ΕΠΙΛΟΓΕΣ
7. Χριστιανικοὶ τομεῖς Μνημεῖα πίστεως (συνοδικὰ καὶ ἄλλα ἐπίσημα κείμενα) Κατὰ φιλοσοφικῶν δοξασιῶν συνοδικαὶ ἀποφάσεις

 

Κατὰ φιλοσοφικῶν δοξασιῶν

συνοδικαὶ ἀποφάσεις

 

Κεφάλαια τῶν συνόδων τῶν ἐτῶν 1077, 1082 καὶ 1087 κατὰ τῶν ἀντιλή­ψεων τοῦ Ἰωάννου τοῦ Ἰταλοῦ καὶ τῶν μαθητῶν αὐτοῦ.

 

1. Τοῖς ὅλως ἐπιχειροῦσιν οἵαν δή τινα ζήτησιν καὶ διδαχὴν τῇ ἀρρήτῳ ἐνσάρκῳ οἰκονομίᾳ τοῦ σωτῆρος ἡμῶν καὶ θεοῦ ἐπάγειν καὶ ζη­τεῖν οἵῳ τρόπῳ αὐτὸς ὁ θεὸς Λόγος τῷ ἀνθρωπίνῳ φυράματι ἥνωται καὶ τὴν προσ­ληφθεῖσαν σάρκα κατὰ τίνα λόγον ἐθέωσε, καὶ λόγοις διαλε­κτι­κοῖς φύσιν καὶ θέσιν ἐπὶ τῆς ὑπὲρ φύσιν καινοτομίας τῶν δύο φύσεων τοῦ θεοῦ καὶ ἀνθρώπου λογομαχεῖν πειρωμένοις, ἀνάθεμα.

2. Τοῖς εὐσεβεῖν μὲν ἐπαγγελλομένοις, τὰ τῶν ἑλλήνων δὲ δυσ­σε­βῆ δόγ­ματα τῇ ὀρθοδόξῳ καὶ καθολικῇ ἐκκλησίᾳ περί τε ψυχῶν ἀν­θρω­πίνων καὶ οὐρανοῦ καὶ γῆς καὶ τῶν ἄλλων κτισμάτων ἀναιδῶς ἢ μᾶλλον ἀ­σεβῶς ἐπεισάγουσιν, ἀνάθεμα.

3. Τοῖς τὴν μωρὰν τῶν ἔξωθεν φιλοσόφων λεγομένην σοφίαν προτιμῶσι καὶ τοῖς καθηγηταῖς αὐτῶν ἑπομένοις καὶ τάς τε μετεμψυχώσεις τῶν ἀν­θρωπίνων ψυχῶν ἢ καὶ ὁμοίως τοῖς ἀλόγοις ζῴοις ταύτας ἀπόλ­λυ­σθαι καὶ εἰς τὸ μηδὲν χωρεῖν δεχομένοις, καὶ διὰ τούτων ἀνάστασιν καὶ κρίσιν καὶ τὴν τελευταίαν τῶν βεβιωμένων ἀνταπόδοσιν ἀθετοῦσιν, ἀνά­θε­μα.

4. Τοῖς τὴν ὕλην ἄναρχον καὶ τὰς ἰδέας ἢ συνάναρχον τῷ δη­μι­ουργῷ πάντων καὶ Θεῷ δογματίζουσι, καὶ ὅτι περ οὐρανὸς καὶ γῆ καὶ τὰ λοιπὰ τῶν κτισμάτων ἀίδιά τε εἰσὶ καὶ ἄναρχα καὶ διαμένουσιν ἀναλ­λοί­ωτα, καὶ ἀντινομοθετοῦσι τῷ εἰπόντι· «῾Ο οὐρανὸς καὶ ἡ γῆ παρε­λεύσονται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσι», καὶ ἀπὸ γῆς κενοφωνοῦσι καὶ τὴν θείαν ἀρὰν ἐπὶ τὰς ἑαυτῶν ἄγουσι κεφαλάς, ἀνάθεμα.

5. Τοῖς λέγουσιν ὅτι οἱ τῶν ἑλλήνων σοφοὶ καὶ πρῶτοι τῶν αἱ­ρεσιαρ­χῶν, οἱ παρὰ τῶν ἑπτὰ ἁγίων καὶ καθολικῶν συνόδων καὶ παρὰ πάντων τῶν ὀρθοδοξίᾳ λαμψάντων πατέρων ἀναθέματι καθυποβληθέντες ὡς ἀλλό­τριοι τῆς καθολικῆς ἐκκλησίας, διὰ τὴν ἐν λόγοις αὐτῶν κίβδηλον καὶ ῥυ­παρὰν περιουσίαν, κρείττονες εἰσὶ κατὰ πολὺ καὶ ἐνταῦθα καὶ ἐν τῇ μελ­λούσῃ κρίσει τῶν εὐσεβῶν μὲν καὶ ὀρθοδόξων ἀνδρῶν, ἄλλως δὲ κατὰ πά­θος ἀνθρώπινον ἢ ἀγνόημα πλημμελησάντων, ἀνάθεμα.

