὺς οὐρανοὺς καὶ καθεζόμενον ἐν δεξιᾷ τοῦ πατρός, καὶ πάλιν ἐρχό­με­νον κρῖναι ζῶντας καὶ νεκρούς· καὶ εἰς τὸ ἅγιον πνεῦμα. τοὺς δὲ λέγον­τας ὅτι «ἦν ποτε ὅτε οὐκ ἦν» καὶ «πρὶν γεννηθῆναι οὐκ ἦν» καὅτι «ἐξ οὐκ ὄντων ἐγένετο», ἐξ ἑτέρας ὑποστάσεως ἢ οὐσίας φάσκοντας εἶναι ἢ τρεπτὸν ἀλλοιωτὸν τὸν υἱὸν τοῦ θεοῦ, τούτους ἀναθεματίζει ἡ καθο­λικὴ καἀποστολικἐκκλησία.      

[5] Καὶ τὸ αὐτὸ τῶν ἑκατὸν πεντήκοντα ἁγίων πατέρων τῶν ἐν Κων­σταντινουπόλει συναχθέντων.

Πιστεύομεν εἰς ἕνα θεὸν πατέρα παντοκράτορα, ποιητὴν οὐρανοῦ καὶ γῆς, ὁρατῶν τε πάντων καἀοράτων· καὶ εἰς ἕνα Κύριον Ἰησοῦν Χριστόν, τὸν υἱὸν τοῦ θεοῦ τὸν μονογενῆ, τὸν ἐκ τοῦ πατρὸς γεννηθέντα πρὸ πάντων τῶν αἰώνων, φῶς ἐκ φωτός, θεὸν ἀληθινὸν ἐκ θεοἀληθινοῦ, γεννηθέντα, οὐ ποιηθέντα, ὁμοούσιον τῷ πατρί, δι' οὗ τὰ πάντα ἐγένετο, τὸν δι' ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντα ἐκ τῶν οὐρανῶν, καὶ σαρκωθέντα ἐκ πνεύματος ἁγίου καὶ Μαρίας τῆς παρθένου, καἐνανθρωπήσαντα, σταυρωθέντα τε ὑπὲρ ἡμῶν ἐπὶ Ποντίου Πιλάτου, καὶ παθόντα καὶ ταφέντα, καἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ κατὰ τὰς γραφάς, καἀνελθόντα εἰς τοὺς οὐρανούς, καὶ καθεζόμενον ἐκ δεξιῶν τοῦ πατρὸς καὶ πάλιν ἐρχόμενον μετὰ δόξης κρῖναι ζῶντας καὶ νεκρούς, οὗ τῆς βασιλείας οὐκ ἔσται τέλος· καὶ εἰς τὸ πνεῦμα τἅγιον, τὸ Κύριον, τὸ ζωοποιόν, τἐκ τοῦ πατρὸς ἐκπορευόμενον, τὸ σὺν πατρὶ καὶ υἱῷ συμπροσκυνούμενον καὶ συνδοξαζόμενον, τὸ λαλῆσαν διὰ τῶν προφητῶν· εἰς μίαν, ἁγίαν, καθολικὴν καἀποστολικὴν ἐκκλησίαν. ὁμο­λογοῦμεν ἓν βάπτισμα εἰς ἄφεσιν ἁμαρτιῶν. προσδοκῶμεν ἀνάστασιν νεκρῶν, καὶ ζωὴν τοῦ μέλλοντος αἰῶνος. ἀμήν     

