ΕΠΙΛΟΓΕΣ
7. Χριστιανικοὶ τομεῖς Μνημεῖα πίστεως (συνοδικὰ καὶ ἄλλα ἐπίσημα κείμενα) ΚΕΦΑΛΑΙΑ ΔΟΓΜΑΤΙΚΑ τῆς ε΄ οἰκουμενικῆς συνόδου

 

Ἔκφρασις τοῦ δόγματος

τῆς πέμπτης οἰκουμενικῆς συνόδου

 

῾Ο μονογενὴς υἱὸς καὶ Λόγος τοῦ θεοῦ, ἀθάνατος ὑπάρχων καὶ κα­τα­δεξάμενος διὰ τὴν ἡμετέραν σωτηρίαν σαρκωθῆναι ἐκ τῆς ἁγίας θεο­τόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας σταυρω­θείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, εἷς ὢν τῆς ἁγίας τριάδος, συνδοξαζό­μενος τῷ πατρὶ καὶ τῷ ἁγίῳ πνεύματι, σῶσον ἡμᾶς.

 

 

 

ΚΕΦΑΛΑΙΑ ΔΟΓΜΑΤΙΚΑ

τῆς ἐν Κωνσταντινουπόλει πέμπτης οἰκουμενικῆς συνόδου

 

Σημείωσις τοῦ ἐπιμελητοῦ. τῶν 14 τούτων κεφαλαίων ἢ ἀναθεματισμῶν τῆς πέμπτης οἰκουμενικῆς συνόδου εἶδον διαδιδομένην συλλογήν, ἐν ᾗ τὸ κείμενον ἦτο ἀνοσίως παρηλ­λα­γμένον καὶ νενοθευμένον, ἅμα δὲ ἐλλιπέστατον καὶ περικεκομμένον, ὥστε πολλὰ μὲν δογ­ματικὰ σημεῖα καὶ ὀνόματα καταδικαζομένων αἱρετικῶν νὰ ἀπουσιάζωσιν ὅλως, τὰ δὲ νοήματα νὰ εὑρίσκωνται ἐξηλλαγμένα εἰς τὸ ἀντίθετον καὶ ἀντίθεον. καὶ τὴν μὲν πηγὴν τῆς ἀθέου νοθεύσεως καὶ τῆς διαδόσεως αὐτῆς ἴσασιν οἱ περὶ τὰ τοιαῦτα ἀσχο­λούμε­νοι· ἐγὼ δὲ μὴ ὑποφέρων τὸ ἀσεβὲς τόλμημα τῶν τοιούτων καὶ μὴ φεισθεὶς κόπου καὶ χρόνου ἐκτίθημι ἐνταῦθα τὸ πλῆρες καὶ ἀκριβὲς κείμενον τῶν παρόντων δογματικῶν κε­φαλαίων πρὸς κοινὴν τοῦ γένους τῶν ὀρθοδόξων ὠφέλειαν. Διονύσιος ᾿Ανατολικιώτης.

 

1. Εἴ τις οὐχ ὁμολογεῖ πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος μίαν φύσιν ἤ τοι οὐσίαν μίαν τε δύναμιν καὶ ἐξουσίαν, τριάδα ὁμοούσιον, μίαν θεότητα ἐν τρισὶν ὑποστάσεσιν –ἤγουν προσώποις– προσκυνουμένην, ὁ τοιοῦτος ἀνάθεμα ἔστω· εἷς γὰρ θεὸς καὶ πατήρ, ἐξ οὗ τὰ πάντα, καὶ εἷς Κύριος ᾿Ιησοῦς Χριστός, δι᾿ οὗ τὰ πάντα, καὶ ἓν πνεῦμα ἅγιον, ἐν ᾧ τὰ πάντα.

