Α΄ πρὸς Θεσσαλονικεῖς

ἐπιστολὴ Παύλου

 

ΚΕΦΑΛΑΙΟΝ 4

 

§5

1 Τὸ λοιπὸν οὖν, ἀδελφοί, ἐρωτῶμεν ὑμᾶς καὶ παρακαλοῦμεν ἐν Κυρίῳ ᾿Ιησοῦ, καθὼς παρελάβετε παρ᾿ ἡμῶν τὸ πῶς δεῖ ὑμᾶς περιπατεῖν καὶ ἀρέσκειν Θεῷ, ἵνα περισσεύητε μᾶλλον· 2 οἴδατε γὰρ τίνας παραγγελίας ἐδώκαμεν ὑμῖν διὰ τοῦ Κυρίου ᾿Ιησοῦ. 3 Τοῦτο γάρ ἐστι θέλημα τοῦ Θεοῦ, ὁ ἁγιασμὸς ὑμῶν, ἀπέχεσθαι ὑμᾶς ἀπὸ τῆς πορνείας, 4 εἰδέναι ἕκαστον ὑμῶν τὸ ἑαυτοῦ σκεῦος κτᾶσθαι ἐν ἁγιασμῷ καὶ τιμῇ, 5 μὴ ἐν πάθει ἐπιθυ­μίας καθά περ καὶ τὰ ἔθνη τὰ μὴ εἰδότα τὸν Θεόν, 6 τὸ μὴ ὑπερβαίνειν καὶ πλεονεκτεῖν ἐν τῷ πράγματι τὸν ἀδελφὸν αὐτοῦ, διότι ἔκδικος ὁ Κύριος περὶ πάντων τούτων, καθὼς καὶ προείπομεν ὑμῖν καὶ διεμαρτυράμεθα. 7 οὐ γὰρ ἐκάλεσεν ἡμᾶς ὁ Θεὸς ἐπὶ ἀκαθαρσίᾳ, ἀλλ᾿ ἐν ἁγιασμῷ. 8 τοιγα­ροῦν ὁ ἀθετῶν οὐκ ἄνθρωπον ἀθετεῖ, ἀλλὰ τὸν Θεὸν τὸν καὶ δόντα τὸ Πνεῦμα αὐτοῦ τὸ ῞Αγιον εἰς ὑμᾶς.

9 Περὶ δὲ τῆς φιλαδελφίας οὐ χρείαν ἔχετε γράφειν ὑμῖν· αὐτοὶ γὰρ ὑμεῖς θεοδίδακτοί ἐστε εἰς τὸ ἀγαπᾶν ἀλλήλους· 10 καὶ γὰρ ποιεῖτε αὐτὸ εἰς πάντας τοὺς ἀδελφοὺς τοὺς ἐν ὅλῃ τῇ Μακεδονίᾳ. 10β παρακαλοῦμεν δὲ ὑμᾶς, ἀδελφοί, περισσεύειν μᾶλλον 11 καὶ φιλοτιμεῖσθαι ἡσυχάζειν καὶ πράσσειν τὰ ἴδια καὶ ἐργάζεσθαι ταῖς ἰδίαις χερσὶν ὑμῶν, καθὼς ὑμῖν πα­ρηγγείλαμεν, 12 ἵνα περιπατῆτε εὐσχημόνως πρὸς τοὺς ἔξω καὶ μηδενὸς χρείαν ἔχητε.
 

§6

13 Οὐ θέλομεν δὲ ὑμᾶς ἀγνοεῖν, ἀδελφοί, περὶ τῶν κεκοιμημένων, ἵνα μὴ λυπῆσθε καθὼς καὶ οἱ λοιποὶ οἱ μὴ ἔχοντες ἐλπίδα. 14 εἰ γὰρ πιστεύο­μεν ὅτι ᾿Ιησοῦς ἀπέθανε καὶ ἀνέστη, οὕτω καὶ ὁ Θεὸς τοὺς κοιμηθέντας διὰ τοῦ ᾿Ιησοῦ ἄξει σὺν αὐτῷ. 15 τοῦτο γὰρ ὑμῖν λέγομεν ἐν λόγῳ Κυρίου, ὅτι ἡμεῖς οἱ ζῶντες οἱ περιλειπόμενοι εἰς τὴν παρουσίαν τοῦ Κυρίου οὐ μὴ φθάσωμεν τοὺς κοιμηθέντας· 16 ὅτι αὐτὸς ὁ Κύριος ἐν κελεύσματι, ἐν φωνῇ ἀρχαγγέλου καὶ ἐν σάλπιγγι Θεοῦ καταβήσεται ἀπ᾿ οὐρανοῦ, 16β καὶ οἱ νε­κροὶ ἐν Χριστῷ ἀναστήσονται πρῶτον, 17 ἔπειτα ἡμεῖς οἱ ζῶντες οἱ περιλει­πόμενοι ἅμα σὺν αὐτοῖς ἁρπαγησόμεθα ἐν νεφέλαις 17β εἰς ἀπάντησιν τοῦ Κυρίου εἰς ἀέρα, καὶ οὕτω πάντοτε σὺν Κυρίῳ ἐσόμεθα. 18 ὥστε παρακα­λεῖτε ἀλλήλους ἐν τοῖς λόγοις τούτοις.

 

 

Παραπομπαί

4. 1-2) 2:12 3:12 4:10-12, 15 5:12. Φιλ 1:27. 1Κορ 15:1. Ρμ 12:1· 15:30.

3-5) Λευ 11:44· 19:2. 1Θεσ 4:7. 2Θεσ 1:8. Εβρ 12:14· 13:4. 1Πετ 1:15,16· 3:7. Εφ 4:17,18· 5:17,27. Φιλ 4:8. Κλσ 3:5. Γαλ 4:8. 1Κορ 6:13,15· 7:2· 15:34. Ρμ 1:24· 12:2.

6) 4:11. Εφ 4:19. Γαλ 5:21. 1Κορ 6:8-10· 15:34. Ρμ 13:4.

7) 4:3. Λευ 11:44· 19:2. Ιω 17:19. 1Κορ 1:2.

8) 1Κορ 6:19,20· 7:40. Λκ 10:16.

9) 3:12· 5:1,2. Λευ 19:18. Ιερ 31:34,44. Εφ 5:2. Εβρ 13:1. 1Πετ 4:8. 1Ιω 2:20,27· 3:11,23· 4:21. Μτ 22:39. Ιω 6:45· 13:34· 14:26· 15:12.

10-12) 1:3,7· 3:12· 4:1,2· 5:11. 2Θεσ 3:4,6-12. Κλσ 4:5. 2Κορ 5:12. Ρμ 13:13.

11) Πρξ 20:34. Εφ 4:28. 2Θεσ 3:7,8,12. 1Πετ 4:15.

13) 4:18· 5:6,14. Λευ 19:28. Δευτ 14:1. 2Βασ 12:20. Φιλ 1:12. Εφ 2:3,12. 1Κορ 15:19,32. Ρμ 1:13. Πρξ 23:6-8. Ιω 11:13.

14) 1Κορ 6:14· 15:3,4,12-20. Ρμ 8:11. Ιω 5:28,29· 6:39.

15) 4:2,17. 1Κορ 7:10,52· 15:22,51. Ρμ 13:11.

16) 2Θεσ 1:7. 1Κορ 15:23,25,51,52. Μτ 24:31.

17) 4:14,15· 5:10. Απ 11:12. Πρξ 1:9,11. Ιω 12:26· 14:3· 17:24.

18) 4:13· 5:11.

 

 

᾿Εξηγήσεις συμβόλων καὶ στοιχείων