ΕΠΙΛΟΓΕΣ
7. Χριστιανικοὶ τομεῖς Μνημεῖα πίστεως (συνοδικὰ καὶ ἄλλα ἐπίσημα κείμενα) Περὶ τῆς Πίστεως ἐπιστολὴ συνοδική (363)

 

Περὶ τῆς Πίστεως ἐπιστολὴ συνοδική

 

Ἐπιστολὴ συνοδικὴ γραφεῖσα ὑπὸ τῆς συνόδου ᾿Αλεξανδρείας ἐπὶ ᾿Αθανασίου τοῦ μεγάλου πρὸς τὸν βασιλέα Ἰοβιανόν (363)

 

[1] Τῷ εὐλαβεστάτῳ καὶ φιλανθρωποτάτῳ νικητῇ Αὐγούστῳ Ἰοβιανῷ Ἀθανάσιος καὶ οἱ λοιποὶ ἐπίσκοποι οἱ ἐλθόντες ἐκ προσώπου πάντων τῶν ἀπὸ τῆς Αἰγύπτου καὶ Θηβαΐδος καὶ Λιβύων ἐπισκόπων.

[2] Πρέπουσα θεοφιλεῖ βασιλεῖ φιλομαθὴς προαίρεσις καὶ πόθος τῶν οὐρανίων· οὕτω γὰρ ἀληθῶς καὶ τὴν καρδίαν ἔχεις ἐν χειρὶ θεοῦ καὶ τὴν βασιλείαν μετ᾿ εἰρήνης πολλαῖς ἐτῶν περιόδοις ἐπιτελέσεις. θελησάσης τοίνυν τῆς σῆς εὐσεβείας μαθεῖν παρ᾿ ἡμῶν τὴν τῆς καθολικῆς ἐκκλησίας πίστιν, εὐχαριστήσαντες ἐπὶ τούτῳ τῷ Κυρίῳ, ἐβουλευσάμεθα πάντων μᾶλλον τὴν παρὰ τῶν πατέρων ὁμολογηθεῖσαν ἐν Νικαίᾳ πίστιν ὑπομνῆ­σαι τὴν σὴν θεοσέβειαν. ταύτην γὰρ ἀθετήσαντές τινες ἡμῖν μὲν ποικίλως ἐπε­βούλευσαν ὅτι μὴ πειθόμεθα τῇ ἀρειανῇ αἱρέσει, αἴτιοι δὲ γεγόνασιν αἱρέσεως καὶ σχισμάτων τῇ καθολικῇ ἐκκλησίᾳ.

