ΕΠΙΛΟΓΕΣ
7. Χριστιανικοὶ τομεῖς Μνημεῖα πίστεως (συνοδικὰ καὶ ἄλλα ἐπίσημα κείμενα) Διδασκαλία ᾿Αλεξάνδρου ἐπισκόπου ᾿Αλεξανδρείας

 

Διδασκαλία ᾿Αλεξάνδρου

ἐπισκόπου ᾿Αλεξανδρείας

 

᾿Εκ τῆς ἐπιστολῆς αὐτοῦ πρὸς Ἀλέ­ξανδρον ἐπίσκοπον Κωνσταντι­νου­πόλεως.

 

[...]

Δι᾿ ἃ δὴ καὶ οὐδὲν μελλήσας, ἀγαπητοί, δηλῶσαι ὑμῖν τὴν τῶν τοιού­των ἀπιστίαν ἐμαυτὸν διανέστησα, λεγόντων ὅτι ἦν ποτε ὅτε οὐκ ἦν ὁ υἱὸς τοῦ θεοῦ, καὶ γέγονεν ὕστερον ὁ πρότερον μὴ ὑπάρχων, τοιοῦτος γενόμε­νος ὅτε καί ποτε γέγονεν, οἷος καὶ πᾶς πέφυκεν ἄνθρωπος. «πάντα γάρ», φασίν, «ὁ θεὸς ἐξ οὐκ ὄντων ἐποίησε», συναναλαμβάνοντες τῇ τῶν ἁπάν­των λογικῶν τε καὶ ἀλόγων κτίσει καὶ τὸν υἱὸν τοῦ θεοῦ. οἷς ἀκολούθως καί φασιν αὐτὸν τρεπτῆς εἶναι φύσεως, ἀρετῆς τε καὶ κακίας ἐπιδεκτικόν, καὶ τῇ ἐξ οὐκ ὄντων ὑποθέσει καὶ τὰς θείας τοῦ εἶναι αὐτὸν ἀεὶ συναναι­ροῦντες γραφάς, αἳ τὸ ἄτρεπτον τοῦ Λόγου καὶ τὴν θεότητα τῆς σο­φίας τοῦ Λόγου σημαίνουσιν, ἅ ἐστιν ὁ Χριστός. «δυνάμεθα γοῦν καὶ ἡμεῖς», φασὶν οἱ ἀλάστορες, «υἱοὶ γενέσθαι θεοῦ, ὥς περ κἀκεῖνος· γέγρα­πται γάρ· υἱοὺς ἐγέννησα καὶ ὕψωσα». ἐπιφερομένου δὲ αὐτοῖς τοῦ λέγοντος ἑξῆς ῥητοῦ «αὐτοὶ δέ με ἠθέτησαν», ὅ περ οὐ φυσικόν ἐστι τῷ σωτῆρι ὄντι φύσεως ἀτρέπτου, πάσης εὐλαβείας ἑαυτοὺς ἐρημώσαντες, τοῦτό φασι προγνώσει καὶ προθεωρίᾳ περὶ αὐτοῦ εἰδότα τὸν θεὸν ὅτι οὐκ ἀθετήσει ἐξειλέχθαι αὐτὸν ἀπὸ πάντων. οὐ γὰρ φύσει καὶ κατ᾿ ἐξαίρετον τῶν ἄλλων υἱῶν ἔχοντά τι –οὔτε γὰρ φύσει υἱός τίς ἐστι τοῦ θεοῦ, φασίν, οὔτε τινὰ ἔχων ἰδιότητα πρὸς αὐτόν–, ἀλλὰ καὶ αὐτὸν τρεπτῆς τυγχάνον­τα φύσεως, διὰ τρόπων ἐπιμέλειαν καὶ ἄσκησιν μὴ τρεπόμενον ἐπὶ τὸ χεῖ­ρον, ἐξελέξατο· ὡς εἰ καὶ Παῦλος τοῦτο βιάσαιτο καὶ Πέτρος, μηδὲν δια­φέρειν τούτων τὴν ἐκείνου υἱότητα· εἰς παράστασιν δὲ τῆς φρενοβλαβοῦς ταύτης διδασκαλίας καὶ ταῖς Γραφαῖς ἐμπαροινοῦντες καὶ παρατιθέμενοι τὸ ἐν Ψαλμοῖς περὶ Χριστοῦ ῥητόν, τὸ οὕτως ἔχον· «Ἠγάπησας δικαιοσύ­νην καὶ ἐμίσησας ἀδικίαν· διὰ τοῦτο ἔχρισέ σε ὁ θεός, ὁ θεός σου, ἔλαιον ἀγαλ­λιάσεως παρὰ τοὺς μετόχους σου».