2. Εἴ τις οὐχ ὁμολογεῖ τοῦ θεοῦ Λόγου εἶναι τὰς δύο γεννήσεις, τήν τε πρὸ αἰώνων ἐκ τοῦ πατρὸς ἀχρόνως καὶ ἀσωμάτως τήν τε ἐπ' ἐσχάτων τῶν ἡμερῶν τοῦ αὐτοῦ κατελθόντος ἐκ τῶν οὐρανῶν καὶ σαρκωθένος ἐκ τῆς ἁγίας ἐνδόξου θεοτόκου καὶ ἀειπαρθένου Μαρίας καὶ γεννηθέντος ἐξ αὐτῆς, ὁ τοιοῦτος ἀνάθεμα ἔστω.

3. Εἴ τις λέγει ἄλλον εἶναι τὸν θεὸν Λόγον τὸν θαυματουργήσαντα καὶ ἄλλον τὸν Χριστὸν τὸν παθόντα, ἢ τὸν θεὸν Λόγον συνεῖναι λέγει τῷ Χρι­στῷ γενομένῳ ἐκ γυναικός, ἢ ἐν αὐτῷ εἶναι ὡς ἄλλον ἐν ἄλλῳ, ἀλλ' οὐχ ἕνα καὶ τὸν αὐτὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν τὸν τοῦ θεοῦ Λόγον σαρ­κωθέντα καὶ ἐνανθρωπήσαντα καὶ τοῦ αὐτοῦ τά τε θαύματα καὶ τὰ πάθη, ἅ περ ἑκουσίως ὑπέμεινε σαρκί, ὁ τοιοῦτος ἀνάθεμα ἔστω.

4. Εἴ τις λέγει κατὰ χάριν ἢ κατὰ ἐνέργειαν [ἢ κατὰ ἀξίαν] ἢ κατὰ ἰσοτιμίαν ἢ κατὰ αὐθεντίαν ἢ ἀναφορὰν ἢ σχέσιν ἢ δύναμιν τὴν ἕνωσιν τοῦ θεοῦ Λόγου πρὸς ἄνθρωπον γεγενῆσθαι, ἢ κατὰ εὐδοκίαν, ὡς ἀρεσθέντος τοῦ θεοῦ Λόγου τοῦ ἀνθρώπου, ἀπὸ τοῦ εὖ καὶ καλῶς δόξαι αὐτῷ περὶ αὐτοῦ, καθὼς Θεόδωρος μαινόμενος λέγει, ἢ κατὰ ὁμωνυμίαν, –καθ' ἣν οἱ νεστοριανοὶ τὸν θεὸν Λόγον ᾿Ιησοῦν [καὶ] Χριστὸν καλοῦντες καὶ τὸν ἄνθρωπον κεχω­ρισμένως Χριστὸν καὶ υἱὸν ὀνομάζοντες καὶ δύο πρόσωπα προφανῶς λέγοντες, κατὰ μόνην τὴν προσηγορίαν καὶ τιμὴν καὶ ἀξίαν καὶ προσκύνη­σιν καὶ ἓν πρόσωπον καὶ ἕνα Χριστὸν ὑποκρίνονται λέγειν–, ἀλλ' οὐχ ὁμο­λογεῖ τὴν ἕνωσιν τοῦ θεοῦ Λόγου πρὸς σάρκα ἐμψυχωμένην ψυχῇ λογικῇ καὶ νοερᾷ κατὰ σύνθεσιν, ἤγουν καθ᾿ ὑπόστασιν, γεγενῆσθαι, καθὼς οἱ ἅγιοι πατέρες ἐδίδαξαν, καὶ διὰ τοῦτο μίαν αὐτοῦ τὴν ὑπόστασιν, ὅ ἐστιν ὁ Κύ­ριος ᾿Ιησοῦς Χριστός, εἷς τῆς ἁγίας τριάδος, ὁ τοιοῦτος ἀνάθεμα ἔστω. πολυ­τρόπως γὰρ νοουμένης τῆς ἑνώσεως, οἱ μὲν τῇ ἀσεβείᾳ ᾿Απολιναρίου καὶ Εὐτυχοῦς ἀκολουθοῦντες τῷ ἀφανισμῷ τῶν συνελθόντων προκείμενοι τὴν κατὰ σύγχυσιν ἕνωσιν πρεσβεύουσιν, οἱ δὲ τὰ Θεοδώρου καὶ Νεστορίου φρονοῦντες τῇ διαιρέσει χαίροντες σχετικὴν τὴν ἕνωσιν ἐπιεσάγουσιν. ἡ μέν τοι ἁγία τοῦ θεοῦ ἐκκλησία ἑκατέρας αἱρέσεως τὴν ἀσέβειαν ἀποβαλ­λομένη τὴν ἕνωσιν τοῦ θεοῦ Λόγου πρὸς τὴν σάρκα κατὰ σύνθεσιν ὁμο­λογεῖ, ὅ περ ἐστὶ καθ᾿ ὑπόστασιν· ἡ γὰρ κατὰ σύνθεσιν ἕνωσις ἐπὶ τοῦ κα­τὰ Χριστὸν μυστηρίου οὐ μόνον ἀσύγχυτα τὰ συνελθόντα δια­φυλάττει, ἀλλ᾿ οὐδὲ διαίρεσιν ἐπιδέχεται.

