ΕΠΙΛΟΓΕΣ
7. Χριστιανικοὶ τομεῖς Μνημεῖα πίστεως (συνοδικὰ καὶ ἄλλα ἐπίσημα κείμενα) Κεφάλαια κατὰ τῶν εἰκονομάχων

 

Κεφάλαια κατὰ τῶν εἰκονομάχων

 

 ᾿Εκ τοῦ συνοδικοῦ τοῦ ἔτους 1017

 βάσει τῶν ἀποφάσεων τῆς ζ΄  οἰκουμενικῆς συνόδου

 καὶ τῶν συνόδων τῶν ἐτῶν 814, 842 ἢ 843, 861, 867, 879-880

 

 [᾿Εκ τῆς συνόδου τοῦ 843]

 Ο προφται ς εδον, ο πόστολοι ς δίδαξαν, κκλησία ς παρέ­λαβεν, ο διδάσκαλοι ς δογμάτισαν, οκουμένη ς συμπε­φρό­νηκεν, χάρις ς λαμψεν, λήθεια ς ποδέδεικται, τ ψεδος ς πελήλαται, σοφία ς παρρησιάσατο, Χριστς ς βράβευσεν· οτω φρονομεν, οτω λαλομεν, οτω κηρύσσομεν, Χριστν τν ληθινν θεν μν κα τος ατο γίους ν λόγοις τιμντες, ν συγγραφας, ν νοή­μασιν, ν θυ­σίαις, ν ναος, ν εκονίσμασι, τν μν ς θεν κα δεσπότην προσκυνον­τες κα σέβοντες, τος δ δι τν κοινν δεσπότην ς ατο γνησίους θε­ράποντας τιμντες κα τν κατ σχέσιν προσκύνησιν πονέ­μον­τες.

 [᾿Εκ τῆς ζ΄ οἰκουμενικῆς]

 Ατη πίστις τν ποστόλων, ατη πίστις τν πατέρων, ατη πίστις τν ρθοδόξων, ατη πίστις τν οκουμένην στήριξεν.

 [᾿Εκ τῆς συνόδου τοῦ 843]

 ...Πρότερον μν γάρ, μετ πολυ­ετ τινα χρόνον τς τν γίων εκόνων κφαυλίσεως κα τιμίας, πανέ­στρεψε τν εσέβειαν ες αυτήν· νυν δέ, περ στ δεύτερον, μικρο μετ τριάκοντα τη  κακώσεως, κατηρτίσατο τος να­ξί­οις μν τν τν δυσχερν παλλαγν κα τν λυπούντων τν πο­λύ­τρω­σιν κα τς εσεβείας τν νακήρυξιν κα τς εκονικς προσκυ­νήσεως τν σφάλειαν κα τν πάντα φέρουσαν μν τ σωτήρια ορτήν.  ἐν γρ τας εκόσιν ρμεν τ πρ μν το δεσπότου πάθη, τν σταυ­ρόν, τν τάφον, τν ᾅδην νεκρούμενον κα σκυλευόμενον, τν μαρ­τύ­ρων τος θλους, τος στεφάνους, ατν τν σωτηρίαν, ν πρτος μν θλοθέτης κα θλοδότης καστεφανίτης «ν μέσ τς γς κατειρ­γάσα­το». 

 Ταύ­την σήμερον τν πανήγυριν ορτάζομεν, καὶ ν ταύτ εχας κα λιτανείαις συνευ­φραινόμενοί τε κα συναγαλλόμενοι, ψαλμος κβομεν κα σμασιν· «Τίς θες μέγας ς θες μν;  σ ε θες μν ποιν θαυμάσια μόνος»·  τος φαυλιστς γρ τς σς δόξης ξεμυκτήρισας, τος τολ­μη­τς κατ τς εκόνος κα θρασες, δειλος κα πεφευγότας πέδει­ξας.  ἀλλ’ μν ες θεν εχαριστία κα τ δεσποτικν κατ τν ντιπά­λων τρόπαιον ν τούτοις· τ δέ γε κατ τν εκονομαχούντων θλά τε κα πα­λαίσματα τερος λόγος κα λογογραφία διεξοδικωτέρα δηλώσει.  ς ν καταπαύσει δέ τινι τ μετ τν ρημικν πάροδον, ες κατάσχεσιν τς νοητς ᾿Ιερουσαλμ καθεσττες, μωσαϊκ τινι μιμήσει, μλλον δ θεϊκ δι­ακελεύσει, οα στήλ τιν κ μεγίστων λίθων συνηρμοσμέν κα πρς πο­δοχν γραφς διατιθεμέν, τας τν δελφν καρδίαις, τάς τε ελογίας α φείλονται τος νομοφυλακτοσι κα τς ρς δ ας αυτος πο­βάλ­λου­σιν ο παρανομοντες, δίκαιόν τε κα φειλόμενον δεν ήθημεν να­γρά­ψαι.  δι᾿ φαμν τάδε·