Περὶ μὲν οὖν ὅτι ὁ υἱὸς τοῦ θεοῦ οὔτε ἐξ οὐκ ὄντων γεγένηται, οὔτε ἦν ποτε ὅτε οὐκ ἦν, αὐτάρκης παιδεῦσαι Ἰωάννης ὁ εὐαγγελιστὴς γράφων οὕτω περὶ αὐτοῦ· «῾Ο μονογενὴς υἱὸς ὁ ὢν εἰς τὸν κόλπον τοῦ πατρός»· προνοούμενος γὰρ ὁ θεῖος δεικνύναι διδάσκαλος ἀλλήλων ἀχώριστα πρά­γματα δύο, τὸν πατέρα καὶ τὸν υἱόν, ὄντα αὐτὸν ἐν τοῖς κόλποις τοῦ πατρὸς ὠνόμασεν. ἀλλὰ γὰρ καὶ ὅτι τοῖς ἐξ οὐκ ὄντων γενομένοις ὁ Λόγος τοῦ θεοῦ οὐ συναριθμεῖται, πάντα δι᾿ αὐτοῦ γεγονέναι φησὶν ὁ αὐτὸς Ἰωάννης· τὴν γὰρ ἰδιότροπον αὐτοῦ ὑπόστασιν ἐδήλωσεν εἰπών· «Ἐν ἀρχῇ ἦν ὁ Λόγος καὶ ὁ Λόγος ἦν πρὸς τὸν θεὸν καὶ θεὸς ἦν ὁ Λόγος. πάντα δι᾿ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν».  εἰ γὰρ πάντα δι᾿ αὐτοῦ ἐγένετο, πῶς ὁ τοῖς γενομένοις τὸ εἶναι χαρισάμενος αὐτός ποτε οὐκ ἦν; οὐ γάρ πως ὁ λόγος, τὸ ποιοῦν, τοῖς γενομένοις τῆς αὐτῆς εἶναι φύσεως διορίζεται· εἴ γε αὐτὸς μὲν ἦν ἐν ἀρχῇ πάντα δὲ δι᾿ αὐτοῦ ἐγένετο καὶ ἐξ οὐκ ὄντων ἐποίησεν· ἐναντίον γὰρ δοκεῖ τοῖς ἐξ οὐκ ὄντων γενο­μένοις τὸ ὂν καὶ ἀφεστηκὸς σφόδρα· τὸ μὲν γὰρ μεταξὺ πατρὸς καὶ υἱοῦ οὐδὲν δείκνυσιν εἶναι διάστημα, οὐδ᾿ ἄχρι τινὸς ἐννοίας τοῦτο φαντασιῶ­σαι τῆς ψυχῆς δυναμένης· τὸ δὲ ἐξ οὐκ ὄντων δημιουργεῖσθαι τὸν κόσμον νεωτέραν ἔχει τῆς ὑποστάσεως καὶ πρόσφατον τὴν γένεσιν, ὑπὸ τοῦ πατρὸς διὰ τοῦ υἱοῦ πάντων εἰληφότων τὴν τοιαύτην οὐσίωσιν.