5. Εἴ τις τὴν μίαν ὑπόστασιν τοῦ Κυρίου ἡμῶν ᾿Ιησοῦ Χριστοῦ οὕτως ἐκλαμβάνει ὡς ἐπιδεχομένην πολλῶν ὑποστάσεων σημασίαν καὶ διὰ τού­του εἰσάγειν ἐπιχειρεῖ ἐπὶ τοῦ κατὰ Χριστὸν μυστηρίου δύο ὑποστάσεις ἤ τοι δύο πρόσωπα, καὶ τῶν παρ᾿ αὐτοῦ εἰσαγομένων δύο προσώπων ἓν πρόσωπον λέγει κατ᾿ ἀξίαν καὶ τιμὴν καὶ προσκύνησιν, καθά περ Θεόδω­ρος καὶ Νεστόριος μαινόμενοι συνεγράψαντο, καὶ συκοφαντεῖ τὴν ἁγίαν ἐν Χαλκηδόνι σύνοδον ὡς κατὰ ταύτην τὴν ἀσεβῆ ἔννοιαν χρησαμένην τῷ τῆς μιᾶς ὑποστάσεως ῥήματι, ἀλλὰ μὴ ὁμολογεῖ τὸν τοῦ θεοῦ Λόγον σαρκὶ καθ᾿ ὑπόστασιν ἑνωθῆναι καὶ διὰ τοῦτο μίαν αὐτοῦ τὴν ὑπόστασιν ἤ τοι ἓν πρόσωπον, οὕτω τε καὶ τὴν ἁγίαν ἐν Χαλκηδόνι σύνοδον μίαν ὑπόστασιν τοῦ Κυρίου ἡμῶν ᾿Ιησοῦ Χριστοῦ ὁμολογῆσαι, ὁ τοιοῦτος ἀνάθεμα ἔστω· οὔτε γὰρ προσθήκην προσώπου, ἤγουν ὑποστάσεως, ἐπεδέξατο ἡ ἁγία τριὰς καὶ σαρκωθέντος τοῦ ἑνὸς τῆς ἁγίας τριάδος θεοῦ Λόγου.

