PostHeaderIcon Γένεσις, κεφ. 1 (κείμενον Ο΄)

 

Γένεσις

 

ΚΕΦΑΛΑΙΟΝ 1

 

 

[Λόγος 1ος (1:1 - 2:4α)]

 

 

1 ᾿Εν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν. 2 ἡ δὲ γῆ ἦν ἀό­ρατος καὶ ἀκατασκεύαστος, καὶ σκότος ἐπάνω τῆς ἀβύσσου, καὶ πνεῦμα Θεοῦ ἐπεφέρετο ἐπάνω τοῦ ὕδατος. 3 καὶ εἶπεν ὁ Θεός· «Γενηθήτω φῶς»· καὶ ἐγένετο φῶς. 4 καὶ εἶδεν ὁ Θεὸς τὸ φῶς ὅτι καλόν· καὶ διεχώρισεν ὁ Θεὸς ἀνὰ μέσον τοῦ φωτὸς καὶ ἀνὰ μέσον τοῦ σκότους. 5 καὶ ἐκάλεσεν ὁ Θεὸς τὸ φῶς «ἡμέραν» καὶ τὸ σκότος ἐκάλεσε «νύκτα». καὶ ἐγένετο ἑ­σπέρα καὶ ἐγένετο πρωΐ, ἡμέρα μία.

6 Καὶ εἶπεν ὁ Θεός· «Γενηθήτω στερέωμα ἐν μέσῳ τοῦ ὕδατος καὶ ἔστω διαχωρίζον ἀνὰ μέσον ὕδατος καὶ ὕδατος». καὶ ἐγένετο οὕτω. 7 καὶ ἐποίησεν ὁ Θεὸς τὸ στερέωμα, καὶ διεχώρισεν ὁ Θεὸς ἀνὰ μέσον τοῦ ὕδα­τος ὃ ἦν ὑποκάτω τοῦ στερεώματος καὶ ἀναμέσον τοῦ ὕδατος τοῦ ἐπάνω τοῦ στερεώματος. 8 καὶ ἐκάλεσεν ὁ Θεὸς τὸ στερέωμα «οὐρανόν». καὶ εἶ­δεν ὁ Θεὸς ὅτι καλόν. καὶ ἐγένετο ἑσπέρα καὶ ἐγένετο πρωΐ, ἡμέρα δευτέρα.

9 Καὶ εἶπεν ὁ Θεός· «Συναχθήτω τὸ ὕδωρ τὸ ὑποκάτω τοῦ οὐρανοῦ εἰς συναγωγὴν μίαν, καὶ ὀφθήτω ἡ ξηρά». καὶ ἐγένετο οὕτω. καὶ συνήχθη τὸ ὕδωρ τὸ ὑποκάτω τοῦ οὐρανοῦ εἰς τὰς συναγωγὰς αὐτῶν, καὶ ὤφθη ἡ ξηρά(1). 10 καὶ ἐκάλεσεν ὁ Θεὸς τὴν ξηρὰν «γῆν» καὶ τὰ συστήματα τῶν ὑδάτων ἐκάλεσε «θαλάσσας». καὶ εἶδεν ὁ Θεὸς ὅτι καλόν. 11 καὶ εἶπεν ὁ Θεός· «Βλαστησάτω ἡ γῆ βοτάνην χόρτου σπεῖρον σπέρμα κατὰ γένος καὶ καθ᾿ ὁμοιότητα, 11β καὶ ξύλον κάρπιμον ποιοῦν καρπόν, οὗ τὸ σπέρμα αὐ­τοῦ ἐν αὐτῷ κατὰ γένος ἐπὶ τῆς γῆς». καὶ ἐγένετο οὕτω. 12 καὶ ἐξήνεγκεν ἡ γῆ βοτάνην χόρτου σπεῖρον σπέρμα κατὰ γένος καὶ καθ᾿ ὁμοιότητα, 12β καὶ ξύλον κάρπιμον ποιοῦν καρπόν, οὗ τὸ σπέρμα αὐτοῦ ἐν αὐτῷ κατὰ γένος ἐπὶ τῆς γῆς. 13 καὶ εἶδεν ὁ Θεὸς ὅτι καλόν. καὶ ἐγένετο ἑσπέρα καὶ ἐγένε­το πρωΐ, ἡμέρα τρίτη.