Μακρὸν γοῦν θεωρήσας τοῦ θεοῦ Λόγου τὸ ἦν καὶ ὑπεραῖρον τῆς τῶν γενητῶν διανοίας ὁ εὐλαβέστατος Ἰωάννης γένεσιν αὐτοῦ καὶ ποίησιν ἀπηξίωσεν εἰπεῖν, οὐδὲ ταῖς ὁμοστοίχοις συλλαβαῖς τὸ ποιοῦν τοῖς γινο­μένοις ὀνομάσαι τολμήσας, οὐχ ὅτι ἀγέννητος ἦν (ἓν γὰρ ἀγέννητον ὁ πατήρ), ἀλλ᾿ ὅτι τῆς ἐξεσμένης τῶν εὐαγγελιστῶν, τάχα δὲ καὶ ἀγγέλων καταλήψεως ὑπερέκεινά ἐστιν ἡ τοῦ μονογενοῦς θεοῦ ἀνεκδιήγητος ὑπό­στασις. εἰς εὐσεβεῖς οὐκ οἶμαι λογιζομένους τοὺς μέχρι τούτων ἐπερωτᾶν τι τολμῶντας, διὰ τὸ ἀνήκοον τοῦ «χαλεπώτερά σου μὴ ζήτει, καὶ ὑψηλό­τερά σου μὴ ἐξέταζε». εἰ γὰρ ἑτέρων πολλῶν ἡ γνῶσις, καὶ τούτου ἀσυγ­κρίτως κολοβωτέρων, κέκρυπται τὴν ἀνθρωπίνην κατάληψιν –οἷά ἐστι παρὰ Παύλῳ· «Ἃ ὀφθαλμὸς οὐκ εἶδε καὶ οὖς οὐκ ἤκουσε καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ θεὸς τοῖς ἀγαπῶσιν αὐτόν», ἀλλὰ καὶ τὰ ἄστρα φησὶν ὁ θεὸς τῷ Ἀβραὰμ ἀριθμῆσαι μὴ δύνασθαι καὶ ἔτι «ἄμμον θαλασσῶν καὶ σταγόνας ὑετοῦ», φησί, «τίς ἐξαριθμήσει;»–, πῶς ἂν περιεργάσαιτό τις τὴν τοῦ θεοῦ Λόγου ὑπόστασιν, ἐκτὸς εἰ μὴ μελαγ­χολικῇ διαθέσει ληφθεὶς τυγχάνοι; περὶ ἧς τὸ προφητικὸν πνεῦμά φησι· «Τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται;» ἣν καὶ αὐτὸς ὁ σωτὴρ ἡμῶν εὐεργε­τῶν τοὺς πάντων τῶν ἐν τῷ κόσμῳ κίονας τὴν περὶ τούτου γνῶσιν αὐτῶν ἀποφορτίσασθαι ἐσπούδασε, πᾶσι μὲν οὖν αὐτοῖς ἀφύσικον εἶναι λέγων εἰς κατάληψιν, μόνῳ δὲ τῷ πατρὶ ἀνακεῖσθαι τὴν τοῦ θειοτάτου τούτου μυστηρίου εἴδησιν· «Οὐδεὶς γὰρ ἔγνω τίς ἐστιν ὁ υἱός» λέγων «εἰ μὴ ὁ πατήρ· καὶ τὸν πατέρα οὐδεὶς ἔγνωκεν εἰ μὴ ὁ υἱός»· περὶ οὗ καὶ τὸν πατέρα οἶμαι λέγειν «τὸ μυστήριόν μου ἐμοί».

Ὅτι δὲ μανιῶδες τὸ ἐξ οὐκ ὄντων τὸν υἱὸν γεγονέναι φρονεῖν χρονικὴν ἔχον τὴν πρόθεσιν αὐτόθεν δείκνυται τὸ ἐξ οὐκ ὄντων, κἂν ἀγνοῶσιν οἱ ἀνόητοι τὴν τῆς φωνῆς αὐτῶν μανίαν· ἢ γὰρ χρόνοις ἐμπολιτεύεσθαι δεῖ τὸ οὐκ ἦν ἢ αἰῶνός τινι διαστήματι. εἰ τοίνυν ἀληθὲς τὸ πάντα δι᾿ αὐτοῦ γεγονέναι, δῆλον ὅτι καὶ πᾶς αἰὼν καὶ χρόνος καὶ διαστήματα καὶ τὸ πο­τέ, ἐν οἷς τὸ οὐκ ἦν εὑρίσκεται, δι᾿ αὐτοῦ ἐγένετο. καὶ πῶς οὐκ ἀπίθανον τὸν καὶ χρόνους καὶ αἰῶνας καὶ καιρούς, ἐν οἷς τὸ οὐκ ἦν συμπέφυρται, ποιήσαντα, αὐτόν ποτε μὴ εἶναι λέγειν; ἀδιανόητον γὰρ καὶ πάσης ἀμαθίας ἀνάπλεων τὸν αἴτιον γενόμενόν τινος αὐτὸν μεταγενέστερον λέ­γειν τῆς ἐκείνου γενέσεως· προηγεῖται γὰρ κατ᾿ αὐτοὺς τῆς τὰ ὅλα δημι­ουργούσης τοῦ θεοῦ σοφίας ἐκεῖνο τὸ διάστημα, ἐν ᾧ φασι μὴ γεγενῆσθαι τὸν υἱὸν ὑπὸ τοῦ πατρός, ψευδομένης κατ᾿ αὐτοὺς καὶ τῆς πρωτότοκον αὐτὸν εἶναι πάσης κτίσεως ἀναγορευούσης γραφῆς. σύμφωνα γοῦν τούτοις βοᾷ καὶ ὁ μεγαλοφωνότατος Παῦλος φάσκων περὶ αὐτοῦ· «Ὃν ἔθηκε κληρονόμον πάντων, δι᾿ οὗ καὶ τοὺς αἰῶνας ἐποίησεν», ἀλλὰ καὶ «Ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα, τὰ ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς, τὰ ὁρατὰ καὶ τὰ ἀόρατα, εἴτε ἀρχαί, εἴτε ἐξουσίαι, εἴτε κυριότητες, εἴτε θρόνοι· πάντα δι᾿ αὐτοῦ καὶ εἰς αὐτὸν ἔκτισται, καὶ αὐτός ἐστι πρὸ πάντων».

