ΕΠΙΛΟΓΕΣ
7. Χριστιανικοὶ τομεῖς Μνημεῖα πίστεως (συνοδικὰ καὶ ἄλλα ἐπίσημα κείμενα) ῾Ομολογία περὶ τοῦ υἱοῦ καὶ Λόγου τοῦ θεοῦ

 

῾Ομολογία περὶ τοῦ υἱοῦ καὶ Λόγου τοῦ θεοῦ

 

Ἤ τοι περὶ τῆς ἐνανθρωπήσεως τοῦ ἐνυποστάτου υἱοῦ καὶ Λόγου τοῦ θεοῦ, καὶ περὶ τοῦ δόγματος τῶν φύσεων ἐπὶ τοῦ αὐτοῦ καὶ ἑνὸς Χριστοῦ τοῦ θεοῦ ἡμῶν.

 

Πιστεύω εἰς ἕνα θεόν, πατέρα παντοκράτορα, ποιητήν οὐρανοῦ καὶ γῆς, ὁρατῶν τε πάντων καὶ ἀοράτων· ἄναρχον μὲν καὶ ἀγέννητον καὶ ἀναίτιον, ἀρχὴν δὲ φυσικὴν καὶ αἰτίαν υἱοῦ καὶ πνεύματος.

Πιστεύω καὶ εἰς τὸν μονογενῆ αὐτοῦ υἱόν, ἀρρεύστως καὶ ἀχρόνως ἐξ αὐτοῦ γεννηθέντα, ὁμοούσιον αὐτῷ, δι’ οὗ τὰ πάντα ἐγένετο.

Πιστεύω καὶ εἰς τὸ πνεῦμα τὸ ἅγιον τὸ ἐξ αὐτοῦ τοῦ Πατρὸς ἐκπορευ­όμενον καὶ συνδοξαζόμενον ὡς συναΐδιον καὶ σύνθρονον καὶ ὁμοούσιον καὶ ὁμόδοξον καὶ τῆς κτίσεως δημιουργόν.

Πιστεύω τὸν ἕνα τῆς αὐτῆς ὑπερουσίου καὶ ζωαρχικῆς Τριάδος, τὸν μονογενῆ Λόγον, κατελθόντα ἐκ τῶν οὐρανῶν δι’ ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμῶν σωτηρίαν σαρκωθῆναι ἐκ πνεύματος ἁγίου καὶ Μαρίας τῆς παρθένου, ἐνανθρωπῆσαι, τουτέστι τέλειον ἄνθρωπον γενέσθαι, μένοντα θεὸν καὶ μηδὲν μεταβαλόντα τῆς θείας οὐσίας, διὰ τὴν πρὸς τὴν σάρκα κοινωνίαν, ἢ ἀλλοιώσαντα· ἀλλ’ ἄνευ τροπῆς προσειληφότα τὸν ἄνθρωπον, ἐν αὐτῷ τὸ πάθος καὶ τὸν σταυρὸν ὑπομεῖναι, παντὸς πάθους κατὰ τὴν θείαν φύσιν ἐλεύθερον. καὶ ἀναστῆναι τῇ τρίτῃ ἡμέρᾳ ἐκ τῶν νεκρῶν, καὶ εἰς τοὺς οὐρανοὺς ἀνεληλυθότα ἐκ δεξιῶν καθίσαι τοῦ θεοῦ καὶ πατρός.

Πιστεύω καὶ τὰς περὶ θεοῦ καὶ τῶν θείων παραδόσεις τε καὶ ἐξηγήσεις τῆς μιᾶς καθολικῆς καὶ ἀποστολικῆς ἐκκλησίας.

Ὁμολογῶ ἓν βάπτισμα εἰς ἄφεσιν ἁμαρτιῶν.

Προσδοκῶ ἀνάστασιν νεκρῶν, καὶ ζωὴν τοῦ μέλλοντος αἰῶνος.

Ἔτι δὲ τοῦ ἐνανθρωπήσαντος Λόγου μίαν ὑπόστασιν ὁμο­λογῶ, καὶ ἕνα πιστεύω τὸν αὐτὸν καὶ κηρύττω Χριστόν, ἐν δυσὶ μετὰ τὴν ἐνανθρώπησιν ταῖς θελήσεσι καὶ φύσεσι, τὰ ἐν οἷς καὶ ἐξ ὧν πέφυκε σῴζοντα. ἀκολούθως δὲ καὶ δύο θελή­ματα πρεσβεύω, τῆς ἑκάστης φύσεως τὸ ἴδιον θέλημα καὶ τὴν ἰδίαν σῳζούσης ἐνέργειαν.

Προσκυνητής εἰμι σχετικῶς, ἀλλ’ οὐ λατρευτικῶς τῶν θείων καὶ σεπτῶν εἰκόνων, αὐτοῦ τε τοῦ Χριστοῦ καὶ τῆς πανάγνου θεομήτορος καὶ πάντων τῶν ἁγίων, καὶ ἐπὶ τὰ πρωτότυπα τὴν πρὸς ταύτας διαβιβάζω τιμήν· τοὺς δὲ ἄλλως ἢ οὕτω φρονοῦντας ὡς ἀλλοτριόφρονας ἀποβάλλομαι.

Ἀναθεματίζω Ἄρειον καὶ τοὺς σὺν αὐτῷ σύμφρονας καὶ κοινωνοὺς τῆς αὐτοῦ μανιώδους κακοδοξίας, Μακεδόνιον καὶ τοὺς περὶ αὐτὸν καλῶς ὀνο­μασθέντας πνευματομάχους, ὡσαύτως Νεστόριον καὶ τοὺς λοιποὺς αἱρεσι­άρχας, καὶ τοὺς τούτων ὁμόφρονας ἀποβάλλομαι καὶ ἀναθεματίζω, καὶ τρανῶς ἀνα­κη­ρύττω μεγίστῃ φωνῇ·

Πᾶσι τοῖς αἱρετικοῖς ἀνάθεμα!

Ὅλοις τοῖς αἱρετικοῖς ἀνάθεμα!

Τὴν δὲ δέσποιναν ἡμῶν, τὴν θεοτόκον Μαρίαν, κυρίως καὶ ἀληθῶς ὁμολογῶ καὶ κηρύττω ὡς τεκοῦσαν σαρκὶ τὸν ἕνα τῆς τριάδος, Χριστὸν τὸν θεὸν ἡμῶν· ἥ τις γενείη μοι βοηθός, σκέπη καὶ ἀντίληψις πάσας τὰς ἡμέρας τῆς ζωῆς μου. ἀμήν.