Κεφάλαια δογματικὰ
περὶ τῆς θυσίας τοῦ Κυρίου
᾿Εκ τῆς ἐν Κωνσταντινουπόλει συνόδου τοῦ 1157
Τοῖς λέγουσιν ὅτι τὴν ἐν τῷ καιρῷ τοῦ κοσμοσωτηρίου πάθους τοῦ Κυρίου καὶ θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ προσαχθεῖσαν ὑπὲρ τῆς ἡμῶν σωτηρίας παρ' αὐτοῦ θυσίαν τοῦ τιμίου αὐτοῦ σώματός τε καὶ αἵματος, ὡς ἀρχιερέως, κατὰ τὸ ἀνθρώπινον, δι' ἡμᾶς χρηματίσαντος, ὅτι περ ὁ αὐτὸς καὶ θεὸς καὶ θύτης καὶ θῦμα, κατὰ τὸν πολὺν ἐν θεολογίᾳ Γρηγόριον, προσήγαγε μὲν αὐτὸς τῷ θεῷ καὶ πατρί, οὐ προσεδέξατο δὲ ὡς θεὸς μετὰ τοῦ πατρός, αὐτός τε ὁ μονογενὴς καὶ τὸ πνεῦμα τὸ ἅγιον, ὡς διὰ τούτων ἀποξενοῦσιν αὐτόν τε τὸν θεὸν Λόγον καὶ τὸ ὁμοούσιον καὶ ὁμόδοξον τούτου παράκλητον πνεῦμα τῆς θεοπρεποῦς ὁμοτιμίας τε καὶ ἀξίας, ἀνάθεμα.
Τοῖς τὴν καθ' ἑκάστην προσαγομένην θυσίαν ὑπὸ τῶν παραλαβόντων ἀπὸ Χριστοῦ τὴν τῶν θείων μυστηρίων ἱερουργίαν, μὴ δεχομένοις τῇ ἁγίᾳ τριάδι προσάγεσθαι, ὡς ἀντιφθεγγομένοις ἐντεῦθεν τοῖς ἱεροῖς καὶ θείοις πατράσι Βασιλείῳ τε καὶ Χρυσορρήμονι, οἷς συμφωνοῦσι καὶ οἱ λοιποὶ θεοφόροι πατέρες ἐν τοῖς οἰκείοις λόγοις τε καὶ συγγράμμασιν, ἀνάθεμα.
᾿Εκ τῆς ἐν Κωνσταντινουπόλει συνόδου τοῦ 1199
Τοῖς ἀκούουσι μὲν τοῦ σωτῆρος περὶ τῆς παρ' αὐτοῦ παραδοθείσης τῶν θείων μυστηρίων ἱερουργίας λέγοντος· «Τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν», μὴ ἐκλαμβανομένοις δὲ ὀρθῶς τὴν ἀνάμνησιν, ἀλλὰ τολμῶσι λέγειν ὅτι καινίζει φανταστικῶς καὶ εἰκονικῶς τὴν ἐπὶ τοῦ τιμίου σταυροῦ παρὰ τοῦ σωτῆρος ἡμῶν προσαχθεῖσαν θυσίαν τοῦ ἰδίου σώματός τε καὶ αἵματος, εἰς κοινὸν τῆς ἀνθρωπίνης φύσεως λύτρον τε καὶ ἐξίλασμα, ἡ καθ' ἑκάστην προσαγομένη θυσία παρὰ τῶν τὰ θεῖα ἱερουργούντων μυστήρια, καθὼς ὁ σωτὴρ ἡμῶν καὶ δεσπότης τῶν ὅλων παρέδωκε· καὶ διὰ τοῦτο ἄλλην εἶναι ταύτην παρὰ τὴν ἐξ ἀρχῆς τῷ σωτῆρι τετελεσμένην εἰσάγουσι καὶ πρὸς ἐκείνην φανταστικῶς καὶ εἰκονικῶς ἀναφερομένην, ὡς κενοῦσι τὸ τῆς φρικτῆς καὶ θείας ἱερουργίας μυστήριον, δι' οὗ τὸν τῆς μελλούσης ζωῆς ἀρραβῶνα λαμβάνομεν, καὶ ταῦτα τοῦ θείου πατρὸς ἡμῶν Ἰωάννου τοῦ χρυσορρήμονος διατρανοῦντος τῆς θυσίας τὸ ἀπαράλλακτον καὶ μίαν καὶ τὴν αὐτὴν εἶναι φάσκοντος ἐν πολλαῖς τῶν τοῦ μεγάλου Παύλου ῥητῶν ἐξηγήσεσιν, ἀνάθεμα.
Τοῖς τὰς χρονικὰς διαστάσεις ἐπὶ τῆς καταλλαγῆς τῆς ἀνθρωπίνης φύσεως πρὸς τὴν θείαν καὶ μακαρίαν φύσιν τῆς ζωαρχικῆς καὶ πανακηράτου τριάδος ἐπινοοῦσι καὶ παρεισάγουσι, καὶ πρότερον μὲν τῷ μονογενεῖ Λόγῳ νομοθετοῦσιν ἐξ αὐτῆς κατηλλάχθαι ἡμᾶς τῆς προσλήψεως, ὕστερον δὲ τῷ θεῷ καὶ πατρὶ κατὰ τὸ σωτήριον πάθος τοῦ σωτῆρος Χριστοῦ, καὶ διαιροῦσι τὰ ἀδιαίρετα, τῶν θείων καὶ μακαρίων πατέρων διὰ τοῦ τῆς οἰκονομίας μυστηρίου παντὸς καταλλάξαι ἡμᾶς ἑαυτῷ τὸν μονογενῆ διδασκόντων, δι’ ἑαυτοῦ τε καὶ ἐν ἑαυτῷ τῷ θεῷ καὶ πατρί, ἀκολούθως δὲ πάντως καὶ τῷ παναγίῳ καὶ ζωοποιῷ πνεύματι, ὡς καινῶν καὶ ἐκφύλων ἐφευρεταῖς, ἀνάθεμα.