ΕΠΙΛΟΓΕΣ
7. Χριστιανικοὶ τομεῖς Μνημεῖα πίστεως (συνοδικὰ καὶ ἄλλα ἐπίσημα κείμενα) ΕΓΚΡΙΣΙΣ ΤΟΥ ΟΡΟΥ τῆς ζ΄ οἰκουμενικῆς συνόδου

 

ΕΓΚΡΙΣΙΣ ΤΟΥ ΔΟΓΜΑΤΙΚΟΥ ΟΡΟΥ

παρὰ τῆς ἑβδόμης οἰκουμενικῆς συνόδου

 

᾿Απόσπασμα ἐκ τῶν πρακτικῶν τῆς 7ης καὶ 8ης συνεδρίας

 

Καὶ μετὰ τὴν ἀνάγνωσιν ἐπύθοντο οἱ βασιλεῖς ταῦτα· Λεγέτω ἡ ἁγία καὶ οἰκουμενικὴ σύνοδος εἰ κατὰ συναίνεσιν πάντων ὑμῶν ἐξεφωνήθη ὁ ἀναγνωσθεὶς ὅρος. οἱ δὲ ἐξεβόησαν·

Οὕτω πιστεύομεν· πάντες οὕτω φρονοῦμεν· πάντες συναινέσαντες ὑπε­γράψαμεν· αὕτη ἡ πίστις τῶν ἀποστόλων, αὕτη ἡ πίστις τῶν πατέρων, αὕτη ἡ πίστις τῶν ὀρθοδόξων, αὕτη ἡ πίστις τὴν οἰκουμένην ἐστήριξε.

Πιστεύοντες εἰς ἕνα θεὸν ἐν τριάδι ἀνυμνούμενον τὰς τιμίας εἰκόνας αὐτοῦ ἀσπαζόμεθα. οἱ μὴ οὕτως ἔχοντες ἀνάθεμα ἔστωσαν, οἱ μὴ οὕτω φρονοῦντες ἐκ τῆς ἐκκλησίας ἐκδιωχθήτωσαν.

῾Ημεῖς τῇ ἀρχαίᾳ θεσμοθεσίᾳ τῆς καθολικῆς ἐκκλησίας ἐπακολου­θοῦ­μεν· ἡμεῖς τοὺς προστιθέντας τι ἢ ἀφαιροῦντας ἐκ τῆς καθολικῆς ἐκκλησίας ἀναθεματίζομεν.

῾Ημεῖς τὴν ἐπείσακτον καινοτομίαν τῶν χριστιανοκατη­γόρων ἀναθεμα­τί­ζομεν.

῾Ημεῖς τὰς σεπτὰς εἰκόνας ἀποδεχόμεθα.

῾Ημεῖς τοὺς μὴ οὕτως ἔχοντας τῷ ἀναθέματι καθυποβάλ­λομεν.

Τοῖς ἐκλαμβάνουσι τὰς παρὰ τῆς θείας Γραφῆς ῥήσεις τὰς κατὰ τῶν εἰδώλων εἰς τὰς σεπτὰς εἰκόνας, ἀνάθεμα.

Τῷ μὴ ἀσπαζομένῳ τὰς ἁγίας εἰκόνας, ἀνάθεμα.

Τοῖς ἀποκαλοῦσι τὰς ἱερὰς εἰκόνας εἴδωλα, ἀνάθεμα.

Τοῖς λέγουσιν ὅτι ὡς θεοῖς οἱ χριστιανοὶ ταῖς εἰκόσι προσέρχονται, ἀνάθεμα.

Τοῖς λέγουσιν ὅτι πλὴν Χριστοῦ τοῦ θεοῦ ἡμῶν ἄλλος ἐρρύσατο ἡμᾶς ἐκ τῶν εἰδώλων, ἀνάθεμα.

Τοῖς τολμῶσι λέγειν τὴν καθολικὴν ἐκκλησίαν εἴδωλά ποτε δεδέχθαι, ἀνάθεμα.

῞Ολοις τοῖς αἱρετικοῖς, ἀνάθεμα.

Τῷ φρυαξαμένῳ συνεδρίῳ κατὰ τῶν σεπτῶν εἰκόνων, ἀνάθεμα.

Τῷ δεχομένῳ τὰ δυσσεβῆ τῆς αἱρέσεως αὐτῶν συγγράμματα, ἀνάθεμα.

Θεοδοσίῳ τῷ ψευδωνύμῳ ἐπισκόπῳ ᾿Εφέσου, ἀνάθεμα· Σισιννίῳ τῷ ἐπίκλην Παστιλλᾷ, ἀνάθεμα· Βασιλείῳ τῷ κακεμφάτῳ τῷ τρικακκάβῳ, ἀνάθεμα· ἡ τριὰς τῶν τριῶν τὰ δόγματα καθεῖλεν.

᾿Αναστασίῳ, Κωνσταντίνῳ καὶ Νικήτᾳ τοῖς κατὰ διαδοχὴν τῷ θρόνῳ Κωνσταντινουπόλεως προεδρεύσασιν, ὡς νέῳ ᾿Αρείῳ, Νεστορίῳ καὶ Διοσ­κόρῳ, ἀνάθεμα. ᾿Ιωάννῃ Νικομηδείας καὶ Κωνσταντίνῳ Νακωλείας τοῖς αἱρεσιάρχαις, ἀνάθεμα. ἐξουδένωσαν τὴν εἰκόνα τοῦ Κυρίου καὶ τῶν ἁγί­ων αὐτοῦ, ἐξουδένωσεν αὐτοὺς ὁ Κύριος.

Εἴ τις Χριστὸν τὸν θεὸν ἡμῶν περιγραπτὸν οὐχ ὁμολογεῖ κατὰ τὸ ἀνθρώπινον, ἀνάθεμα ἔστω.

Εἴ τις τὰς εὐαγγελικὰς ἐξηγήσεις τὰς στηλογραφικῶς γινομένας οὐ προσίεται, ἀνάθεμα ἔστω· εἴ τις οὐκ ἀσπάζεται ταύτας εἰς ὄνομα τοὺ Κυρίου οὔσας καὶ τῶν ἁγίων αὐτοῦ, ἀνάθεμα ἔστω.

Εἴ τις πᾶσαν παράδοσιν ἐκκλησιαστικὴν ἔγγραφον ἢ ἄγραφον ἀθετεῖ, ἀνάθεμα ἔστω.