 Τῶν τὴν ἔνσαρκον τοῦ θεοῦ Λόγου παρουσίαν λόγῳ, στόματι, καρδίᾳ καὶ νοΐ, γραφῇ τε καὶ εἰκόσιν ὁμολογούντων, αἰωνία ἡ μνήμη.

 Τῶν εἰδότων τῆς τοῦ Χριστοῦ μιᾶς καὶ τῆς αὐτῆς ὑποστάσεως τὸ ἐν οὐσίαις διάφορον καὶ ταύτης τὸ κτιστόν τε καὶ ἄκτιστον, τὸ ὁρατὸν καὶ ἀόρατον, τὸ παθητὸν καὶ ἀπαθές, τὸ περιγραπτὸν καὶ ἀπερίγραπτον, καὶ τῇ μὲν θεϊκῇ οὐσίᾳ τὸ ἄκτιστον καὶ τὰ ὅμοια προσαρμοζόντων, τῇ δὲ ἀν­θρωπίνῃ φύσει τά τε ἄλλα καὶ τὸ περιγραπτὸν ἀνομολογούντων καὶ λόγῳ καὶ εἰκονίσμασιν, αἰωνία ἡ μνήμη.

 Τῶν πιστευόντων καὶ διακηρυκευομένων ἤτοι εὐαγ­γελι­ζο­μέ­νων τοὺς λόγους ἐπὶ γραμμάτων, τὰ πράγματα ἐπὶ σχημάτων, καὶ εἰς μίαν ἑκάτερον συντελεῖν ὠφέλειαν, τήν τε διὰ λόγων ἀνακήρυξιν καὶ τὴν δι’ εἰκόνων τῆς ἀληθείας βεβαίωσιν, αἰωνία ἡ μνήμη.

 Τῶν τῷ λόγῳ ἁγιαζόντων τὰ χείλη, εἶτα τοὺς ἀκροατὰς διὰ τοῦ λόγου, εἰδότων τε καὶ κηρυσσόντων ὡς ἁγιάζεται μὲν ὁμοίως διὰ τῶν σεπτῶν εἰ­κόνων τὰ ὄμματα τῶν ὁρώντων, ἀνάγεται δὲ δι’ αὐτῶν ὁ νοῦς πρὸς θεο­γνωσίαν, ὥς περ καὶ διὰ τῶν θείων ναῶν καὶ τῶν ἱερῶν σκευῶν καὶ τῶν ἄλλων κειμηλίων, αἰωνία ἡ μνήμη.

 Τῶν ἐπισταμένων ὡς ἡ ῥάβδος καὶ αἱ πλάκες, ἡ κιβωτὸς καὶ ἡ λυχνία καὶ ἡ τράπεζα καὶ τὸ θυμιατήριον τὴν παναγίαν προέγραφέ τε καὶ προδιε­τύπου παρθένον τὴν θεοτόκον Μαρίαν, καὶ ὡς ταῦτα μὲν προετύπου ταύ­την, οὐ γέγονε δὲ ἐκείνη ταῦτα, γέγονε δὲ κόρη καὶ διαμένει μετὰ τὴν θεο­γεννησίαν παρθένος, καὶ διὰ τοῦτο μᾶλλον κόρην αὐτὴν τοῖς εἰκονί­σμα­σι γραφόντων ἢ τοῖς τύποις σκιαγραφούντων, αἰωνία ἡ μνήμη.