14 Καὶ εἶπεν ὁ Θεός· «Γενηθήτωσαν φωστῆρες ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ εἰς φαῦσιν ἐπὶ τῆς γῆς, τοῦ διαχωρίζειν ἀνὰ μέσον τῆς ἡμέρας καὶ ἀνὰ μέσον τῆς νυκτός· 14β καὶ ἔστωσαν εἰς σημεῖα καὶ εἰς καιροὺς καὶ εἰς ἡμέρας καὶ εἰς ἐνιαυτούς· 15 καὶ ἔστωσαν εἰς φαῦσιν ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ, ὥστε φαίνειν ἐπὶ τῆς γῆς». καὶ ἐγένετο οὕτω. 16 καὶ ἐποίησεν ὁ Θεὸς τοὺς δύο φωστῆρας τοὺς μεγάλους, τὸν φωστῆρα τὸν μέγαν εἰς ἀρχὰς τῆς ἡμέρας 16β καὶ τὸν φωστῆρα τὸν ἐλάσσω εἰς ἀρχὰς τῆς νυκτός, καὶ τοὺς ἀστέρας. 17 καὶ ἔθετο αὐτοὺς ὁ Θεὸς ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ, ὥστε φαίνειν ἐπὶ τῆς γῆς 18 καὶ ἄρχειν τῆς ἡμέρας καὶ τῆς νυκτὸς καὶ διαχωρίζειν ἀνὰ μέσον τοῦ φωτὸς καὶ ἀνὰ μέσον τοῦ σκότους. 18β (2)καὶ εἶδεν ὁ Θεὸς ὅτι καλόν. 19 καὶ ἐγένετο ἑσπέρα καὶ ἐγένετο πρωΐ, ἡμέρα τετάρτη.

20 Καὶ εἶπεν ὁ Θεός· «᾿Εξαγαγέτω τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν καὶ πετεινὰ πετόμενα ἐπὶ τῆς γῆς κατὰ τὸ στερέωμα τοῦ οὐρανοῦ». καὶ ἐγένετο οὕτω. 21 καὶ ἐποίησεν ὁ Θεὸς τὰ κήτη τὰ μεγάλα καὶ πᾶσαν ψυχὴν ζῴων ἑρπετῶν, ἃ ἐξήγαγε τὰ ὕδατα κατὰ γένη αὐτῶν, 21β καὶ πᾶν πετεινὸν πτερωτὸν κατὰ γένος. καὶ εἶδεν ὁ Θεὸς ὅτι καλά. 22 καὶ εὐλόγησεν αὐτὰ ὁ Θεὸς λέγων· «Αὐξάνεσθε καὶ πληθύνεσθε 22β καὶ πληρώσατε τὰ ὕδατα ἐν ταῖς θαλάσσαις, καὶ τὰ πετεινὰ πληθυνέσθωσαν ἐπὶ τῆς γῆς». 23 καὶ ἐγένετο ἑσπέρα καὶ ἐγένετο πρωΐ, ἡμέρα πέμπτη.