Ἀσεβεστάτης οὖν φανείσης τῆς ἐξ οὐκ ὄντων ὑποθέσεως, ἀνάγκη τὸν πατέρα ἀεὶ εἶναι πατέρα· ἔστι δὲ πατὴρ ἀεὶ παρόντος τοῦ υἱοῦ, δι᾿ ὃν χρηματίζει πατήρ· ἀεὶ δὲ παρόντος αὐτῷ τοῦ υἱοῦ, ἀεί ἐστιν ὁ πατὴρ τέλειος, ἀνελλιπὴς τυγχάνων ἐν τῷ καλῷ, οὐ χρονικῶς οὐδὲ ἐκ διαστή­ματος οὐδὲ ἐξ οὐκ ὄντων γεννήσας τὸν μονογενῆ υἱόν. τί δέ; οὐκ ἀνόσιον τὸ λέγειν μὴ εἶναί ποτε τὴν σοφίαν τοῦ θεοῦ τὴν λέγουσαν· «Ἐγὼ ἤμην παρ᾿ αὐτῷ ἁρμόζουσα, ἐγὼ ἤμην ᾗ προσέχαιρεν», ἢ τὴν δύναμιν τοῦ θεοῦ ποτε μὴ ὑπάρχειν ἢ τὸν Λόγον αὐτοῦ ἠκρωτηριᾶσθαι ποτὲ ἢ τὰ ἄλλα ἐξ ὧν ὁ υἱὸς γνωρίζεται καὶ ὁ πατὴρ χαρακτηρίζεται; τὸ γὰρ ἀπαύγασμα τῆς δόξης μὴ εἶναι λέγειν συναναιρεῖ καὶ τὸ πρωτότυπον φῶς, οὗ ἐστιν ἀπαύγασμα. εἰ δὲ καὶ ἡ εἰκὼν τοῦ θεοῦ οὐκ ἦν ἀεί, δῆλον ὅτι οὐδὲ οὗ ἐστιν εἰκὼν ἔστιν ἀεί. ἀλλὰ καὶ τῷ μὴ εἶναι τὸν τῆς ὑποστάσεως τοῦ θεοῦ χαρακτῆρα, συναναιρεῖται κἀκεῖνος ὁ πάντως ὑπ᾿ αὐτοῦ χαρακτηριζόμε­νος. ἐξ ἧς ἔστιν ἰδεῖν τὴν υἱότητα τοῦ σωτῆρος ἡμῶν οὐδεμίαν ἔχουσαν κοινωνίαν πρὸς τὴν τῶν λοιπῶν υἱότητα· ὃν τρόπον γὰρ ἡ ἄρρητος αὐτοῦ ὑπόστασις ἀσυγκρίτῳ ὑπεροχῇ ἐδείχθη ὑπερκειμένη πάντων οἷς αὐτὸς τὸ εἶναι ἐχαρίσατο, οὕτω καὶ ἡ υἱότης αὐτοῦ, κατὰ φύσιν τυγχάνουσα τῆς πατρικῆς θεότητος, ἀλέκτῳ ὑπεροχῇ διαφέρει τῶν δι᾿ αὐτοῦ θέσει υἱοθε­τηθέντων· ὁ μὲν γὰρ ἀτρέπτου φύσεως τυγχάνει τέλειος ὢν καὶ διὰ πάν­των ἀνενδεής· οἱ δὲ τῇ εἰς ἑκάτερα τροπῇ ὑποκείμενοι τῆς παρὰ τούτου βοηθείας δέονται.