[3] Ἡ μὲν ἀληθὴς καὶ εὐσεβὴς εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν πίστις φανερὰ πᾶσι καθέστηκε καὶ ἐκ τῶν θείων Γραφῶν γινωσκομένη τε καὶ ἀναγινωσκομένη· ἐν ταύτῃ γὰρ καὶ οἱ ἅγιοι τελειωθέντες ἐμαρτυρήθη­σαν καὶ νῦν ἀναλύσαντές εἰσιν ἐν Κυρίῳ. ἔμεινε δὲ ἀεὶ ἡ πίστις διὰ παν­τὸς ἀβλαβής, εἰ μὴ πονηρία τινῶν αἱρετικῶν παραποιῆσαι ταύτην ἐτόλ­μησεν. Ἄρειος γάρ τις καὶ οἱ σὺν αὐτῷ διαφθεῖραι ταύτην καὶ ἀσέβειαν κατ᾿ αὐτῆς ἐπεισαγαγεῖν ἐπεχείρησαν, φάσκοντες ἐξ οὐκ ὄντων καὶ κτίσμα καὶ ποίημα καὶ τρεπτὸν εἶναι τὸν υἱὸν τοῦ θεοῦ, πολλούς τε ἐν τούτοις ἠπά­τησαν, ὥστε καὶ τοὺς δοκοῦντας εἶναί τι συναπαχθῆναι αὐτῶν τῇ δυσφη­μίᾳ. [4] καὶ φθάσαντες μὲν οἱ ἅγιοι πατέρες ἡμῶν, συνελθόντες ὡς προεῖπον ἐν τῇ κατὰ Νίκαιαν συνόδῳ, τὴν μὲν ἀρειανὴν αἵρεσιν ἀνεθεμά­τισαν, τὴν δὲ τῆς καθολικῆς ἐκκλησίας Πίστιν ὡμολόγησαν ἐγγράφως, ὥστε ταύτης πανταχοῦ κηρυττομένης ἀποσβεσθῆναι τὴν ἀναφθεῖσαν αἵρεσιν παρὰ τῶν αἱρετικῶν. [5] ἦν μὲν οὖν αὕτη κατὰ πᾶσαν ἐκκλησίαν γινωσκο­μένη τε καὶ κηρυττομένη· ἀλλ᾿ ἐπειδὴ τὴν ἀρειανὴν αἵρεσιν ἀνανεῶσαι βου­λόμενοι, τινὲς μὲν αὐτὴν τὴν ἐν Νικαίᾳ παρὰ τῶν πατέρων ὁμολογηθεῖσαν πίστιν τετολμήκασιν ἀθετῆσαι, τινὲς δὲ σχηματίζονται ὁμολογεῖν αὐτήν, ταῖς δὲ ἀληθείαις ἀρνοῦνται παρερμηνεύοντες τὸ ὁμοούσιον, καὶ οὗτοι βλασφημοῦντες τὸ πνεῦμα τὸ ἅγιον ἐν τῷ φάσκειν αὐτοὺς κτίσμα εἶναι καὶ ποίημα διὰ τοῦ υἱοῦ γεγονός, ἀναγκαίως θεωρήσαντες τὴν ἐκ τῆς τοιαύτης βλασφημίας βλάβην γινομένην κατὰ τῶν λαῶν, ἐπιδοῦναι τῇ σῇ εὐσεβείᾳ τὴν ἐν Νικαίᾳ ὁμολογηθεῖσαν πίστιν ἐσπουδάσαμεν, ἵνα γνῷ σου ἡ θεοσέ­βεια μεθ᾿ ὅσης ἀκριβείας γέγραπται καὶ ὅσον πλανῶνται οἱ παρ᾿ αὐτὴν δι­δάσκοντες.

[6] Γίνωσκε, θεοφιλέστατε Αὔγουστε, ὅτι αὕτη μέν ἐστιν ἡ ἐξ αἰῶνος κηρυττομένη <Πίστις>, ταύτην δὲ ὡμολόγησαν οἱ ἐν Νικαίᾳ συνελθόντες πατέρες καὶ ταύτῃ σύμψηφοι τυγχάνουσι πᾶσαι αἱ κατὰ τόπον ἐκκλησίαι, αἵ τε κατὰ τὴν Σπανίαν καὶ Βρεττανίαν, καὶ Γαλλίας καὶ τῆς Ἰταλίας πάσης καὶ Δαλματίας Δακίας τε καὶ Μυσίας, Μακεδονίας καὶ πάσης Ἑλλάδος, καὶ αἱ κατὰ τὴν Ἀφρικὴν πᾶσαι καὶ Σαρδανίαν καὶ Κύπρον καὶ Κρήτην Παμφυλίαν τε καὶ Λυκίαν καὶ Ἰσαυρίαν καὶ αἱ κατὰ πᾶσαν Αἴγυ­πτον καὶ Λιβύας καὶ Πόντον καὶ Καππαδοκίαν καὶ τὰ πλησίον μέρη, καὶ αἱ κατὰ τὴν Ἀνατολὴν ἐκκλησίαι, πάρεξ ὀλίγων τῶν τὰ Ἀρείου φρονούντων. [7] πάντων γὰρ τῶν προειρημένων τῇ πείρᾳ ἐγνώκαμεν τὴν γνώμην καὶ γράμματα ἔχομεν. καὶ οἴδαμεν, θεοφιλέστατε Αὔγουστε, ὅτι κἂν ὀλίγοι τινὲς ἀντιλέγωσι ταύτῃ τῇ πίστει, οὐ δύνανται πρόκριμα ποιεῖν πάσῃ τῇ οἰκουμένῃ· πολλῷ γὰρ χρόνῳ βλαβέντες ἀπὸ τῆς ἀρειανῆς αἱρέσεως, φιλο­νεικότερον νῦν ἀνθίστανται τῇ εὐσεβείᾳ. καὶ ὑπὲρ τοῦ γινώσκειν τὴν σὴν εὐσέβειαν, καί τοι γινώσκουσαν, ὅμως ἐσπουδάσαμεν τὴν ἐν Νικαίᾳ πίστιν ὁμολογηθεῖσαν ὑπὸ τριακοσίων δέκα καὶ ὀκτὼ ἐπισκόπων ὑποτάξαι.