24 Καὶ εἶπεν ὁ Θεός· «᾿Εξαγαγέτω ἡ γῆ ψυχὴν ζῶσαν κατὰ γένος, 24β τε­τράποδα καὶ ἑρπετὰ καὶ θηρία τῆς γῆς κατὰ γένος». καὶ ἐγένετο οὕτω. 25 καὶ ἐποίησεν ὁ Θεὸς τὰ θηρία τῆς γῆς κατὰ γένος, καὶ τὰ κτήνη κατὰ γένος αὐτῶν 25β καὶ πάντα τὰ ἑρπετὰ τῆς γῆς κατὰ γένος αὐτῶν. καὶ εἶδεν ὁ Θεὸς ὅτι καλά. 26 καὶ εἶπεν ὁ Θεός· «Ποιήσωμεν ἄνθρωπον κατ᾿ εἰκόνα ἡμετέραν καὶ καθ᾿ ὁμοίωσιν, 26β καὶ ἀρχέτωσαν τῶν ἰχθύων τῆς θαλάσσης καὶ τῶν πετεινῶν τοῦ οὐρανοῦ καὶ τῶν κτηνῶν 26γ καὶ πάσης τῆς γῆς καὶ πάντων τῶν ἑρπετῶν τῶν ἑρπόντων ἐπὶ τῆς γῆς». 27 καὶ ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον, κατ᾿ εἰκόνα Θεοῦ ἐποίησεν αὐτόν, ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς. 28 καὶ εὐλόγησεν αὐτοὺς ὁ Θεὸς λέγων· «Αὐξάνεσθε καὶ πληθύνε­σθε καὶ πληρώσατε τὴν γῆν καὶ κατακυριεύσατε αὐτῆς 28β καὶ ἄρχετε τῶν ἰχθύων τῆς θαλάσσης καὶ τῶν πετεινῶν τοῦ οὐρανοῦ καὶ πάντων τῶν κτη­νῶν 28γ καὶ πάσης τῆς γῆς καὶ πάντων τῶν ἑρπετῶν τῶν ἑρπόντων ἐπὶ τῆς γῆς». 29 καὶ εἶπεν ὁ Θεός· «᾿Ιδοὺ δέδωκα ὑμῖν πάντα χόρτον σπόριμον σπεῖρον σπέρμα, ὅ ἐστιν ἐπάνω πάσης τῆς γῆς, 29β καὶ πᾶν ξύλον, ὃ ἔχει ἐν ἑαυτῷ καρπὸν σπέρματος σπορίμου, ὑμῖν ἔσται εἰς βρῶσιν· 30 καὶ πᾶσι τοῖς θηρίοις τῆς γῆς καὶ πᾶσι τοῖς πετεινοῖς τοῦ οὐρανοῦ 30β καὶ παντὶ ἑρπετῷ ἕρποντι ἐπὶ τῆς γῆς, ὃ ἔχει ἐν ἑαυτῷ ψυχὴν ζωῆς, 30γ καὶ πάντα χόρτον χλωρὸν εἰς βρῶσιν». καὶ ἐγένετο οὕτω. 31 καὶ εἶδεν ὁ Θεὸς τὰ πάντα ὅσα ἐποίησε, καὶ ἰδοὺ καλὰ λίαν. 31β καὶ ἐγένετο ἑσπέρα καὶ ἐγένετο πρωΐ, ἡμέρα ἕκτη.

 

Παραπομπαί

(ἡ παραπομπὴ Χ:0 σημαίνει ὅλον τὸ Χ κεφάλαιον)

1. 1) 2:3-25· 5:1-2· 6:7. Εξ 20:2. Δευτ 4:32· 8:19· 13:16-11. Ψ 8:0· 32:6-9· 88:10-13· 101:25· 103:0· 135:5· 145:6. Ιωβ 26:7-14· 38:0-39:0. Πρμ 8:22-31. Ησ 42:5· 44:24. Ιερ 10:12· 51:15. Ζχ 12:1. Μρ 13:19· Ιω 1:1-3. Πρξ 14:15· 17:24. Κλσ 1:16, 17. Εφ 3:9. Εβρ 1:10· 11:3. Απ 4:11· 10:6.

2) Δευτ 32:11. Ψ 32:6-7. Ησ 34:11· 40:13, 14. Ιερ 4:23. Ιεζ 37:9. Ιωνα 2:6.

3) Ψ 26:1· 28:0· 32:6, 9· 103:2. Ιωβ 33:28. Ησ 9:1-2· 40:8· 55:11. Ιω 1:9· 9:5. Ρμ 4:17. 2Κορ 4:6. 1Τιμ 6:16. Εβρ 1:2-3. Ιακ 1:17.