6. Τοῖς μὴ πίστει καθαρᾷ καὶ ἁπλῇ καὶ ὁλοψύχῳ καρδίᾳ τὰ τοῦ σωτῆ­ρος ἡμῶν καὶ θεοῦ καὶ τῆς ἀχράντως αὐτὸν τεκούσης δεσποίνης ἡμῶν [καὶ] θεοτόκου καὶ τῶν λοιπῶν ἁγίων ἐξαίσια θαύματα δεχομένοις, ἀλλὰ πειρω­μένοις ἀποδείξεσι καὶ λόγοις σοφιστικοῖς ὡς ἀδύνατα διαβάλλειν ἢ κατὰ τὸ δοκοῦν αὐτοῖς παρερμηνεύειν καὶ κατὰ τὴν ἰδίαν γνώμην συνι­στᾶν, ἀνά­θεμα.

7. Τοῖς τὰ ἑλληνικὰ διεξιοῦσι μαθήματα καὶ μὴ διὰ παίδευσιν μόνον ταῦτα παιδευομένοις, ἀλλὰ καὶ ταῖς δόξαις αὐτῶν ταῖς ματαίαις ἑπομένοις καὶ ὡς ἀληθέσι πιστεύουσι, καὶ οὕτως αὐταῖς ὡς τὸ βέβαιον ἐχούσαις ἐγ­κειμένοις, ὥστε καὶ ἑτέρους ποτὲ μὲν λάθρᾳ ποτὲ δὲ φανερῶς ἐνάγειν αὐ­ταῖς καὶ διδάσκειν ἀνενδοιάστως, ἀνάθεμα.

8. Τοῖς μετὰ τῶν ἄλλων μυθικῶν πλασμάτων ἀφ’ ἑαυτῶν καὶ τὴν καθ’ ἡμᾶς πλάσιν μεταπλάττουσι καὶ τὰς πλατωνικὰς ἰδέας ὡς ἀλη­θεῖς δεχομέ­νοις καὶ ὡς αὐθυπόστατον τὴν ὕλην παρὰ τῶν ἰδίων μορφοῦσθαι λέγουσι καὶ προφανῶς διαβάλλουσι τὸ αὐτεξούσιον τοῦ δημιουργοῦ τοῦ ἀπὸ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγαγόντος τὰ πάντα καὶ ὡς ποιητοῦ πᾶσιν ἀρχὴν καὶ τέλος ἐπιτιθέντος ἐξουσιαστικῶς καὶ δεσποτικῶς, ἀνά­θεμα.

9. Τοῖς λέγουσιν ὅτι ἐν τῇ τελευταίᾳ καὶ κοινῇ ἀναστάσει μεθ’ ἑτέρων σωμάτων οἱ ἄνθρωποι ἀναστήσονται καὶ κριθήσονται, καὶ οὐχὶ μεθ’ ὧν κα­τὰ τὸν παρόντα βίον ἐπολιτεύσαντο, ἅτε τούτων φθειρομένων καὶ ἀπολλυ­μένων, καὶ ληροῦσι κενὰ καὶ μάταια κατ᾿ αὐτοῦ τοῦ Χριστοῦ καὶ θεοῦ ἡμῶν καὶ τῶν μαθητῶν αὐτοῦ, διδασκάλων δὲ ἡμετέρων, οὕτω διδα­ξάντων ὡς μεθ’ ὧν ἐπολιτεύσαντο ἄνθρωποι σωμάτων μετὰ τούτων καὶ κριθήσον­ται, ἔτι δὲ καὶ τοῦ μεγάλου ἀποστόλου Παύλου, καὶ διαρρήδην ἐν τῷ περὶ ἀναστάσεως λόγῳ πλατύτερον διὰ παραδειγμάτων τὴν ἀλήθειαν ἀναδιδά­ξαντος καὶ τοὺς ἑτέρως φρονοῦντας ὡς ἄφρονας ἀπελέγξαντος· τοῖς γοῦν τοῖς τοιούτοις ἀντινομοθετοῦσι δόγμασι καὶ διδάγμασιν, ἀνά­θε­μα.

10. Τοῖς δεχομένοις καὶ παραδιδοῦσι τὰ μάταια καὶ ἑλληνικὰ ῥή­μα­τα· ὅτι τε προΰπαρξίς ἐστὶ τῶν ψυχῶν καὶ οὐκ ἐκ τοῦ μὴ ὄντος τὰ πάν­τα ἐγέ­νετο καὶ παρήχθη, καὶ ὅτι τέλος ἐστὶ τῆς κολάσεως ἢ ἀπο­κα­τά­στα­σις αὖθις τῆς κτίσεως καὶ τῶν ἀνθρωπίνων πραγμάτων, καὶ διὰ τῶν τοι­ού­των λόγων τὴν βασιλείαν τῶν οὐρανῶν λυομένην πάντως καὶ παρά­γουσαν εἰσάγουσιν, ἣν αἰωνίαν καὶ ἀκατάλυτον αὐτός τε ὁ Χριστὸς καὶ θεὸς ἡμῶν ἐδίδαξε καὶ παρέδοτο, καὶ διὰ πάσης τῆς Παλαιᾶς καὶ Νέας Γρα­φῆς ἡμεῖς παρελάβο­μεν, ὅτι καὶ ἡ κόλασις ἀτελεύτητος καὶ ἡ βασι­λεία ἀίδιος, διὰ δὲ τῶν τοι­ούτων λόγων ἑαυτούς τε ἀπολλύουσι καὶ ἑτέ­ροις αἰωνίας κατα­δί­κης προ­ξένοις γενομένοις, ἀνάθεμα.

11. Τοῖς δογματισθεῖσι δυσσεβῶς παρὰ τοῦ ἀμονάχου Νείλου πᾶ­σι καὶ τοῖς κοινωνοῦσιν αὐτοῖς, ἀνάθεμα.