ΕΠΙΛΟΓΕΣ
7. Χριστιανικοὶ τομεῖς Μνημεῖα πίστεως (συνοδικὰ καὶ ἄλλα ἐπίσημα κείμενα) ΔΙΑΚΗΡΥΞΙΣ τῆς ἐν Σαρδικῇ συνόδου

 

ΔΙΑΚΗΡΥΞΙΣ

τῆς ἐν Σαρδικῇ συνόδου

 

᾿Απόσπασμα ἐκ τοῦ συνοδικοῦ αὐτῆς

 

[1] Ἀποκηρύττομεν δὲ ἐκείνους καὶ ἐξορίζομεν τῆς καθολικῆς ἐκκλη­σίας, τοὺς διαβεβαιουμένους ὅτι «θεός ἐστιν ὁ Χριστὸς δηλονότι, ἀλλὰ μὴν ἀληθινὸς Θεὸς οὐκ ἔστιν»· ὅτι «υἱός ἐστι, ἀλλὰ ἀληθινὸς υἱὸς οὐκ ἔστιν»· ὅτι «γεννητός ἐστιν ἅμα καὶ ἀγέννητος». οὕτως ἑαυτοὺς νοεῖν τὸν γεγεν­νημένον ὁμολογοῦσιν, ὅτι οὕτως εἶπον· «Τὸ γεγεννημένον ἐστί»· καὶ ὅτι τοῦ Χριστοῦ πρὸ αἰώνων ὄντος, διδόασιν αὐτῷ ἀρχὴν καὶ τέλος, ὅς περ οὐκ ἐν καιρῷ ἀλλὰ πρὸ παντὸς χρόνου γένεσιν ἔχει. καὶ ὑπόγυιον δὲ δύο ἔχεις <οἳ> ἀπὸ τῆς ἀσπίδος τῆς ἀρειανῆς ἐγεννήθησαν, Οὐάλης καὶ Οὐρσάκιος, οἵ τινες καυχῶνται καὶ οὐκ ἀμφιβάλ­λουσι λέγοντες ἑαυτοὺς χριστιανοὺς εἶναι, καὶ ὅτι ὁ Λόγος <...> καὶ ὅτι τὸ πνεῦμα καὶ ἐσταυρώθη καὶ ἐσφάγη καὶ ἀπέθανεν καὶ ἀνέστη· καὶ ὅτι περ τὸ τῶν αἱρετικῶν σύστημα φιλονει­κεῖ, διαφόρους εἶναι τὰς ὑποστάσεις τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος καὶ εἶναι κεχωρισμένας.

[2] ῾Ημεῖς δὲ ταύτην παρειλήφαμεν καὶ δεδιδάγμεθα, καὶ ταύτην ἔχο­μεν τὴν καθολικὴν παράδοσιν καὶ πίστιν καὶ ὁμολογίαν, μίαν εἶναι ὑπόστα­σιν, ἣν αὐτοὶ οἱ αἱρετικοὶ οὐσίαν προσαγορεύουσι, τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος. καὶ εἰ ζητοῖεν τίς τοῦ υἱοῦ ἡ ὑπόστασίς ἐστιν, ὁμολογοῦμεν ὡς αὕτη ἦν ἡ μόνη τοῦ πατρὸς ὁμολογουμένη· μηδέπο­τε πατέρα χωρὶς υἱοῦ μηδὲ υἱὸν χωρὶς πατρὸς γεγενῆσθαι, μηδὲ εἶναι δύνασθαι, ὅ ἐστι Λόγος πνεῦμα οὐκ ἔχων. ἀτοπώτατον γάρ ἐστι λέγειν ποτὲ πατέρα γεγενῆσθαι χωρὶς υἱοῦ, μήτε ὀνομάζεσθαι μήτε εἶναι δύνα­σθαι· ἔστιν αὐτοῦ τοῦ υἱοῦ μαρτυρία· «Ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί»· καὶ «Ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν».