[6] Ἤρκει μὲν οὖν εἰς ἐντελῆ τῆς εὐσεβείας ἐπίγνωσίν τε καὶ βεβαί­ωσιν τὸ σοφὸν καὶ σωτήριον τοῦτο τῆς θείας χάριτος Σύμβολον· περί τε γὰρ τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος ἐκδιδάσκει τ τέλειον καὶ τοῦ Κυρίου τὴν ἐνανθρώπησιν τοῖς πιστῶς δεχομένοις παρί­στησιν. ἀλλ' ἐπειδή περ οἱ τῆς ἀληθείας ἀθετεῖν ἐπιχειροῦντες τὸ κήρυγμα διὰ τῶν οἰκείων αἱρέσεων τὰς κενοφωνίας ἀπέτεκον, οἱ μὲν τὸ τῆς δι' ἡμᾶς τοῦ Κυρίου οἰκονομίας μυστήριον παραφθείρειν τολμῶντες καὶ τὴν «θεοτό­κος» ἐπὶ τῆς παρθένου φωνὴν ἀπαρνούμενοι, οἱ δὲ σύγχυσιν καὶ κρᾶσιν εἰσάγοντες καὶ μίαν εἶναι φύσιν τῆς σαρκὸς καὶ τῆς θεότητος ἀνο­ήτως ἀναπλάττοντες καὶ παθητὴν τοῦ μονογενοῦς τὴν θείαν φύσιν τῇ συγχύσει τερατευόμενοι, διὰ τοῦτο πᾶσαν αὐτοῖς ἀποκλεῖσαι κατὰ τῆς ἀληθείας μηχανὴν βουλομένη ἡ παροῦσα νῦν αὕτη ἁγία καὶ μεγάλη καὶ οἰκουμενικὴ Σύνοδος, τὸ τοῦ κηρύγματος ἄνωθεν ἀσάλευτον ἐκδιδάσκουσα ὥρισε προ­ηγουμένως τῶν τριακοσίων δέκα ὀκτὼ ἁγίων πατέρων τὴν Πίστιν μένειν ἀπαρεγχείρητον. [7] καὶ διὰ μὲν τοὺς τῷ πνεύματι τῷ ἁγίῳ μαχομένους τὴν χρόνοις ὕστερον παρὰ τῶν ἐπὶ τῆς βασιλευούσης Πόλεως συνελθόντων ἑκατὸν πεντήκοντα ἁγίων πατέρων περὶ τῆς τοῦ πνεύματος οὐσίας παρα­δοθεῖσαν διδασκαλίαν κυροῖ, ἣν ἐκεῖνοι πᾶσιν ἐγνώρισαν οὐχ ὥς τι λεῖπον τοῖς προλαβοῦσιν ἐπεισάγοντες, ἀλλὰ τὴν περὶ τοῦ ἁγίου πνεύματος αὐτῶν ἔννοιαν κατὰ τῶν τὴν αὐτοῦ δεσποτείαν ἀθετεῖν πειρωμένων γραφικαῖς μαρτυρίαις τρανώσαντες. [8] διὰ δὲ τοὺς τὸ τῆς οἰκονομίας παραφθείρειν ἐπιχειροῦντας μυστήριον καὶ ψιλὸν ἄνθρωπον εἶναι τὸν ἐκ τῆς ἁγίας παρ­θένου τεχθέντα Μαρίας ἀναιδῶς ληρωδοῦντας, τὰς τοῦ μακαρίου Κυρίλλου τοῦ τῆς Ἀλεξανδρέων ἐκκλησίας γενομένου ποιμένος συνοδικὰς ἐπιστολὰς πρός τε Νεστόριον καὶ πρὸς τοὺς τῆς Ἀνατολῆς ἁρμοδίας οὔσας ἐδέξατο εἰς ἔλεγχον μὲν τῆς Νεστορίου φρενοβλαβείας, ἑρμηνείαν δὲ τῶν εὐσεβεῖ ζήλῳ τοῦ σωτηρίου συμβόλου ποθούντων τὴν ἔννοιαν· αἷς καὶ τὴν ἐπιστο­λὴν τοῦ τῆς μεγίστης καὶ πρεσβυτέρας ῾Ρώμης προέδρου τοῦ μακαριωτά­του καὶ ἁγιωτάτου ἀρχιεπισκόπου Λέοντος τὴν γραφεῖσαν πρὸς τὸν ἐν ἁγίοις ἀρχιεπίσκοπον Φλαβιανὸν ἐπ' ἀναιρέσει τῆς Εὐτυχοῦς κακονοίας ἅτε δὴ τῇ τοῦ μεγάλου Πέτρου ὁμολογίᾳ συμβαίνουσαν καὶ κοινήν τινα στήλην ὑπάρχουσαν κατὰ τῶν κακοδοξούντων, εἰκότως συνήρμοσε πρὸς τὴν τῶν ὀρθῶν δογμάτων βεβαίωσιν. [9] τοῖς τε γὰρ εἰς υἱῶν δυάδα τὸ τῆς οἰκονομίας διασπᾶν ἐπιχειροῦσι μυστήριον παρατάττεται, καὶ τοὺς παθη­τὴν τοῦ μονογενοῦς λέγειν τολμῶντας τὴν θεότητα τοῦ τῶν ἱερέων ἀπωθεῖ­ται συλλόγου, καὶ τοῖς ἐπὶ τῶν δύο φύσεων τοῦ Χριστοῦ κρᾶσιν ἢ σύγχυσιν ἐπινοοῦσιν ἀνθίσταται, καὶ τοὺς οὐράνιον ἢ ἑτέρας τινὸς ὑπάρχειν οὐσίας τὴν ἐξ ἡμῶν ληφθεῖσαν αὐτῷ τοῦ δούλου μορφὴν παραπαίοντας ἐξελαύνει, καὶ τος δο μν πρ τς νσεως φσεις το Κυρου μυθεοντας, μαν δ μετ τν νωσιν ναπλττοντας ναθεματζει.