6. Εἴ τις καταχρηστικῶς ἀλλ᾿ οὐκ ἀληθῶς θεοτόκον λέγει τὴν ἁγίαν ἔνδοξον ἀειπάρθενον Μαρίαν ἢ κατὰ ἀναφορὰν ὡς ἀνθρώπου ψιλοῦ γεν­νηθέντος, ἀλλ᾿ οὐχὶ τοῦ θεοῦ Λόγου σαρκωθέντος ἐξ αὐτῆς, ἀναφερομένης δὲ κατ᾿ ἐκείνους τῆς τοῦ ἀνθρώπου γεννήσεως ἐπὶ τὸν θεὸν Λόγον ὡς συνόντα τῷ ἀνθρώπῳ γεννωμένῳ, καὶ συκοφαντεῖ τὴν ἁγίαν ἐν Χαλκηδόνι σύνοδον ὡς κατὰ ταύτην τὴν ἀσεβῆ, ἐπινοηθεῖσαν παρὰ Θεοδώρου, ἔννοιαν θεοτόκον τὴν παρθένον εἰποῦσαν, ἢ εἴ τις ἀνθρω­ποτόκον αὐτὴν καλεῖ ἢ χριστοτόκον ὡς τοῦ Χριστοῦ μὴ ὄντος θεοῦ, ἀλλὰ μὴ κυρίως καὶ κατὰ ἀλήθειαν θεοτόκον αὐτὴν ὁμολογεῖ διὰ τὸ τὸν πρὸ τῶν αἰώνων ἐκ τοῦ πα­τρὸς γεννηθέντα θεὸν Λόγον ἐπ' ἐσχάτων τῶν ἡμε­ρῶν ἐξ αὐτῆς σαρκωθῆναι καὶ γεννηθῆναι, οὕτω τε εὐσεβῶς καὶ τὴν ἁγίαν ἐν Χαλκηδόνι σύνοδον θεοτόκον αὐτὴν ὁμολογῆσαι, ὁ τοιοῦτος ἀνάθεμα ἔστω.

7. Εἴ τις «ἐν δύο φύσεσι» λέγων μὴ ὡς ἐν θεότητι καὶ ἀνθρωπότητι τὸν ἕνα Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν γνωρίζεσθαι ὁμολογεῖ, ἵνα διὰ τούτου σημάνῃ τὴν διαφορὰν τῶν φύσεων, ἐξ ὧν ἀσυγχύτως ἡ ἄφραστος ἕνωσις γέγονεν, οὔτε τοῦ Λόγου εἰς τὴν τῆς σαρκὸς μεταποιηθέντος φύσιν οὔτε τῆς σαρκὸς πρὸς τὴν τοῦ Λόγου φύσιν μεταχωρησάσης (μένει γὰρ ἑκάτε­ρον, ὅ περ ἐστὶ τῇ φύσει, καὶ γενομένης τῆς ἑνώσεως καθ’ ὑπόστασιν), ἀλλ’ ἐπὶ διαιρέσει τῇ ἀνὰ μέρος τὴν τοιαύτην λαμβάνει φωνὴν ἐπὶ τοῦ κατὰ Χριστὸν μυστηρίου, ἢ τὸν ἀριθμὸν τῶν φύσεων ὁμολογῶν ἐπὶ τοῦ αὐτοῦ ἑνὸς Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τοῦ θεοῦ Λόγου σαρκωθέντος, μὴ τῇ θε­ωρίᾳ μόνῃ τὴν διαφορὰν τούτων λαμβάνει, ἐξ ὧν καὶ συνετέθη, οὐκ ἀναι­ρουμένην διὰ τὴν ἕνωσιν (εἷς γὰρ ἐξ ἀμφοῖν καὶ δι’ ἑνὸς ἀμφότερα), ἀλλ’ ἐπὶ τούτῳ κέχρηται τῷ ἀριθμῷ ὡς κεχωρισμένας καὶ ἰδιοϋποστάτους ἔχει τὰς φύσεις, ὁ τοιοῦτος ἀνάθεμα ἔστω.