Τί γὰρ ἂν καὶ προκόψαι ἔχοι ἡ τοῦ θεοῦ σοφία ἢ τί προσλαβεῖν ἡ αὐ­τοαλήθεια; ἢ ὁ θεὸς Λόγος πῶς ἂν ἔχοι βελτιωθῆναι ἢ ἡ ζωὴ ἢ τὸ ἀληθι­νὸν φῶς; εἰ δὲ τοῦτο, πόσῳ πλέον ἀφύσικον τυγχάνει μωρίας ποτὲ δε­κτικὴν γενέσθαι τὴν σοφίαν ἢ τὴν τοῦ θεοῦ δύναμιν ἀσθενείᾳ προσπλακῆ­ναι ἢ ἀλογίᾳ τὸν λόγον ἀμαυρωθῆναι ἢ τῷ ἀληθινῷ φωτὶ ἐπιμιχθῆναι σκό­τος, τοῦ μὲν ἀποστόλου αὐτόθεν λέγοντος «Τίς κοινωνία φωτὶ πρὸς σκό­τος ἢ τίς συμφώνησις Χριστῷ πρὸς Βελίαρ», τοῦ δὲ Σολομῶντος ὅτι ἀδύ­νατον ἂν εἴη κἂν μέχρι πρὸς ἐννοίας εὑρεθῆναι ὁδοὺς ὄφεως ἐπὶ πέτρας, ἥ τις κατὰ Παῦλόν ἐστιν ὁ Χριστός; οἱ δὲ κτίσματα αὐτοῦ τυγχάνοντες, ἄνθρωποί τε καὶ ἄγγελοι, καὶ εὐλογίας εἰλήφασι προκόπτειν ἀρεταῖς ἀσκούμενοι καὶ νομίμοις ἐντολαῖς πρὸς τὸ μὴ ἁμαρτάνειν. διὸ δὴ ὁ Κύ­ριος ἡμῶν φύσει τοῦ πατρὸς υἱὸς τυγχάνων ὑπὸ πάντων προσκυνεῖται· οἱ δὲ ἀποθέμενοι τὸ πνεῦμα τῆς δουλείας, ἐξ ἀνδραγαθημάτων καὶ προκο­πῆς τὸ τῆς υἱοθεσίας λαβόντες πνεῦμα, διὰ τοῦ φύσει υἱοῦ εὐεργετούμε­νοι γίνονται αὐτοὶ θέσει υἱοί.

Τὴν μὲν οὖν γνησίαν αὐτοῦ καὶ ἰδιότροπον καὶ φυσικὴν καὶ κατ´ ἐξαίρετον υἱότητα ὁ Παῦλος οὕτως ἀπεφήνατο, περὶ θεοῦ εἰπών· «Ὃς γε τοῦ ἰδίου υἱοῦ οὐκ ἐφείσατο, ἀλλ᾿ ὑπὲρ ἡμῶν (δηλονότι τῶν μὴ φύσει υἱῶν) παρέδωκεν αὐτόν»· πρὸς γὰρ ἀντιδιαστολὴν τῶν οὐκ ἰδίων αὐτὸν ἴδιον υἱὸν ἔφησεν εἶναι. ἐν δὲ τῷ εὐαγγελίῳ· «Οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ εὐδόκησα». ἐν δὲ ψαλμοῖς ὁ σωτήρ φησιν· «Κύριος εἶπε πρός με· υἱός μου εἶ σύ»· γνησιότητα ἐμφανίζων σημαίνει μὴ εἶναι αὐτοῦ γνησίους υἱοὺς ἄλλους τινὰς παρ᾿ αὐτόν. τί δὲ καὶ τὸ «ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε»; οὐχὶ ἄντικρυς τῆς πατρικῆς μαιώσεως φυσικὴν ἐνδείκνυται υἱότητα, οὐ τρόπων ἐπιμελείᾳ καὶ προκοπῆς ἀσκήσει, ἀλλὰ φύσεως ἰδιώματι ταύτην λαχόντος; ὅθεν καὶ ἀμετάπτωτον ἔχει τὴν υἱότητα ὁ μονογενὴς υἱὸς τοῦ πατρός. τὴν δὲ τῶν λογικῶν υἱοθεσίαν, οὐ κατὰ φύσιν αὐτοῖς ὑπάρχουσαν ἀλλὰ τρόπων ἐπιτηδειότητι καὶ δωρεᾷ θεοῦ καὶ μεταπτωτὴν οἶδεν ὁ λόγος· «Ἰδόντες γὰρ οἱ υἱοὶ τοῦ θεοῦ τὰς θυγατέρας τῶν ἀνθρώπων ἔλαβον ἑαυτοῖς γυναῖκας» καὶ τὰ ἑξῆς· καὶ «Υἱοὺς ἐγέννησα καὶ ὕψωσα, αὐτοὶ δέ με ἠθέτησαν» διὰ ᾿Ησαΐου εἰρη­κέναι τὸν θεὸν ἐδιδάχθημεν.

[...]

