ΕΠΙΛΟΓΕΣ
7. Χριστιανικοὶ τομεῖς Μνημεῖα πίστεως (συνοδικὰ καὶ ἄλλα ἐπίσημα κείμενα) Λίβελλος ἀποκηρύξεως τῆς λατινικῆς θρησκείας

 

Λίβελλος ἀποκηρύξεως

τῆς λατινικῆς θρησκείας

 

Συνταχθεὶς βάσει τῆς ἀκολουθίας διὰ τοὺς ἐκ τῶν λατινικῶν αἱρέσεων ἐπιστρέφοντας τῇ ὀρθοδόξῳ καθολικῇ ἐκκλη­σίᾳ, ἣν διετύπωσεν ἡ ἐν Κων­σταντινουπόλει μεγάλη σύνοδος, συγκληθεῖσα τῷ 1483-1484 δίκην οἰκουμε­νικῆς καὶ ἀνατρέψασα τὴν ἐν Φλωρεντίᾳ παρα­νομωτάτην καὶ λῃ­στρικὴν σύνοδον τοῦ 1438-1439.

 

Βουλόμενος ἐξ ὅλης μου τῆς ψυχῆς γενέσθαι ὀρθόδοξος, ἀποτάσσομαι πᾶσι τοῖς αἰσχίστοις καὶ ἀλλοτρίοις δόγμασι τῶν Λατίνων, δηλονότι περὶ τῆς ἐκπορεύσεως τοῦ ἁγίου πνεύματος, ὅτι κακῶς φρονοῦσι καὶ δοξάζουσι τὸ «καὶ ἐκ τοῦ υἱοῦ ἐκπορεύεσθαι», ἀλλὰ δὴ τῶν τε ἱερουργουμένων παρ' αὐτοῖς ἀζύμων καὶ τῶν λοιπῶν ἐθῶν τῆς ἐκκλησίας ἐκείνων, ὅσα οὐ συμ­φωνεῖ τῇ καθολικῇ καὶ ὀρθοδόξῳ Πίστει τῆς ἀνατολικῆς ἐκκλησίας.

᾿Ασπάζομαι τὸ ἅγιον τῆς Πίστεως Σύμβολον καὶ φυλάττω αὐτὸ ἀπαρα­ποίητον καὶ ἄνευ τινὸς προσθήκης λέξεως τυχὸν ἐν τούτῳ ἢ ἀφαιρέσεως, καθὼς ἐτυπώθη ὑπὸ τῶν ἁγίων καὶ οἰκουμενικῶν μεγάλων συνόδων τῆς τε ἐν Νικαίᾳ τῆς Βιθυνίας συστάσης τὸ πρῶτον καὶ τῆς ἐν Κωνσταντινουπόλει συστάσης δευτέρας, καὶ ὑπὸ πασῶν τῶν οἰκουμενικῶν συνόδων καθεξῆς βεβαιωθὲν τοῦτο καὶ κυρωθέν. καθυποβάλλω τῷ ἀναθέματι, ὡς καὶ οἱ ἅγιοι καὶ θεῖοι πατέρες ἡμῶν τοῦτο ἐποίησαν, τοὺς τολμῶντας μετὰ προσθήκης τοῦτο λέγειν τινός, καὶ «ἐκ τοῦ υἱοῦ ὥς περ καὶ ἐκ τοῦ πατρὸς ἐκπορεύεσθαι» φλυαροῦντας τὸ πνεῦμα τὸ ἅγιον.

᾿Αποβάλλομαι τὴν ἐν Φλωρεντίᾳ τῆς Ἰταλίας πάλαι σύνοδον, καὶ ὅσα ἔστερξεν ἐκείνη κακῶς ἐναντία τῆς καθολικῆς ἐκκλησίας καὶ νόθα, καὶ ὡς μηδὲ τὸ κατ᾿ ἀρχὰς συστᾶσαν ἢ γεγονυῖαν ταύτην λογίζομαι εἶναι.

᾿Αποστρέφομαι τελείως καὶ ἐξ ὅλης μου τῆς ψυχῆς καὶ τὰς συνάξεις τῶν Λατίνων ἐν ταῖς αὐτῶν ἐκκλησίαις ἢ καὶ αὐτῶν τῶν λατινοφρόνων, καὶ τοὺς τὰ ἄζυμα ἰουδαϊκῶς ἢ ἀπολλιναριστικῶς ταῦτα ἱερουργοῦντας ὡς αἱρετικούς.