 Τῶν τὰς προφητικὰς ὁράσεις, ὡς αὐτὸ τὸ θεῖον αὐτὰς ἐσχη­μάτιζε καὶ διετύπου, εἰδότων καὶ ἀποδεχομένων καὶ πιστευόντων ἅ περ ὁ τῶν προφη­τῶν χορὸς ἑωρακότες διηγήσαντο, καὶ τὴν τῶν ἀποστόλων καὶ εἰς πατέρας διήκουσαν ἔγγραφόν τε καὶ ἄγραφον παράδοσιν κρατυνόντων, καὶ διὰ τοῦτο εἰκονιζόντων τὰ ἅγια καὶ τιμώντων, αἰωνία ἡ μνήμη.

 Τῶν συνιέντων Μωσέως λαλοῦντος· «Προσέχετε ἑαυτοῖς ὅτι τῇ ἡμέρᾳ ᾗ ἐλάλησε Κύριος ὁ θεὸς ἐν Χωρὴβ ἐπὶ τοῦ ὄρους, φωνὴν ῥημάτων ὑμεῖς ἠκούσατε, ὁμοίωμα δὲ οὐκ εἴδετε», καὶ εἰδότων ἀπο­κρι­θῆναι ὀρθῶς· εἰ δὲ εἴδομέν τι, ἀληθῶς δὲ εἴδομεν, ὡς ὁ τῆς βροντῆς υἱὸς ἡμᾶς ἐδίδαξεν· «῝Ο ἦν ἀπ’ ἀρχῆς, ὃ ἀκηκόαμεν, ὃ ἑωράκαμεν, ὃ ἐθεα­σάμεθα τοῖς ὀφθαλμοῖς ἡμῶν καὶ αἱ χεῖρες ἡμῶν ἐψηλάφησαν, περὶ τοῦ Λόγου τῆς ζωῆς, καὶ ταῦτα μαρτυροῦμεν», καὶ πάλιν ὡς οἱ ἄλλοι τοῦ Λό­γου μαθηταί· «καὶ συνεφά­γομεν αὐτῷ καὶ συνεπίομεν», οὐ πρὸ τοῦ πά­θους μόνον, ἀλλὰ καὶ μετὰ τὸ πάθος καὶ τὴν ἀνάστασιν· τῶν γοῦν δια­στέλ­λειν θεόθεν δυναμωθέντων τὴν ἐν τῷ νόμῳ παραγγελίαν καὶ τὴν ἐν χάριτι διδασκαλίαν, καὶ τὸ ἐν ἐκείνῳ μὲν ἀόρατον, ἐν ταύτῃ δὲ καὶ ὁρατὸν καὶ ψη­λαφητόν, καὶ διὰ τοῦτο τὰ ὁραθέντα τε καὶ ψηλαφηθέντα εἰκονο­γρα­φούν­των καὶ προσκυνούντων, αἰω­νία ἡ μνήμη.

 ..................................

 [᾿Εκ τοῦ συνοδικοῦ ἢ ἐκ τῆς συνόδου τοῦ 867]

 Τοῖς λόγῳ μὲν τὴν ἔνσαρκον οἰκονομίαν τοῦ θεοῦ Λόγου δεχομένοις, ὁρᾶν δὲ ταύτην δι’ εἰκόνων οὐκ ἀνεχομένοις, καὶ διὰ τοῦτο ῥήματι μὲν κα­τασχηματιζομένοις, πράγματι δὲ τὴν σωτηρίαν ἡμῶν ἀρνου­μένοις, ἀνά­θεμα.

 Τοῖς τῷ ῥήματι τοῦ ἀπεριγράπτου κακῶς προσφυομένοις, καὶ διὰ τοῦ­το μὴ βουλομένοις εἰκονογραφεῖσθαι τὸν παραπλησίως ἡμῖν σαρκὸς καὶ αἵματος κεκοινωνηκότα Χριστὸν τὸν ἀληθινὸν θεὸν ἡμῶν, καὶ ἐντεῦθεν φαντασιασταῖς δεικνυμένοις, ἀνάθεμα.