[3] Οὐδεὶς ἡμῶν ἀρνεῖται τὸν γεγεννημένον, ἀλλὰ γεγεννημένον πρὸ πάντων ἅ περ ἀόρατα καὶ ὁρατὰ προσαγορεύεται, ποιητὴν καὶ τεχνίτην καὶ ἀρχαγγέλων καὶ ἀγγέλων, καὶ κόσμου καὶ ἀνθρωπίνου γένους, ὅτι φησίν· «Ἡ πάντων τεχνῖτις ἐδίδαξέ με σοφία»· καὶ «Πάντα δι’ αὐτοῦ ἐγένετο»· οὐ πάντοτε γὰρ εἶναι ἠδύνατο, εἰ ἀρχὴν ἔλαβεν, ὅτι ὁ πάντοτε ὢν ἀρχὴν οὐκ ἔχει Λόγος· Θεὸς δὲ οὐδέποτε ὑπομένει τέλος. [4] οὐ λέγομεν τὸν πατέρα υἱὸν εἶναι, οὐδὲ πάλιν τὸν υἱὸν πατέρα εἶναι· ἀλλ’ ὁ πατὴρ πατήρ ἐστι, καὶ ὁ υἱὸς πατρὸς υἱός. ὁμολογοῦ­μεν δύναμιν εἶναι τοῦ πατρὸς τὸν υἱόν. ὁμολογοῦμεν τὸν Λόγον θεοῦ πατρὸς εἶναι, παρ’ ὃν ἕτε­ρος οὐκ ἔστιν· καὶ τὸν Λόγον ἀληθῆ θεὸν καὶ σοφίαν καὶ δύναμιν. ἀληθῆ δὲ υἱὸν παραδιδόαμεν, ἀλλ’ οὐχ ὥς περ οἱ λοι­ποὶ υἱοὶ προσαγο­ρεύονται τὸν υἱὸν λέγομεν· ὅτι ἐκεῖνοι ἢ διὰ τοῦτον θεοὶ εἶεν τοῦ ἀναγεννᾶσθαι χάριν ἢ διὰ τὸ καταξιωθῆναι υἱοὶ προσαγορεύονται, οὐ διὰ τὴν μίαν ὑπό­στασιν, ἥ τις ἐστὶ τοῦ πατρὸς καὶ τοῦ υἱοῦ. [5] ὁμολογοῦμεν μονογενῆ καὶ πρωτότοκον, ἀλλὰ μονογενῆ τὸν Λόγον, ὃς πάντοτε ἦν καὶ ἔστιν ἐν τῷ πατρί· τὸ «πρωτότοκος» δὲ τῷ ἀνθρώπῳ· διαφέρει δὲ τῇ κοινῇ κτίσει, ὅτι καὶ πρωτότοκος ἐκ τῶν νεκρῶν. ὁμολογοῦμεν εἶναι Θεόν· ὁμολο­γοῦμεν μίαν πατρὸς καὶ υἱοῦ θεότητα. οὐδέ τις ἀρνεῖταί ποτε τὸν πατέρα τοῦ υἱοῦ μείζονα, οὐ δι’ ἄλλην ὑπόστασιν, οὐδὲ διὰ τὴν διαφοράν, ἀλλ’ ὅτι αὐτὸ τὸ ὄνομα τοῦ πατρὸς μεῖζόν ἐστι τοῦ υἱοῦ.

[6] Αὕτη δὲ αὐτῶν ἡ βλάσφημος καὶ διεφθαρμένη ἑρμηνεία· τούτου ἕνεκα εἰρηκέναι αὐτὸν φιλονεικοῦσιν «Ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν», διὰ τὴν συμφωνίαν καὶ τὴν ὁμόνοιαν. κατέγνωμεν δὲ πάντες οἱ καθολικοὶ τῆς μωρᾶς καὶ οἰκτρᾶς αὐτῶν διανοίας. καὶ ὥς περ γὰρ οἱ ἄνθρωποι θνητοί, ἐπειδὴ διαφέρεσθαι ἤρξαντο, προσκεκρουκότες διχονοοῦσι καὶ εἰς διαλλα­γὴν ἐπάνεισιν, οὕτω διάστασις καὶ διχόνοια μεταξὺ πατρὸς θεοῦ παντο­κράτορος καὶ τοῦ υἱοῦ εἶναι δύναται λέγουσιν, ὅ περ ἀτοπώτατον καὶ ὑπονοῆσαι καὶ ὑπολαβεῖν. [7] ἡμεῖς δὲ καὶ πιστεύομεν καὶ διαβεβαιούμεθα καὶ οὕτω νοοῦμεν, ὅτι ἡ ἱερὰ φωνὴ ἐλάλησεν «Ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν» καὶ διὰ τὴν τῆς ὑποστάσεως ἑνότητα, ἥ τις ἐστὶ μία τοῦ πατρὸς καὶ μία τοῦ υἱοῦ. καὶ τοῦτο δὲ πιστεύομεν, πάντοτε ἀνάρχως καὶ ἀτελευτήτως τοῦτον μετὰ τοῦ πατρὸς βασιλεύειν, καὶ μὴ ἔχειν μήτε χρόνον διορίζοντα μήτε ἐκλείπειν αὐτοῦ τὴν βασιλείαν· ὅτι ὃ πάντοτέ ἐστιν, οὐδέποτε τοῦ εἶναι ἤρξατο οὐδὲ ἐκλείπειν δύναται.

