από Dionysios » Παρ 05 Αύγ 2011, 20:24:02
Κατεμήνυον τὴν ἔξοδον τὴν ἐν σταυρῷ σου ἐν Θαβὼρ παρόντες
ὁ ἐν πυρί σε καὶ βάτῳ πάλαι προκατιδὼν Μωσῆς
καὶ ὁ μετάρσιος δίφρῳ ἐν πυρίνῳ Ἠλίας, Χριστέ.
(ᾠδὴ 4η α΄ κανόνος, τροπάριον 4ον)
Ἐγέρθητε, οἱ νωθεῖς, μὴ πάντοτε χαμερπεῖς,
οἱ συγκάμπτοντες εἰς γῆν τὴν ψυχήν μου λογισμοί,
ἐπάρθητε καὶ ἄρθητε εἰς ὕψος θείας ἀναβάσεως,
προσδράμωμεν Πέτρῳ καὶ τοῖς Ζεβεδαίου
καὶ ἅμα ἐκείνοις τὸ θαβώριον ὄρος προφθάσωμεν,
ἵνα ἴδωμεν σὺν αὐτοῖς τὴν δόξαν τοῦ Θεοῦ ἡμῶν,
φωνῆς δὲ ἀκούσωμεν, ἧς περ ἄνωθεν ἤκουσαν,
καὶ ἐκήρυξαν τοῦ Πατρὸς τὸ ἀπαύγασμα.
(ὁ οἶκος τῆς ἑορτῆς)
Ἔθελξας πόθῳ με, Χριστέ,
καὶ ἠλλοίωσας τῷ θείῳ σου ἔρωτι,
ἀλλὰ κατάφλεξον πυρὶ ἀύλῳ τὰς ἁμαρτίας μου
καὶ ἐμπλησθῆναι τῆς ἐν σοὶ τρυφῆς καταξίωσον,
ἵνα τὰς δύο σκιρτῶν μεγαλύνω, ἀγαθέ, παρουσίας σου.
(9η ᾠδὴ β΄ κανόνος, τελευταῖον τροπάριον)
— ῾Η ἑορτὴ τῆς μεταμορφώσεως ἔχει στενοτάτην σχέσιν μὲ τὴν σταύρωσιν τοῦ Κυρίου ὄχι μόνον χρονικῶς, ἀλλὰ καὶ νοηματικῶς καὶ θεολογικῶς. ἡ δόξα τοῦ σταυροῦ ἔλαμψεν ἐν τῷ θαβωρίῳ ὄρει.
— ῾Ωρισμένοι ὕμνοι ἐκ τῶν ὑπαρχόντων εἰς τὰς προεορτίους καὶ μεθεόρτους ἡμέρας μιᾶς ἑορτῆς εἶναι ἀρχαῖοι ὕμνοι τῆς κυριωνύμου ἡμέρας. ὁσάκις νεώτερα ὑμνογραφήματα ἐπεκράτησαν εἰς τὴν κυριώνυμον ἡμέραν, οἱ παλαιότεροι ὕμνοι ἐχρησιμοποιήθησαν (εἰς τὸ μέτρον τοῦ ἐφικτοῦ) διὰ τὰς προεορτίους καὶ μεθεόρτους ἡμέρας.
— ῾Η μετοχὴ τοῦ πιστοῦ εἰς τὸ θεῖον καὶ ἱερὸν μυστήριον τῆς λειτουργίας εἶναι μετοχὴ εἰς τὴν προσωπικήν του μεταμόρφωσιν διὰ τῆς τοῦ ἀκτίστου φωτὸς τοῦ ἐν τριάδι θεοῦ ἡμῶν μεθέξεως.
Ἔτη πολλὰ καὶ εὐλογημένα ἐπὶ τῇ μεγάλῃ καὶ δεσποτικῇ ταύτῃ ἑορτῇ τῆς μεταμορφώσεως.