 Τοῖς τὰς μὲν προφητικὰς ὁράσεις, κἂν μὴ βούλοιντο, παρα­δε­χο­μένοις, τὰς δ’ ὀφθείσας αὐτοῖς εἰκονογραφίας —ὢ θαῦμα!— καὶ πρὸ σαρκώσεως τοῦ Λόγου μὴ καταδεχομένοις, ἀλλ’ ἢ αὐτὴν τὴν ἄληπτόν τε καὶ ἀθέατον οὐσίαν ὀφθῆναι τοῖς τεθεαμένοις κενολογοῦσιν, ἢ εἰκόνας μὲν ταῦτα τῆς ἀληθείας καὶ τύπους καὶ σχήματα ἐμφανισθῆναι τοῖς ἑωρακόσι συντιθεμέ­νοις, εἰκονογραφεῖν δὲ ἐνανθρωπήσαντα τὸν Λόγον καὶ τὰ ὑπὲρ ἡμῶν αὐτοῦ πάθη οὐκ ἀνεχομένοις, ἀνάθεμα.

 Τοῖς ἀκούουσι τοῦ Κυρίου ὡς «εἰ ἐπιστεύετε Μωϋσῇ, ἐπι­στεύετε ἂν ἐμοὶ» καὶ τὰ ἑξῆς, καὶ τὸ «προφήτην ὑμῖν ἀναστήσει ὁ Κύριος ὁ θεὸς ἡμῶν ὡς ἐμὲ» τοῦ Μωσέως λέγοντος, συνιοῦσιν, εἶτα λέγουσι δέξα­σθαι μὲν τὸν προφήτην, οὐκ εἰσάγουσι δὲ δι’ εἰκονισμάτων τὴν τοῦ προ­φή­του χάριν καὶ τὴν παγκόσμιον σωτηρίαν, ὡς ὡράθη, ὡς συν­α­νεστράφη ἀν­θρώ­ποις, ὡς πά­θη καὶ νόσους ἰάσεως μείζονας ἐθεράπευσεν, ὡς ἐσταυ­ρώθη, ὡς ἐτάφη, ὡς ἀνέστη, ὡς πάντα ἃ ὑπὲρ ἡμῶν ἔπαθέ τε καὶ ἐποί­η­σε· τοῖς οὖν ταῦτα τὰ παγκόσμια καὶ σωτήρια ἔργα ἐν εἰκόσιν ὁρᾶν μὴ ἀν­εχομένοις μηδὲ τιμῶσιν αὐτὰ καὶ προσκυνοῦσιν, ἀνάθεμα.

 Τοῖς ἐπιμένουσι τῇ εἰκονομάχῳ αἱρέσει, μᾶλλον δὲ τῇ χρι­στο­μάχῳ ἀπο­στασίᾳ, καὶ μήτε διὰ τῆς μωσαϊκῆς νομοθεσίας πρὸς τὴν σω­τη­ρίαν αὐτῶν ἀναχθῆναι βουλομένοις μήτε ταῖς ἀποστολικαῖς διδασκαλίαις ἐνα­στραφθῆ­ναι τὴν εὐσέβειαν προαιρουμένοις μήτε ταῖς πατρικαῖς παραινέσεσι καὶ εἰσηγήσεσι τῆς πλάνης αὐτῶν ἐπιστραφῆναι πειθομένοις μήτε τῇ συμφωνίᾳ τῶν ἀνὰ πᾶσαν τὴν οἰκουμένην ἐκκλησιῶν τοῦ Θεοῦ δυσωπουμένοις, ἀλλ’ ἐφ’ ἅπαξ ἑαυτοὺς τῇ τῶν Ἰουδαίων καὶ ῾Ελλήνων μερίδι καθυποβαλλομέ­νοις· ἃ γὰρ ἀμέσως ἐκεῖνοι εἰς τὸ πρω­τό­τυ­πον βλασ­φημοῦσι, καὶ οὗτοι διὰ τῆς αὐτοῦ εἰκόνος εἰς αὐτὸν ἐκεῖνον τὸν εἰκονιζόμενον τολμᾶν οὐκ ἐρυθρι­ῶσι· τοῖς οὖν ἀνεπιστρόφως τῇ πλάνῃ ταύτῃ κατεχομένοις καὶ πρὸς πάντα λόγον θεῖον καὶ πνευματικὴν διδα­σκα­λί­αν τὰ ὦτα βεβυσμένοις, ὡς ἤδη λοι­πὸν σεσηπόσι καὶ τοῦ κοινοῦ σώματος τῆς ἐκκλησίας ἀποτεμοῦσιν ἑαυ­τούς, ἀνάθεμα.

