PostHeaderIcon Α΄ Θεσσαλονικεῖς, κεφ. 2

 

Α΄ πρὸς Θεσσαλονικεῖς

ἐπιστολὴ Παύλου

 

ΚΕΦΑΛΑΙΟΝ 2

 

1 Αὐτοὶ γὰρ οἴδατε, ἀδελφοί, τὴν εἴσοδον ἡμῶν τὴν πρὸς ὑμᾶς ὅτι οὐ κενὴ γέγονεν, 2 ἀλλὰ προπαθόντες καὶ ὑβρισθέντες, καθὼς οἴδατε, ἐν Φι­λίπποις, ἐπαρρησιασάμεθα ἐν τῷ Θεῷ ἡμῶν λαλῆσαι πρὸς ὑμᾶς τὸ εὐ­αγγέλιον τοῦ Θεοῦ ἐν πολλῷ ἀγῶνι. 3 ἡ γὰρ παράκλησις ἡμῶν οὐκ ἐκ πλά­νης οὐδὲ ἐξ ἀκαθαρσίας οὔτε ἐν δόλῳ, 4 ἀλλὰ καθὼς δεδοκιμάσμεθα ὑπὸ τοῦ Θεοῦ πιστευθῆναι τὸ εὐαγγέλιον, οὕτω λαλοῦμεν, οὐχ ὡς ἀνθρώποις ἀρέσκοντες, ἀλλὰ τῷ Θεῷ τῷ δοκιμάζοντι τὰς καρδίας ἡμῶν. 5 οὔτε γάρ ποτε ἐν λόγῳ κολακείας ἐγενήθημεν, καθὼς οἴδατε, οὔτε ἐν προφάσει πλε­ονεξίας, Θεὸς μάρτυς, 6 οὔτε ζητοῦντες ἐξ ἀνθρώπων δόξαν, οὔτε ἀφ᾿ ὑμῶν οὔτε ἀπὸ ἄλλων, δυνάμενοι ἐν βάρει εἶναι ὡς Χριστοῦ ἀπόστολοι, 7 ἀλλ᾿ ἐγενήθημεν ἤπιοι ἐν μέσῳ ὑμῶν, ὡς ἂν τροφὸς θάλπῃ τὰ ἑαυτῆς τέκνα.(1) 8 οὕτως ὁμειρόμενοι ὑμῶν εὐδοκοῦμεν μεταδοῦναι ὑμῖν οὐ μόνον τὸ εὐαγγέ­λιον τοῦ Θεοῦ, ἀλλὰ καὶ τὰς ἑαυτῶν ψυχάς, διότι ἀγαπητοὶ ἡμῖν γεγένη­σθε. 9 μνημονεύετε γάρ, ἀδελφοί, τὸν κόπον ἡμῶν καὶ τὸν μόχθον· νυκτὸς γὰρ καὶ ἡμέρας ἐργαζόμενοι πρὸς τὸ μὴ ἐπιβαρῆσαί τινα ὑμῶν ἐκηρύξαμεν εἰς ὑμᾶς τὸ εὐαγγέλιον τοῦ Θεοῦ. 10 ὑμεῖς μάρτυρες καὶ ὁ Θεὸς ὡς ὁσίως καὶ δικαίως καὶ ἀμέμπτως ὑμῖν τοῖς πιστεύουσιν ἐγενήθημεν, 11 καθά περ οἴδατε,(2) ὡς ἕνα ἕκαστον ὑμῶν ὡς πατὴρ τέκνα ἑαυτοῦ παρακαλοῦντες ὑμᾶς καὶ παραμυθούμενοι (3) 12 καὶ μαρτυρόμενοι εἰς τὸ περιπατῆσαι ὑμᾶς ἀξίως τοῦ Θεοῦ τοῦ καλοῦντος ὑμᾶς εἰς τὴν ἑαυτοῦ βασιλείαν καὶ δόξαν.

13 Διὰ τοῦτο καὶ ἡμεῖς εὐχαριστοῦμεν τῷ Θεῷ ἀδιαλείπτως, 13β ὅτι πα­ραλαβόντες λόγον ἀκοῆς παρ᾿ ἡμῶν τοῦ Θεοῦ,(4) ἐδέξασθε οὐ λόγον ἀνθρώ­πων, 13γ ἀλλὰ καθώς ἐστιν ἀληθῶς, λόγον Θεοῦ, ὃς καὶ ἐνεργεῖται ἐν ὑμῖν τοῖς πιστεύουσιν. 14 ὑμεῖς γὰρ μιμηταὶ ἐγενήθητε, ἀδελφοί, τῶν ἐκκλησιῶν τοῦ Θεοῦ τῶν οὐσῶν ἐν τῇ ᾿Ιουδαίᾳ ἐν Χριστῷ ᾿Ιησοῦ, 14β ὅτι τὰ αὐτὰ ἐπά­θετε καὶ ὑμεῖς ὑπὸ τῶν ἰδίων συμφυλετῶν καθὼς καὶ αὐτοὶ ὑπὸ τῶν ᾿Ιου­δαίων 15 τῶν καὶ τὸν Κύριον ἀποκτεινάντων ᾿Ιησοῦν καὶ τοὺς ἰδίους προ­φήτας, καὶ ἡμᾶς ἐκδιωξάντων, 15β καὶ Θεῷ μὴ ἀρεσκόντων, καὶ πᾶσιν ἀν­θρώποις ἐναντίων, 16 κωλυόντων ἡμᾶς τοῖς ἔθνεσι λαλῆσαι ἵνα σωθῶσιν, εἰς τὸ ἀναπληρῶσαι αὐτῶν τὰς ἁμαρτίας πάντοτε. 16β ἔφθασε δὲ ἐπ᾿ αὐτοὺς ἡ ὀργὴ εἰς τέλος.