[8] Πιστεύομεν δὲ καὶ παραλαμβάνομεν τὸν παράκλητον, τὸ ἅγιον πνεῦ­μα, ὅ περ ἡμῖν αὐτὸς ὁ Κύριος καὶ ἐπηγγείλατο καὶ ἔπεμψε, καὶ τοῦτο πιστεύομεν πεμφθέν. καὶ τοῦτο οὐ πέπονθεν, ἀλλ’ ὁ ἄνθρωπος ὃν <ὁ υἱὸς> ἐνεδύσατο, ὃν ἀνέλαβεν ἐκ Μαρίας τῆς παρθένου, τὸν ἄνθρωπον τὸν παθεῖν δυνάμενον, ὅτι ἄνθρωπος θνητός, θεὸς δὲ ἀθάνατος.

[9] Πιστεύομεν ὅτι τῇ τρίτῃ ἡμέρᾳ ἀνέστη οὐχ ὁ θεὸς ἐν τῷ ἀνθρώπῳ, ἀλλ’ ὁ ἄνθρωπος ἐν τῷ θεῳ ἀνέστη, ὅν τινα καὶ προσήνεγκε τῷ πατρὶ ἑαυ­τοῦ δῶρον, ὃν ἠλευθέρωσεν ἐκ της ἀμαρτίας καὶ τῆς φθορᾶς. πιστεύο­μεν δὲ ὅτι εὐθέτῳ καιρῷ καὶ ὡρισμένῳ πάντας καὶ περὶ πάντων αὐτὸς κρινεῖ.

[10] Τοσαύτη δὲ αὐτῶν ἐστιν ἡ ἄνοια καὶ οὕτω παχεῖ σκότει ἡ διάνοια αὐτῶν ἐκτετύφλωται, ἵνα μὴ δυνηθῶσιν ἰδεῖν τὸ φῶς τῆς ἀληθείας. οὐ συνιᾶσιν ᾧ λόγῳ εἴρηται «Ἵνα καὶ αὐτοὶ ἐν ἡμῖν ἓν ὦσι». σαφές ἐστι διὰ τί ἕν· ὅτι οἱ ἀπόστολοι πνεῦμα ἅγιον τοῦ θεοῦ ἔλαβον, ἀλλ’ ὅμως αὐτοὶ οὐκ ἦσαν πνεῦμα, οὐδέ τις αὐτῶν ἢ Λόγος ἢ σοφία ἢ δύναμις ἦν, οὐδὲ μονογενὴς ἦν. «Ὥς περ ἐγώ, φησί, καὶ σὺ ἕν ἐσμεν, οὕτω καὶ αὐτοὶ ἐν ἡμῖν ἓν ὦσιν». ἀλλὰ καὶ ἀκριβῶς διέστειλε ἡ θεία φωνή· «ἐν ἡμῖν ἓν ὦσι», φησίν. οὐκ εἶπεν «ὥς περ ἡμεῖς ἕν ἐσμεν, ἐγὼ καὶ ὁ πατήρ», ἀλλ’ ἵνα οἱ μαθηταὶ ἐν αὐτοῖς σύζυγοι καὶ ἡνωμένοι ἕν ὦσι τῇ πίστει καὶ ὁμολογίᾳ, καὶ ἐν τῇ χάριτι καὶ τῇ εὐσεβείᾳ τῇ τοῦ θεοῦ πατρὸς καὶ τῇ τοῦ Κυρίου καὶ σωτῆρος ἡμῶν συγχωρήσει καὶ ἀγάπῃ ἓν εἶναι δυνηθῶσιν.