8. Εἴ τις «ἐκ δύο φύσεων» –θεότητος καὶ ἀνθρωπότητος– ὁμολογῶν τὴν ἕνωσιν γεγενῆσθαι ἢ «μίαν φύσιν τοῦ θεοῦ Λόγου σεσαρκωμένην» λέγων, μὴ οὕτως αὐτὰ λαμβάνῃ καθά περ καὶ οἱ ἅγιοι πατέρες ἐδίδαξαν, ὅτι ἐκ τῆς θείας φύσεως καὶ τῆς ἀνθρωπίνης –τῆς ἑνώσεως καθ᾿ ὑπόστασιν γενομένης– εἷς Χριστὸς ἀπετελέσθη, ἀλλ᾿ ἐκ τῶν τοιούτων φωνῶν μίαν φύ­σιν ἤ τοι οὐσίαν θεότητος καὶ σαρκὸς τοῦ Χριστοῦ εἰσάγειν ἐπιχειρεῖ, ὁ τοιοῦτος ἀνάθεμα ἔστω. καθ᾿ ὑπόστασιν γὰρ λέγοντες σαρκὶ τὸν μονογενῆ Λόγον ἡνῶσθαι οὐκ ἀνάχυσίν τινα τὴν εἰς ἀλλήλας τῶν φύσεων πεπρᾶχθαί φαμεν, μενούσης δὲ μᾶλλον ἑκατέρας τοῦτο ὅ περ ἐστίν, ἡνῶσθαι σαρκὶ νοοῦμεν τὸν Λόγον· δι᾿ ὃ καὶ εἷς ἐστιν ὁ Χριστός, θεὸς καὶ ἄνθρωπος, ὁ αὐτὸς ὁμοούσιος τῷ πατρὶ κατὰ τὴν θεότητα καὶ ὁμοούσιος ἡμῖν ὁ αὐτὸς κατὰ τὴν ἀνθρωπότητα. ἐπίσης γὰρ καὶ τοὺς ἀνὰ μέρος διαιροῦντας ἤ τοι τέμνοντας καὶ τοὺς συγχέοντας τὸ τῆς θείας οἰκονομίας μυστήριον τοῦ Χριστοῦ ἀποστρέφεται καὶ ἀναθεματίζει ἡ τοῦ θεοῦ ἐκκλησία.

9. Εἴ τις προσκυνεῖσθαι ἐν δυσὶ φύσεσι λέγει τὸν Χριστόν, ἐξ οὗ δύο προσκυνήσεις εἰσάγονται, ἰδίᾳ τῷ θεῷ Λόγῳ καὶ ἰδίᾳ τῷ ἀνθρώπῳ, ἢ εἴ τις ἐπὶ ἀναιρέσει τῆς σαρκὸς ἢ ἐπὶ συγχύσει τῆς θεότητος καὶ τῆς ἀνθρωπό­τητος ἢ μίαν φύσιν ἤγουν οὐσίαν τῶν συνελθόντων τερατευόμενος οὕτω προσκυνεῖ τὸν Χριστόν, ἀλλ᾿ οὐχὶ μιᾷ προσκυνήσει τὸν θεὸν Λόγον σαρκω­θέντα μετὰ τῆς ἰδίας αὐτοῦ σαρκὸς προσκυνεῖ, καθά περ ἡ τοῦ θεοῦ ἐκ­κλησία παρέλαβεν ἐξ ἀρχῆς, ὁ τοιοῦτος ἀνάθεμα ἔστω.

10. Εἴ τις οὐχ ὁμολογεῖ τὸν ἐσταυρωμένον σαρκὶ Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν θεὸν εἶναι ἀληθινὸν καὶ Κύριον τῆς δόξης καὶ ἕνα τῆς ἁγίας τριά­δος, ὁ τοιοῦτος ἀνάθεμα ἔστω.

11. Εἴ τις μὴ ἀναθεματίζει Ἄρειον Εὐνόμιον Μακεδόνιον Ἀπολινάριον Νεστόριον Εὐτυχέα καὶ ᾿Ωριγένη μετὰ τῶν ἀσεβῶν αὐτῶν συγγραμμάτων καὶ τοὺς ἄλλους πάντας αἱρετικοὺς τοὺς κατακριθέντας καὶ ἀναθεματι­σθέντας ὑπὸ τῆς ἁγίας καθολικῆς καὶ ἀποστολικῆς ἐκκλησίας καὶ τῶν προειρημένων ἁγίων τεσσάρων συνόδων, καὶ τοὺς τὰ ὅμοια τῶν προειρη­μένων αἱρετικῶν φρονήσαντας ἢ φρονοῦντας καὶ μέχρι τέλους τῇ οἰκείᾳ ἀσεβείᾳ ἐμμείναντας, ὁ τοιοῦτος ἀνάθεμα ἔστω.