 [᾿Εκ τῆς συνόδου τοῦ 843]

 Ἀναστασίῳ, Κωνσταντίνῳ καὶ Νικήτᾳ, τοῖς ἐπὶ τῶν Ἰσαύρων κατάρξα­σι τῶν αἱρέσεων, ὡς ἀνιέροις καὶ ὁδηγοῖς ἀπωλείας, ἀνάθεμα.

 Παύλῳ τῷ εἰς Σαῦλον ἀποστρέψαντι καὶ Θεοδώρῳ τῷ ἐπι­κα­λουμένῳ Γάστῃ καὶ Στεφάνῳ τῷ Μολύτῃ, ἔτι δὲ καὶ Θεοδώρῳ τῷ Κριθίνῳ καὶ Λουλουδίῳ τῷ Λέοντι, καὶ πρὸς τούτοις, εἴ τις τοῖς εἰρημένοις ὅμοιος τὴν δυσσέβειαν, ἐν ὁποίῳ ἂν εἴη καταλόγῳ κλήρου, ἀξιώματος τινὸς ἢ ἐπι­τη­δεύματος ἐξεταζόμενος· τούτοις ἅπασιν ἐπιμένουσιν αὐτῶν τῇ δυσ­σε­βεί­ᾳ, ἀνάθεμα.

 Θεοδότῳ [ἢ Θεοδώρῳ], ντωνί καὶ Ἰωάννῃ, τοῖς ἀλληλοπροξένοις τῶν κακῶν καὶ ἑτεροδιαδόχοις τὴν δυσσέβειαν, ἀνάθεμα.

 [᾿Εκ τοῦ συνοδικοῦ (περ τ 1000;)]

 Γεροντίῳ τῷ ἐκ Λάμπης μὲν ὁρμωμένῳ, ἐν δὲ τῇ Κρήτῃ τὸν ἰὸν τῆς αὐτοῦ μυσαρᾶς αἱρέσεως ἐξεμέσαντι καὶ ἠλειμμένον ἑαυτὸν ἀπο­κα­λέσαντι ἐπ’ ἀνατροπῇ –φεῦ!– τῆς σωτηριώδους οἰκονομίας τοῦ Χρι­στοῦ σὺν τοῖς διεστραμμένοις αὐτοῦ δόγμασι καὶ συγγράμμασι καὶ τοῖς ὁμό­φροσιν αὐτῷ, ἀνάθεμα.

 [᾿Εκ τῆς ζ΄ οἰκουμενικῆς]

 ῞Ολοις τοῖς αἱρετικοῖς, ἀνά­θε­μα.

..............................

 [᾿Εκ τῆς ζ΄ οἰκουμενικῆς]

Τῷ φρυαξαμένῳ συνεδρίῳ κατὰ τῶν σεπτῶν εἰκόνων, ἀνά­θε­μα.

Τοῖς ἐκλαμβάνουσι τὰς παρὰ τῆς θείας Γραφῆς ῥήσεις κατὰ τῶν εἰδώ­λων, εἰς τὰς σεπτὰς εἰκόνας Χριστοῦ τοῦ θεοῦ ἡμῶν καὶ τῶν ἁ­γί­ων αὐτοῦ, ἀνάθεμα.

[᾿Εκ τῆς συνόδου τοῦ 843]

Τοῖς κοινωνοῦσιν ἐν γνώσει τοῖς ὑβρίζουσι καὶ ἀτιμάζουσι τὰς σεπτὰς εἰκόνας, ἀνάθεμα.

[᾿Εκ τῆς ζ΄ οἰκουμενικῆς]

Τοῖς λέγουσιν ὅτι ὡς θεοῖς οἱ χριστιανοὶ ταῖς εἰκόσι προσῆλ­θον, ἀνάθε­μα.

Τοῖς λέγουσιν ὅτι πλὴν Χριστοῦ τοῦ θεοῦ ἡμῶν, ἄλλος ἡμᾶς ἐρρύσατο τῆς τῶν εἰδώλων πλάνης, ἀνάθεμα.