4) Πρμ 15:30. Εκ 11:7. Ησ 45:7. 2Κορ 4:6· 6:14.

5) Ψ 18:3· 73:16· 103:20. Ησ 45:7· 60:19. 2Κορ 4:6. Απ 22:5.

6) 7:11. Εξ 20:4. Ψ 33:6· 103:3, 13· 135:6. Ιωβ 26:7-8· 37:18. Αμ 4:13· 9:16. Μλχ 3:10. Ησ 40:22β. Ιερ 10:12· 28:15.

7) Πρμ 8:28. Ψ 148:4. Ιεζ 1:22-25. 2Πετ 3:5.

8) Ησ 40:22. Ιωβ 37:18. Πρμ 8:28. 2Πετ 3:5.

9-10) Ιωβ 26:8-10· 38:8-11. Εκ 1:7. Ψ 4:5· 32:7· 94:5· 103:6-16· 135:6· 138:9. Πρμ 8:28-29. Ιωνα 1:9. Ιερ 5:22. 2Πετ 3:5.

11) Ψ 94:10-14. Λκ 6:44. Εβρ 6:7. 

12) Ησ 55:10,11· 61:11. Μρ 4:28. Μτ 13:24-26. Λκ 6:44. 2Κορ 9:10. Γαλ 6:7.

13) Ψ 73:17· 103:19.

14) Δευτ 4:19. Ψ 73:16-17· 103:19· 135:7-8. Ησ 40:26. Ιερ 38:36. Βρχ 3:33-35. Μτ 16:2-3.

15) Δευτ 4:19, Ιερ. 38(31):35.

16) Ψ 8:3· 18:6-7· 103:19· 135:7-9· 148:3-5. Ιωβ 38:7. 

17) 9:13. Ιωβ 38:12. Ψ 8:1,3. Πρξ 13:47.

18) Ψ 18:2. Ιερ 31:35.

19) 1:5,8,13,23,31. Ψ 54:17.

20) 6:20· 7:14· 8:19. Ψ 73:13· 103:25· 148:7. Ιωβ 12:7-10.

21) 2:19· 6:20· 7:14· 8:19. Ψ 73:13· 103:26· 147:7. Ιωβ 40:25, 29. Ησ 27:1· 51:10.

22) 8:17. Εκ 3:14.

24) 1:20. Λευ 17:11. Ψ 49:9-10.

25) Ψ 49:10-11.

26-27) 1:3· 5:1-2· 9:6. Ψ 8:5-6· 99:3. Εκ 7:29. Μλχ 2:15. Μτ 5:48· 19:4. Μρ 10:6. Λκ 6:36. Πρξ 17:26, 28, 29. 1Κορ 11:7· 15:49. Γαλ 3:28. Κλσ 3:10. Εφ 4:24. Ιακ 3:9. 1Ιω 3:2.

28) 5:2· 8:17· 9:1-7. Λευ 26:9. Ψ 8:6-9· 126:3· 127:3-4. Πρξ 17:26. Ιακ 3:7.

29) 2:9, 16· 4:2-4· 9:3. Ψ 35:7· 46:7· 103:14-15· 135:25. Ιωβ 36:31. Πρξ 14:17.

30) Ψ 144:15-16· 147:9. Ιωβ 38:41. Ησ 11:6-9.

31) Ψ 103:24. Εκ 3:11· 7:29. 1Τιμ 4:4.

 

Σημειώσεις 1ου κεφαλαίου

(1) ῾Ο στίχος 9β ἀπουσιάζει ἐκ τοῦ μασοριτικοῦ κειμένου, τὸ ὁποῖον οὕτω δείκνυται ἐλλιπὲς ἔναντι τοῦ κειμένου τῶν Ο΄.

(2) Θὰ ἦτο ἴσως ὀρθότερον ὁ στίχος 19 νὰ ἤρχιζεν ἐκ τοῦ σημείου τούτου.

 

᾿Εξηγήσεις συμβόλων καὶ στοιχείων

 

 

 

2