[8] Ἔστι δὲ αὕτη ἡ ἐν Νικαίᾳ Πίστις·

Πιστεύομεν εἰς ἕνα θεόν, πατέρα παντοκράτορα, πάντων ὁρατῶν τε καὶ ἀοράτων ποιητήν· καὶ εἰς ἕνα Κύριον Ἰησοῦν Χριστόν, τὸν υἱὸν τοῦ θεοῦ, γεννηθέντα ἐκ τοῦ πατρὸς μονογενῆ, τοῦτ᾿ ἔστιν ἐκ τῆς οὐσίας τοῦ πατρός, θεὸν ἐκ θεοῦ, φῶς ἐκ φωτός, θεὸν ἀληθινὸν ἐκ θεοῦ ἀληθινοῦ, γεννηθέντα, οὐ ποιηθέντα, ὁμοούσιον τῷ πατρί, δι᾿ οὗ τὰ πάντα ἐγένετο τά τε ἐν τῷ οὐρανῷ καὶ τὰ ἐπὶ τῆς γῆς, τὸν δι᾿ ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντα, σαρκωθέντα, ἐνανθρωπή­σαντα, παθόντα καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ, ἀνελθόντα εἰς τοὺς οὐ­ρανούς, ἐρχόμενον κρῖναι ζῶντας καὶ νεκρούς· καὶ εἰς τὸ ἅγιον πνεῦμα. τοὺς δὲ λέγοντας ὅτι ἦν ποτε ὅτε οὐκ ἦν, καὶ πρὶν γεννηθῆναι οὐκ ἦν, καὶ ὅτι ἐξ οὐκ ὄντων ἐγένετο, ἢ ἐξ ἑτέρας ὑποστάσεως ἢ οὐσίας φά­σκοντας εἶναι, ἢ κτιστὸν ἢ τρεπτὸν ἢ ἀλλοιωτὸν τὸν υἱὸν τοῦ θεοῦ, τού­τους ἀναθεματίζει ἡ ἁγία καθολικὴ καὶ ἀποστολικὴ ἐκκλησία.

[9] Ταύτῃ τῇ Πίστει, θεοφιλέστατε Αὔγουστε, ἐπιμένειν ἀναγκαῖον ὡς θείᾳ καὶ ἀποστολικῇ, καὶ μηδένα μετακινεῖν αὐτὴν πιθανολογίαις καὶ λογομαχίαις, ὅ περ ἐποίησαν ἐξ ἀρχῆς οἱ ἀρειομανῖται, ἐξ οὐκ ὄντων τὸν υἱὸν τοῦ θεοῦ λέγοντες, καὶ ὅτι ἦν ποτε ὅτε οὐκ ἦν, καὶ κτιστὸς καὶ ποιητὸς καὶ τρεπτός ἐστι. διὰ τοῦτο γάρ, καθ᾿ ἃ προείπαμεν, καὶ ἡ ἐν Νικαίᾳ σύνοδος ἀνεθεμάτισε τὴν τοιαύτην αἵρεσιν, τὴν δὲ τῆς ἀληθείας πίστιν ὡμολόγησεν· οὐ γὰρ ἁπλῶς ὅμοιον εἰρήκασι τὸν υἱὸν τῷ πατρί, ἵνα μὴ ἁπλῶς ὅμοιος θεοῦ, ἀλλ᾿ ἐκ θεοῦ θεὸς ἀληθινὸς πιστεύηται, ἀλλὰ καὶ ὁμο­ούσιον ἔγραψαν, ὅ περ ἴδιόν ἐστι γνησίου καὶ ἀληθινοῦ υἱοῦ, ἐξ ἀληθι­νοῦ καὶ φύσει πατρός. ἀλλ᾿ οὐδὲ ἀπηλλοτρίωσαν τὸ πνεῦμα τὸ ἅγιον ἀπὸ τοῦ πατρὸς καὶ τοῦ υἱοῦ, ἀλλὰ μᾶλλον συνε­δόξασαν αὐτὸ τῷ πατρὶ καὶ τῷ υἱῷ ἐν τῇ μιᾷ τῆς ἁγίας τριάδος πίστει, διὰ τὸ καὶ μίαν εἶναι τὴν ἐν τῇ ἁγίᾳ τριάδι θεότητα.