Ταῦτα μὲν οὖν ἡμῖν κατὰ τὴν παροῦσαν δύναμιν ἐπηπορήσθω πρὸς τοὺς ἀπαιδεύτῳ ὕλῃ κατὰ τοῦ Χριστοῦ κονισαμένους καὶ τὴν εἰς αὐτὸν εὐσέβειαν ἡμῶν συκοφαντεῖν προθεμένους. φασὶ γὰρ ἡμᾶς οἱ φληνάφων ἐφευρεταὶ μύθων, ἀποστρεφομένους τὴν ἐξ οὐκ ὄντων ἀσεβῆ καὶ ἄγραφον κατὰ Χριστοῦ βλασφημίαν, ἀγέννητα διδάσκειν δύο, δυοῖν θάτερον δεῖν εἶναι λέγοντες οἱ ἀπαίδευτοι, ἢ ἐξ οὐκ ὄντων αὐτὸν εἶναι φρονεῖν, ἢ πάντως ἀγέννητα λέγειν δύο· ἀγνοοῦντες οἱ ἀνάσκητοι ὡς μακρὸν ἂν εἴη μεταξὺ πατρὸς ἀγεννήτου καὶ τῶν κτισθέντων ὑπ᾿ αὐτοῦ ἐξ οὐκ ὄντων, λογικῶν τε καὶ ἀλόγων· ὧν μεσιτεύουσα φύσις μονογενής, δι᾿ ἧς τὰ ὅλα ἐξ οὐκ ὄντων ἐποίησεν ὁ πατὴρ τοῦ θεοῦ Λόγου, ἐξ αὐτοῦ τοῦ ὄντος πατρὸς γεγέννηται· ὡς καὶ αὐτός που διεμαρτύρατο λέγων ὁ Κύριος· ὁ ἀγαπῶν τὸν πατέρα ἀγαπᾷ καὶ τὸν υἱὸν τὸν ἐξ αὐτοῦ γεγεννημ<ένον>, ὡς τῇ ἀποστολικῇ ἐκκλησίᾳ δοκεῖ· εἰς μόνον ἀγέννητον πατέρα, οὐδένα τοῦ εἶναι αὐτῷ τὸν αἴτιον ἔχοντα, ἄτρεπτόν τε καὶ ἀναλλοίωτον, ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχοντα, οὔτε προκοπὴν οὔτε μείωσιν ἐπιδεχόμενον, νόμου καὶ προφητῶν καὶ εὐαγγελίων δοτῆρα, πατριαρχῶν καὶ ἀποστόλων καὶ ἁπάντων ἁγίων κύριον· καὶ εἰς ἕνα κύριον Ἰησοῦν Χριστόν, τὸν υἱὸν τοῦ θεοῦ μονογενῆ, γεννηθέντα οὐκ ἐκ τοῦ μὴ ὄντος ἀλλ᾿ ἐκ τοῦ ὄντος πατρός, οὐ κατὰ τὰς τῶν σωμάτων ὁμοιότητας ταῖς τομαῖς ἢ ταῖς ἐκ διαιρέσεων ἀπορροίαις, ὥς περ Σαβελλίῳ καὶ Βαλεντίνῳ δοκεῖ, ἀλλ᾿ ἀρρήτως καὶ ἀνεκδιηγήτως, κατὰ τὸν εἰπόντα, ὡς ἀνωτέρω παρεθήκαμεν, «Τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται;» τῆς ὑποστάσεως αὐτοῦ πάσῃ τῇ γενητῇ φύσει ἀπεριεργάστου τυγχανούσης, καθὼς καὶ αὐτὸς ὁ πατὴρ ἀπεριέργαστός ἐστι, διὰ τὸ μὴ χωρεῖν τὴν τῶν λογικῶν φύσιν τῆς πατρικῆς θεογονίας τὴν εἴδησιν. ἅ περ οὐ παρ᾿ ἐμοῦ δεῖ μαθεῖν ἄνδρας τῷ τῆς ἀληθείας πνεύματι κινουμένους, ὑπηχούσης ἡμᾶς καὶ τῆς φθασάσης Χριστοῦ περὶ τούτου φωνῆς καὶ διδασκούσης· «Οὐδεὶς οἶδε τίς ἐστιν ὁ πατήρ, εἰ μὴ ὁ υἱός· καὶ οὐδεὶς οἶδε τίς ἐστιν ὁ υἱός, εἰ μὴ ὁ πατήρ». ἄτρεπτον τοῦτον καὶ ἀναλ­λοίωτον ὡς τὸν πατέρα, ἀπροσδεῆ καὶ τέλειον υἱόν, ἐμφερῆ τῷ πατρὶ μεμαθήκαμεν, μόνῳ τῷ ἀγεννήτῳ λειπόμενον ἐκείνου· εἰκὼν γάρ ἐστιν ἀπηκριβωμένη καὶ ἀπαράλλακτος τοῦ πατρός· πάντων γὰρ εἶναι τὴν εἰκό­να πλήρη, δι᾿ ὧν ἡ μείζων ἐμφέρεια, δῆλον, ὡς αὐτὸς ἐπαίδευσεν ὁ Κύριος «ὁ πατήρ μου» λέγων «μείζων μού ἐστι».