17 ῾Ημεῖς δέ, ἀδελφοί, ἀπορφανισθέντες ἀφ᾿ ὑμῶν πρὸς καιρὸν ὥρας, προσώπῳ οὐ καρδίᾳ, 17β περισσοτέρως ἐσπουδάσαμεν τὸ πρόσωπον ὑμῶν ἰδεῖν ἐν πολλῇ ἐπιθυμίᾳ. 18 δι᾿ ὃ ἠθελήσαμεν ἐλθεῖν πρὸς ὑμᾶς, ἐγὼ μὲν Παῦλος καὶ ἅπαξ καὶ δίς, καὶ ἐνέκοψεν ἡμᾶς ὁ σατανᾶς. 19 τίς γὰρ ἡμῶν ἐλπὶς ἢ χαρὰ ἢ στέφανος καυχήσεως 19β ἢ οὐχὶ καὶ ὑμεῖς ἔμπροσθεν τοῦ Κυρίου ἡμῶν ᾿Ιησοῦ [Χριστοῦ] ἐν τῇ αὐτοῦ παρουσίᾳ; 20 ὑμεῖς γάρ ἐστε ἡ δόξα ἡμῶν καὶ χαρά.

 

 

Παραπομπαί

(ἡ παραπομπὴ Χ:0 σημαίνει ὅλον τὸ Χ κεφάλαιον)

2. 1-2) 1:5,6,9· 5:2. Πρξ 16:20-24· 17:2. Φιλ 1:30· 4:19. Εφ 6:20. Κλσ 2:1.

3) 2:5, 6. Πρξ 4:36· 13:15. 2Θεσ 2:11. Εφ 4:14. 2Κορ 2:17· 4:2· 5:20· 7:2· 12:16.

4) Ρμ 8:27. Εφ 6:6. Γαλ 1:10· 2:7. 1Τιμ 1:11,12. Ττ 1:3.

5-6) 2:3,10. Μρ 12:40. Ιω 5:41,44· 12:43. Πρξ 20:23,33. Ρμ 1:9· 9:1. 2Κορ 1:23,33· 2:17· 4:2· 7:2· 11:31· 12:17. Γαλ 1:20. Φιλ 1:8. 2Θεσ 3:8,9. 1Τιμ 5:21. 2Τιμ 4:1.

7-8) 2:10,17. Δευτ 22:6. Ρμ 1:11. 1Κορ 2:3· 4:21· 9:1. 2Κορ 10:1,2,10,11,15· 12:15· 13:4.

9) 2Θεσ 3:8-9. Πρξ 18:3· 20:34. 1Κορ 4:12. 2Κορ 11:7,9,27· 12:3,13.

10) 2:5. Ιω 15:26,27. Ττ 2:12.

11-12) 2:7· 4:1. 2Θεσ 2:14. Γεν 17:1. Πρξ 20:18,20,31. 1Κορ 1:9· 4:14,15· 7:20. Κλσ 1:10,13. Εφ 4:1,17. Φιλ 1:27. 1Τιμ 6:12. 1Πετ 5:10.

13) 1:2,6. 2Θεσ 2:13. Μτ 10:40. Πρξ 8:14· 11:1. Ρμ 10:16,17. Γαλ 1:11· 4:14. 2Πετ 3:2.

14) 1:6. Πρξ 8:1· 12:1· 17:5-9,13. Γαλ 1:22. Εβ 10:34.

15-16) Γεν 15:16. Δν 8:23. Μτ 23:32-34,37,38. Λκ 13:33. Πρξ 2:23· 7:51,52· 9:23-30· 13:45,50· 14:5,19· 17:5,13· 18:12· 19:8,9· 22:21,22.

17-18) 2:7· 3:6,10,11. Ρμ 1:11,13· 15:22,23. 2Κορ 7:8. Γαλ 2:5. Φιλ 4:6. Φλμ 15.

19-20) 1:4. Πρμ 16:31. Ιεζ 16:12· 23:42. 1Θεσ 3:13· 5:23. 1Κορ 9:25. 2Κορ 1:14. Φιλ 2:16· 4:1.

 

Σημειώσεις 2ου κεφαλαίου

(1) Β.Α. θέτει ἄνω στιγμὴν ἀντὶ τελείας.

(2) Β.Α. δὲν ἔχει κόμμα.

(3) ῾Ο στίχος 12 ἄρχεται ὡς ἐνταῦθα εἰς τὴν Κ.Δ. ἔτους 1955 ὑπὸ Α.Δ., εἰς τὴν ἑρμη­νείαν τῶν Θεοφυλάκτου καὶ Νικοδήμου, καὶ εἰς διαφόρους ἐκδόσεις τοῦ Textus Receptus. Ἄλλαι ἐκδόσεις ἀριθμοῦν τὸν στίχον ἀπὸ τῶν λέξεων παρακαλοῦντες ὑμᾶς καὶ παραμυ­θούμενοι. ῾Η στιχαρίθμησις Β.Α. εἶναι ἀσαφής.

(4) Β.Α. δὲν ἔχει κόμμα.