12. Εἴ τις ἀντιποιεῖται Θεοδώρου τοῦ ἀσεβοῦς τοῦ Μοψουεστίας τοῦ εἰπόντος ἄλλον εἶναι τὸν θεὸν Λόγον καὶ ἄλλον τὸν Χριστόν, ὑπὸ παθῶν ψυχῆς καὶ τῶν τῆς σαρκὸς ἐπιθυμιῶν ἐνοχλούμενον καὶ τῶν χειρόνων κατὰ μικρὸν χωριζόμενον καὶ οὕτως ἐκ προκοπῆς ἔργων βελτιωθέντα καὶ ἐκ πολιτείας ἄμωμον καταστάντα, ὡς ψιλὸν ἄνθρωπον βαπτισθῆναι εἰς <τὸ> ὄνομα πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος καὶ διὰ τοῦ βαπτίσματος τὴν χάριν τοῦ ἁγίου πνεύματος λαβεῖν καὶ υἱοθεσίας ἀξιωθῆναι, καὶ κατ' ἰσότητα βασιλικῆς εἰκόνος εἰς πρόσωπον τοῦ θεοῦ Λόγου προσκυνεῖσθαι καὶ μετὰ τὴν ἀνάστασιν ἄτρεπτον ταῖς ἐννοίαις καὶ ἀναμάρτητον παντελῶς γενέ­σθαι· –καὶ πάλιν εἰρηκότος τοῦ αὐτοῦ ἀσεβοῦς Θεοδώρου τὴν ἕνωσιν τοῦ θεοῦ Λόγου πρὸς τὸν Χριστὸν τοιαύτην γεγενῆσθαι οἵαν <εἶπεν> ὁ ἀπόστο­λος ἐπὶ ἀνδρὸς καὶ γυναικὸς «ἔσονται οἱ δύο εἰς σάρκα μίαν»· καὶ πρὸς ταῖς ἄλλαις ἀναριθμήτοις αὐτοῦ βλασφημίαις τολμήσαντος εἰπεῖν ὅτι μετὰ τὴν ἀνάστασιν ἐμφυσήσας ὁ Κύριος τοῖς μαθηταῖς καὶ εἰπὼν «Λάβετε πνεῦμα ἅγιον» οὐ δέδωκεν αὐτοῖς πνεῦμα ἅγιον, ἀλλὰ σχήματι μόνον ἐνε­φύσησεν· οὗτος δὲ καὶ τὴν ὁμολογίαν Θωμᾶ τὴν ἐπὶ τῇ ψηλαφήσει τῶν χειρῶν καὶ τῆς πλευρᾶς τοῦ Κυρίου μετὰ τὴν ἀνάστασιν τὸ «ὁ Κύριός μου καὶ ὁ θεός μου» εἶπε μὴ εἰρῆσθαι περὶ τοῦ Χριστοῦ παρὰ τοῦ Θωμᾶ, ἀλλ' ἐπὶ τῷ παραδόξῳ τῆς ἀνα­στάσεως ἐκ­πλαγέντα τὸν Θωμᾶν ὑμνῆσαι τὸν θεὸν τὸν ἐγείραντα τὸν Χριστόν· τὸ δὲ χεῖρον, καὶ ἐν τῇ τῶν Πράξεων τῶν ἀποστόλων γενομένῃ παρ' αὐτοῦ δῆθεν ἑρμηνείᾳ συγκρίνων ὁ αὐτὸς Θεό­δωρος τὸν Χριστὸν Πλάτωνι καὶ Μανιχαίῳ καὶ Ἐπικούρῳ καὶ Μαρκίωνι λέγει ὅτι, ὥς περ ἐκείνων ἕκαστος εὑράμενος οἰκεῖον δόγμα τοὺς αὐτῷ μαθητεύσαντας πεποίηκε καλεῖσθαι πλατωνικοὺς καὶ μανιχαίους καὶ ἐπι­κουρείους καὶ μαρκιωνιστάς, τὸν ὅμοιον τρόπον καὶ τοῦ Χριστοῦ εὑρα­μένου δόγμα ἐξ αὐτοῦ τοὺς χριστιανοὺς καλεῖσθαι·– εἴ τις τοίνυν ἀντι­ποιεῖται τοῦ εἰρημένου ἀσεβεστάτου Θεοδώρου καὶ τῶν ἀσε­βῶν αὐτοῦ συγγραμμάτων, ἐν οἷς τάς τε εἰρημένας καὶ ἄλλας ἀναριθ­μήτους βλασφη­μίας ἐξέχεε κατὰ τοῦ μεγάλου θεοῦ καὶ σωτῆρος ἡμῶν ᾿Ιη­σοῦ Χριστοῦ, ἀλλὰ μὴ ἀναθεματίζει αὐτὸν καὶ τὰ ἀσεβῆ αὐτοῦ συγγράμ­ματα, καὶ πάντας τοὺς δεχομένους ἢ καὶ ἐκδικοῦντας αὐτὸν ἢ λέγοντας ὀρθοδόξως αὐτὸν ἐκθέσθαι, καὶ τοὺς γράψαντας ὑπὲρ αὐτοῦ καὶ τῶν ἀσεβῶν αὐτοῦ συγγραμμάτων, καὶ τοὺς τὰ ὅμοια αὐτῷ φρονοῦντας ἢ φρονήσαντας πώπο­τε, καὶ μέχρι τέλους ἐμμείναντας ἢ ἐμμένοντας τῇ τοιαύτῃ ἀσεβείᾳ, ὁ τοι­οῦτος ἀνάθεμα ἔστω.