Καὶ κατὰ τοῦτο καὶ τὸ ἀεὶ εἶναι τὸν υἱὸν ἐκ τοῦ πατρὸς πιστεύομεν· ἀπαύγασμα γάρ ἐστι τῆς δόξης καὶ χαρακτὴρ τῆς πατρικῆς ὑποστάσεως. ἀλλὰ μή τις τὸ ἀεὶ πρὸς ὑπόνοιαν ἀγεννήτου λαμβανέτω, ὡς οἴονται οἱ τὰ τῆς ψυχῆς αἰσθητήρια πεπωρωμένοι· οὔτε γὰρ τὸ ἦν οὔτε τὸ ἀεὶ οὔτε τὸ πρὸ αἰώνων ταὐτόν ἐστι τῷ ἀγεννήτῳ· ἀλλ᾿ οὐδ᾿, ὁτιοῦν ἀνθρώπων ἔννοια ὀνοματοποιῆσαι σπουδάσει, δηλοῖ τὸ ἀγέννητον –ὡς καὶ ὑμᾶς οὕτως ἐκ­δέχεσθαι πιστεύω καὶ τεθάρρηκα τῇ περὶ πάντων ὑμῶν ὀρθῇ προθέσει–, κατὰ μηδένα τρόπον τούτων τῶν ὀνομάτων τὸ ἀγέννητον δηλούντων. ἔοικε γὰρ οἱονεὶ χρόνων εἶναι παρέκτασις ταῦτα τὰ ὀνόματα, τὴν μέντοι κατ᾿ ἀξίαν τοῦ μονογενοῦς θεότητα καὶ οἷον ἀρχαιότητα σημαίνειν μὴ δυναμένων, τῶν δὲ ἁγίων ἀνδρῶν ὡς δύναμις ἑκάστῳ ἐμφανίσαι τὸ μυ­στήριον βιαζομένων καὶ συγγνώμην αἰτούντων παρὰ τῶν ἀκροατῶν δι᾿ εὐλόγου ἀπολογίας διὰ τοῦ λέγειν· εἰς ἃ ἐφθάσαμεν.

Εἰ δέ τι παρὰ τὸ ἀνθρώπινον διὰ χειλέων φθέγμα μεῖζόν τι προσδο­κῶσιν οἱ ἄνδρες, τὰ ἐκ μέρους αὐτοῖς γνωσθέντα καταργεῖσθαι λέγοντες, δῆλον ὅτι πολὺ τοῦ ἐλπιζομένου λείπεται τὸ ἦν καὶ τὸ ἀεὶ καὶ τὸ πρὸ αἰώ­νων· ὅ περ δ᾿ ἂν ᾖ, οὐκ ἔστι ταὐτὸν τῷ ἀγεννήτῳ. οὐκοῦν τῷ μὲν ἀγεννή­τῳ πατρὶ οἰκεῖον ἀξίωμα φυλακτέον, μηδένα τοῦ εἶναι αὐτῷ τὸν αἴτιον λέγοντας· τῷ δὲ υἱῷ τὴν ἁρμόζουσαν τιμὴν ἀπονεμητέον, τὴν ἄναρχον αὐτῷ παρὰ τοῦ πατρὸς γέννησιν ἀνατιθέντας· καὶ ὡς ἐφθάσαμεν αὐτῷ σέβας ἀπονέμοντες, μόνον εὐσεβῶς καὶ εὐφήμως τὸ ἦν καὶ τὸ ἀεὶ καὶ τὸ πρὸ αἰώνων λέγοντες ἐπ᾿ αὐτοῦ, τὴν μέντοι θεότητα αὐτοῦ μὴ παραιτού­μενοι, ἀλλὰ τῇ εἰκόνι καὶ τῷ χαρακτῆρι τοῦ πατρὸς ἀπηκριβωμένην ἐμφέ­ρειαν κατὰ πάντα ἀνατιθέντες, τὸ δὲ ἀγέννητον τῷ πατρὶ μόνον ἰδίωμα παρεῖναι δοξάζοντες, ἅ τε δὴ καὶ αὐτοῦ φάσκοντος τοῦ σωτῆρος· «Ὁ πατήρ μου μείζων μού ἐστι».