[10] Ἑπόμενοι τοίνυν τοῖς ἁγίοις πατράσιν ἕνα κα τὸν αὐτὸν ὁμολο­γεῖν υἱὸν τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν συμφώνως ἅπαντες ἐκδιδ­σκομεν, τέλειον τὸν αὐτὸν ἐν θεότητι κα τέλειον τὸν αὐτὸν ἐν ἀνθρωπ­τητι, θεὸν ἀληθῶς κα ἄνθρωπον ἀληθῶς τὸν αὐτὸν ἐκ ψυχῆς λογικῆς κα σώματος, ὁμοούσιον τ πατρ κατ τὴν θεότητα, κα ὁμοούσιον τὸν αὐτὸν ἡμῖν κατ τὴν ἀνθρωπότητα, κατ πάντα ὅμοιον ἡμῖν χωρὶς ἁμαρ­τίας· πρ αἰώνων μὲν ἐκ το πατρὸς γεννηθέντα κατ τὴν θεότητα, ἐπ᾿ ἐσχάτων δ τῶν ἡμερῶν τὸν αὐτὸν δι᾿ ἡμᾶς κα δι τὴν ἡμετέραν σωτηρίαν ἐκ Μαρίας τῆς παρθένου τῆς θεοτόκου κατ τὴν ἀνθρωπότη­τα, ἕνα κα τὸν αὐτὸν Χριστόν, υἱόν, Κύριον, μονογενῆ, ἐν δύο φύσεσιν ἀσυγχύτως, ἀτρέπτως, ἀδιαιρέτως, ἀχωρίστως γνωριζόμενον, οὐδαμο τῆς τῶν φύσεων διαφορᾶς ἀνῃρημένης δι τὴν ἕνωσιν, σῳζομένης δ μᾶλλον τῆς ἰδιότητος ἑκατέρας φύσεως κα εἰς ἓν πρόσωπον κα μίαν ὑπόστασιν συντρεχούσης, οὐκ εἰς δύο πρόσωπα μεριζόμενον διαιρο­μενον, ἀλλ᾿ ἕνα κα τὸν αὐτὸν υἱὸν κα μονογεν, θεὸν Λόγον, Κύριον Ἰησοῦν Χριστόν, καθ περ ἄνωθεν ο προφῆται περ αὐτο κα αὐτὸς ἡμᾶς Κύριος Ἰησοῦς Χριστὸς ἐξεπαίδευσε κα τ τῶν πατέρων ἡμῖν παραδέδωκε σύμβολον.

[11] Τούτων τοίνυν μετὰ πάσης πανταχόθεν ἀκριβείας τε καὶ ἐμμελείας παρ' ἡμῶν διατυπωθέντων ὥρισεν ἡ ἁγία καὶ οἰκουμενικὴ σύνοδος ἑτέραν Πίστιν μηδενὶ ἐξεῖναι προφέρειν ἢ γοῦν συγγράφειν ἢ συντιθέναι ἢ φρονεῖν ἢ διδάσκειν ἑτέρως, τοὺς δὲ τολμῶντας ἢ συντιθέναι Πίστιν ἑτέραν ἢ γοῦν προκομίζειν ἢ διδάσκειν ἢ παραδιδόναι ἕτερον Σύμβολον τοῖς ἐθέλουσιν ἐπιστρέφειν εἰς ἐπίγνωσιν τῆς ἀληθείας ἐξ ἑλληνισμοῦ ἢ ἐξ ἰουδαϊσμοῦ ἢ γοῦν ἐξ αἱρέσεως οἱασδηποτοῦν, τούτους, εἰ μὲν εἶεν ἐπίσκοποι ἢ κληρικοί, ἀλλοτρίους εἶναι τοὺς ἐπισκόπους τῆς ἐπισκοπῆς καὶ τοὺς κληρικοὺς τοῦ κλήρου· εἰ δὲ μονάζοντες ἢ λαϊκοὶ εἶεν, ἀναθεματίζεσθαι.