13. Εἴ τις ἀντιποιεῖται τῶν συγγραμμάτων Θεοδωρήτου τῶν κατὰ τῆς ἀληθοῦς Πίστεως καὶ τῆς ἐν Ἐφέσῳ πρώτης [καὶ] ἁγίας συνόδου καὶ τοῦ ἐν ἁγίοις Κυρίλλου καὶ τῶν δώδεκα αὐτοῦ κεφαλαίων καὶ πάντων ὧν συνεγράψατο ὑπὲρ Θεοδώρου καὶ Νεστορίου τῶν δυσσεβῶν, καὶ ὑπὲρ ἄλλων τῶν τὰ αὐτὰ τοῖς προειρημένοις Θεοδώρῳ καὶ Νεστορίῳ φρονούν­των καὶ δεχομένων αὐτοὺς καὶ τὴν αὐτῶν ἀσέβειαν, καὶ δι᾿ αὐτῶν ἀσεβεῖς καλεῖ τοὺς τῆς ἐκκλησίας διδασκάλους τοὺς καθ' ὑπόστασιν τὴν ἕνωσιν τοῦ θεοῦ Λόγου <πρὸς τὴν σάρκα> φρονοῦντας καὶ ὁμολογοῦντας, καὶ εἴ περ οὐκ ἀναθεματίζει τὰ εἰρημένα ἀσεβῆ συγγράμματα, καὶ τοὺς τὰ ὅμοια τούτοις φρονήσαντας ἢ φρονοῦντας καὶ πάντας δὲ τοὺς γράψαντας κατὰ τῆς ὀρθῆς πίστεως ἢ τοῦ ἐν ἁγίοις Κυρίλλου καὶ τῶν δώδεκα αὐτοῦ κεφαλαίων καὶ ἐν τῇ τοιαύτῃ ἀσεβείᾳ τελευτήσαντας, ὁ τοιοῦτος ἀνάθεμα ἔστω.