Πρὸς δὲ τῇ εὐσεβεῖ ταύτῃ περὶ πατρὸς καὶ υἱοῦ δόξῃ, καθὼς ἡμᾶς αἱ θεῖαι Γραφαὶ διδάσκουσιν, ἓν πνεῦμα ἅγιον ὁμολογοῦμεν, τὸ καινίσαν τούς τε τῆς Παλαιᾶς Διαθήκης ἁγίους ἀνθρώπους καὶ τοὺς τῆς χρηματι­ζούσης Καινῆς παιδευτὰς θείους· μίαν καὶ μόνην καθολικὴν τὴν ἀπο­στολικὴν ἐκκλησίαν, ἀκαθαίρετον μὲν ἀεὶ κἂν πᾶς ὁ κόσμος αὐτῇ πολε­μεῖν βουλεύηται, νικηφόρον δὲ πάσης τῆς τῶν ἑτεροδόξων ἀσεβεστάτης ἐπαναστάσεως, εὐθαρσεῖς ἡμᾶς κατασκευάζοντος τοῦ οἰκοδεσπότου αὐ­τῆς διὰ τοῦ βοᾶν· «Θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον».

Μετὰ τοῦτον ἐκ νεκρῶν ἀνάστασιν οἴδαμεν, ἧς ἀπαρχὴ γέγονεν ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός σῶμα φορέσας ἀληθῶς καὶ οὐ δοκήσει ἐκ τῆς θεοτόκου Μαρίας, ἐπὶ συντελείᾳ τῶν αἰώνων εἰς ἀθέτησιν ἁμαρτίας ἐπιδημήσας τῷ γένει τῶν ἀνθρώπων, σταυρωθεὶς καὶ ἀποθανών, ἀλλ᾿ οὐ διὰ ταῦτα τῆς ἑαυτοῦ θεότητος ἥττων γεγενημένος, ἀναστὰς ἐκ νεκρῶν, ἀναληφθεὶς ἐν οὐρανοῖς, καθήμενος ἐν δεξιᾷ τῆς μεγαλωσύνης.

Ταῦτα ἐκ μέρους ἐνεχάραξα τῇ ἐπιστολῇ, τὸ καθ᾿ ἕκαστον ἐπ᾿ ἀκρι­βείας γράφειν φορτικόν, ὡς ἔφην, εἶναι νομίσας, διὰ τὸ μηδὲ τὴν ἱερὰν ὑμῶν ταῦτα λεληθέναι σπουδήν. ταῦτα διδάσκομεν, ταῦτα κηρύττομεν, ταῦτα τῆς ἐκκλησίας τὰ ἀποστολικὰ δόγματα, ὑπὲρ ὧν καὶ ἀποθνῄσκο­μεν, τῶν ἐξόμνυσθαι αὐτὰ βιαζομένων ἧττον πεφροντικότες, εἰ καὶ διὰ βασάνων ἀναγκάζουσι, τὴν ἐν αὐτοῖς ἐλπίδα μὴ ἀποστρεφόμενοι· ὧν ἐναντίοι γενόμενοι οἱ ἀμφὶ τὸν Ἄρειον καὶ Ἀχιλλᾶν καὶ οἱ τῆς ἀληθείας σὺν αὐτοῖς πολέμιοι ἀπεώσθησαν τῆς ἐκκλησίας, ἀλλότριοι γενόμενοι τῆς εὐσεβοῦς ἡμῶν διδασκαλίας, κατὰ τὸν μακάριον Παῦλον λέγοντα· «Εἴ τις ὑμᾶς εὐαγγελίζεται παρ᾿ ὃ παρελάβετε, ἀνάθεμα ἔστω», κἂν ἄγγελος ἐξ οὐρανοῦ εἶναι προσποιῆται, ἀλλὰ καὶ «Εἴ τις ἑτεροδιδασκαλεῖ καὶ μὴ προσέρχεται τοῖς ὑγιαίνουσι λόγοις τοῖς τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ τῇ κατ᾿ εὐσέβειαν διδασκαλίᾳ, τετύφωται, μηδὲν ἐπιστάμενος» καὶ τὰ ἑξῆς.

[...]

Εἰσὶ δὲ οἱ ἀναθεματισθέντες αἱρεσιῶται, ἀπὸ πρεσβυτέρων μὲν Ἄρει­ος, ἀπὸ διακόνων δὲ Ἀχιλλᾶς, Εὐζώϊος, Ἀειθαλῆς, Λούκιος, Σαρμάτης, Ἰού­λιος, Μηνᾶς, Ἄρειος ἕτερος, Ἑλλάδιος.