Τοῖς τολμῶσι λέγειν τὴν καθολικὴν ἐκκλησίαν εἴδωλα ποτὲ δεδέχθαι ὡς ὅλον τὸ μυστήριον ἀνατρέπουσι καὶ τὴν χριστιανῶν ἐνυ­βρί­ζουσι πίστιν, ἀνάθεμα.

Εἴ τις τῆς χριστιανοκατηγορικῆς αἱρέσεως ὄντα τινὰ ἢ ἐν αὐ­τῇ τὸν βίον ἀπορρήξαντα διεκδικεῖ, ἤτω ἀνάθεμα.

 [᾿Εκ τοῦ συνοδικοῦ]

Εἴ τις οὐ προσκυνεῖ τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἐν εἰκόνι περι­γραπτὸν κατὰ τὸ ἀνθρώπινον, ἤτω ἀνάθεμα.

[Τὸ αὐτὸ ἐκ τῆς ζ΄ οἰκουμενικῆς· Εἴ τις Χριστὸν τὸν θεὸν περι­γραπτὸν οὐχ ὁμολογεῖ κατὰ τὸ ἀνθρώπινον, ἀνάθεμα.]

[᾿Εκ τῆς πρωτοδευτέρας;]

 Γερμανοῦ, Ταρασίου, Νικηφόρου καὶ Μεθοδίου, τῶν ὡς ἀληθῶς ἀρχιε­ρέων θεοῦ καὶ τῆς ὀρθοδοξίας προμάχων καὶ διδασκάλων, αἰωνία ἡ μνήμη.

 Ἅπαντα τὰ κατὰ τῶν ἁγίων πατριαρχῶν Γερμανοῦ, Τα­ρα­σίου, Νικηφό­ρου καὶ Μεθοδίου γραφέντα ἢ λαληθέντα, ἀνάθεμα.

 [᾿Εκ τοῦ συνοδικοῦ]

 Ἅπαντα τὰ παρὰ τὴν ἐκκλησιαστικὴν παράδοσιν καὶ τὴν δι­δα­σκαλίαν καὶ ὑποτύπωσιν τῶν ἁγίων καὶ ἀοιδίμων πατέρων καινο­το­μη­θέντα ἢ πραχθέντα ἢ  μετὰ τοῦτο πραχθησόμενα, ἀνάθεμα.

 Ἀρείῳ τῷ πρώτῳ θεομάχῳ καὶ ἀρχηγῷ τῶν αἱρέσεων, ἀνά­θε­μα.

Πέτρῳ τῷ κναφεῖ καὶ παράφρονι τῷ λέγοντι «Ἅγιος ἀθά­να­τος, ὁ σταυ­ρωθεὶς δι' ἡμᾶς», ἀνάθεμα.

Νεστορίῳ τῷ θεηλάτῳ τῷ παθητὴν λέγοντι τὴν ἁγίαν Τριάδα, καὶ Οὐα­λεντίνῳ δυσσεβεῖ τῷ παράφρονι, ἀνάθεμα.

Παύλῳ τῷ Σαμοσατεῖ καὶ Θεοδοτίωνι τῷ τούτου συμμύστῃ καὶ ὁμό­φρονι, σὺν ἄλλῳ Νεστορίῳ παράφρονι, ἀνάθεμα.

Πέτρῳ Δειλαίῳ τῷ αἱρετικῷ, τῷ καὶ Λυκοπέτρῳ ἐπονο­μα­ζο­μέ­νῳ, Εὐ­τυχίῳ τε καὶ Σαββελίῳ τοῖς κακόφροσιν, ἀνάθεμα.

Ἰακώβῳ Ἀρμενίῳ τῷ Ζανζάλῳ, Διοσκόρῳ πατριάρχῃ Ἀλεξαν­δρείας, καὶ Σεβήρῳ τῷ δυσσεβεῖ, ἅμα Σεργίῳ Παύλῳ καὶ Πύρρῳ τοῖς ὁμόφροσι, σὺν Σεργίῳ μαθητῇ τοῦ Λυκοπέτρου, ἀνάθεμα.

Ὅλοις τοῖς εὐτυχιανισταῖς καὶ μονοθελήταις καὶ ἰακωβίταις καὶ ἀρτζι­βουρίταις καὶ ἁπλῶς πᾶσιν αἱρετικοῖς, ἀνάθεμα.