14. Εἴ τις ἀντιποιεῖται τῆς ἐπιστολῆς τῆς λεγομένης παρὰ Ἴβα γεγρά­φθαι πρὸς Μάρην τὸν Πέρσην, τῆς ἀρνουμένης μὲν τὸν θεὸν Λόγον ἐκ τῆς ἁγίας θεοτόκου καὶ ἀειπαρθένου Μαρίας σαρκωθέντα ἄνθρωπον γεγενῆ­σθαι, λεγούσης δὲ ψιλὸν ἄνθρωπον ἐξ αὐτῆς γεννηθῆναι, ὃν ναὸν ἀποκαλεῖ, ὡς ἄλλον εἶναι τὸν θεὸν Λόγον καὶ ἄλλον τὸν ἄνθρωπον, καὶ τὸν ἐν ἁγίοις Κύριλλον τὴν ὀρθὴν τῶν χριστιανῶν πίστιν κηρύξαντα διαβαλλούσης ὡς αἱρετικὸν καὶ ὁμοίως ᾿Απολιναρίῳ τῷ δυσσεβεῖ γράψαντα, καὶ μεμφομένης τὴν ἐν Ἐφέσῳ πρώτην ἁγίαν σύνοδον ὡς χωρὶς κρίσεως καὶ ζητήσεως Νε­στόριον καθελοῦσαν, –καὶ τὰ δώδεκα κεφάλαια τοῦ ἐν ἁγίοις Κυρίλλου ἀσεβῆ καὶ ἐναντία τῇ ὀρθῇ πίστει ἀποκαλεῖ ἡ αὐτὴ ἀσεβὴς ἐπιστολὴ καὶ ἐκδικεῖ Θεόδωρον καὶ Νεστόριον καὶ τὰ ἀσεβῆ αὐτῶν δόγματα καὶ συγ­γράμματα–, εἴ τις τοίνυν τῆς εἰρημένης ἀσεβοῦς ἐπιστολῆς ἀντιποιεῖται καὶ μὴ ἀναθεματίζει αὐτὴν καὶ τοὺς ἀντιποιουμένους αὐτῆς καὶ λέγοντας αὐτὴν ὀρθὴν εἶναι ἢ μέρος αὐτῆς καὶ γράψαντας καὶ γράφοντας ὑπὲρ αὐτῆς ἢ τῶν περιεχομένων αὐτῇ ἀσεβειῶν καὶ τολμῶντας ταύτην ἐκδικεῖν ἢ τὰς περιεχομένας αὐτῇ ἀσεβείας ὀνόματι τῶν ἁγίων πατέρων ἢ τῆς ἁγί­ας ἐν Χαλκηδόνι συνόδου καὶ τούτοις μέχρι τέλους ἐμμείναντας, ὁ τοιοῦτος ἀνάθεμα ἔστω.

Τούτων τοίνυν οὕτως ὁμολογηθέντων, ἃ καὶ παρελάβομεν ἐκ τῆς θείας Γραφῆς καὶ τῆς τῶν ἁγίων πατέρων διδασκαλίας καὶ τῶν ὁρισθέντων περὶ τῆς μιᾶς καὶ τῆς αὐτῆς πίστεως παρὰ τῶν προειρημένων ἁγίων τεσσάρων συνόδων, γενομένης δὲ καὶ παρ᾿ ἡμῶν τῆς ἐπὶ τοῖς αἱρετικοῖς καὶ τῆς τού­των ἀσεβείας πρός γε καὶ τῆς τῶν ἐκδικησάντων ἢ ἐκδικούντων τὰ εἰρημένα «τρία κεφάλαια» καὶ ἐναπομεινάντων ἢ ἀπομενόντων τῇ οἰκείᾳ πλάνῃ κατακρίσεως, εἴ τις ἐπιχειρήσοι ἐναντία τοῖς παρ᾿ ἡμῶν εὐσεβῶς εὐσεβῶς διατυπωθεῖσι παραδοῦναι ἢ διδάξαι ἢ γράψαι, εἰ μὲν ἐπίσκοπος εἴη ἢ ἐν κλήρῳ ἀναφερόμενος, ὁ τοιοῦτος ἀλλότρια ἱερέων καὶ τῆς ἐκκλησι­αστικῆς καταστάσεως πράττων γυμνωθήσεται τῆς ἐπισκοπῆς ἢ τοῦ κλήρου· εἰ δὲ μοναχὸς ἢ λαϊκὸς ἀναθεματισθήσεται.