᾿Απὸ τοῦ νῦν καὶ εἰς τὸ ἑξῆς, τοῦ Θεοῦ συνεργοῦντός μοι, ἐξασφαλίζο­μαι ἕως τέλους τῆς ζωῆς μου διαμένειν ἐν τῇ ὀρθοδόξῳ ταύτῃ πίστει τῆς κατὰ ἀνατολὰς ἁγίας τοῦ Χριστοῦ ἐκκλησίας ἀκλόνητος καὶ ἀσάλευτος, κἂν εἴ τί μοι γένηται. καὶ λοιπὸν ὁμολογῶ μεγάλῃ τῇ φωνῇ τὸ ἅγιον τῆς Πί­στεως ἡμῶν Σύμβολον ἄνευ τινὸς προσθήκης.

Πιστεύω εἰς ἕνα θεὸν πατέρα παντοκράτορα, ποιητὴν οὐρανοῦ καὶ γῆς, ὁρατῶν τε πάντων καὶ ἀοράτων. καὶ εἰς ἕνα Κύριον Ἰησοῦν Χρι­στόν, τὸν υἱὸν τοῦ θεοῦ τὸν μονογενῆ, τὸν ἐκ τοῦ πατρὸς γεννηθέντα πρὸ πάντων τῶν αἰώνων· φῶς ἐκ φωτός, θεὸν ἀληθινὸν ἐκ θεοῦ ἀληθι­νοῦ, γεννηθέντα, οὐ ποιηθέντα, ὁμοούσιον τῷ πατρί, δι᾿ οὗ τὰ πάντα ἐγένετο· τὸν δι᾿ ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντα ἐκ τῶν οὐρα­νῶν καὶ σαρκωθέντα ἐκ πνεύματος ἁγίου καὶ Μαρίας τῆς παρθένου καὶ ἐνανθρωπήσαντα· σταυρωθέντα τε ὑπὲρ ἡμῶν ἐπὶ Ποντίου Πιλάτου, καὶ παθόντα καὶ ταφέντα· καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ κατὰ τὰς Γραφάς· καὶ ἀνελθόντα εἰς τοὺς οὐρανοὺς καὶ καθεζό­μενον ἐκ δεξιῶν τοῦ πατρός· καὶ πάλιν ἐρχόμενον μετὰ δόξης κρῖναι ζῶντας καὶ νεκρούς· οὗ τῆς βασι­λείας οὐκ ἔσται τέλος. καὶ εἰς τὸ πνεῦ­μα τὸ ἅγιον, τὸ Κύριον, τὸ ζωοποιόν, τὸ ἐκ τοῦ πατρὸς ἐκπορευόμενον, τὸ σὺν πατρὶ καὶ υἱῷ συμπρο­σκυνού­με­νον καὶ συνδοξαζόμενον, τὸ λαλῆ­σαν διὰ τῶν προφητῶν. εἰς μίαν ἁγίαν καθολικὴν καὶ ἀποστολικὴν ἐκ­κλη­σίαν. ὁμολο­γῶ ἓν βάπτισμα εἰς ἄφεσιν ἁμαρτιῶν. προσδοκῶ ἀνά­στα­σιν νε­κρῶν, καὶ ζωὴν τοῦ μέλλον­τος αἰῶνος. ἀμήν.

᾿Επειδὴ ἀπῃτήθην δοῦναι ὁμολογίαν καθαρὰν ἐν τῷ ἱερῷ κώδικι τῆς ὀρθοδόξου ἐκκλησίας, ἤδη τὸν παρόντα ἔγγραφον λίβελλον ἀποδίδωμι, δι' οὗ καθομολογῶ καὶ στέργω ἅπαντα τὰ παρὰ τῶν θείων καὶ ἱερῶν κανόνων ἀποφανθέντα καὶ στερχθέντα τῶν τε ἀποστολικῶν καὶ τῶν ἁγίων ἑπτὰ οἰκουμενικῶν συνόδων, ἀλλὰ δὴ καὶ τῶν μερικῶν, ὡς ἡ ἁγία ὀρθόδοξος καθολικὴ καὶ ἀποστολικὴ κατὰ ἀνατολὰς τοῦ Χριστοῦ ἐκκλησία καθομολο­γεῖ, ἀποβαλλόμενος πάντα τὰ τῶν Λατίνων ἄτοπα ἔθιμα καὶ πᾶσαν ἄλλην βέβηλον κενοφωνίαν· ὧν χάριν καὶ ἡ παροῦσα ἐμὴ ἔγγραφος ὁμολογία ἐπιδίδοται.