ΚΙΝΗΤΟΝ ΕΟΡΤΟΛΟΓΙΟΝ
† ΚΥΡΙΑΚΗ ΤΟΥ ΑΓΙΟΥ ΠΑΣΧΑ. «ΤΗΝ ΖΩΗΦΟΡΟΝ ΑΝΑΣΤΑΣΙΝ ΤΟΥ ΚΥΡΙΟΥ ΚΑΙ ΘΕΟΥ ΚΑΙ ΣΩΤΗΡΟΣ ΗΜΩΝ ΙΗΣΟΥ ΧΡΙΣΤΟΥ ΕΟΡΤΑΖΟΜΕΝ».
† Δευτέρα τῆς διακαινησίμου.
† Τρίτη τῆς διακαινησίμου.
Τῇ Τρίτῃ τῆς διακαινησίμου μνήμη τῶν ἁγίων νεοφανῶν μαρτύρων ῾Ραφαήλ, Νικολάου, Εἰρήνης τῶν ἐν Λέσβῳ· ὡσαύτως μνήμη πάντων τῶν ὁσιομαρτ. τῆς μονῆς Μεταμορφώσεως Νταοὺ Πεντέλης († Πάσχα 1690).
† Τετάρτη τῆς διακαινησίμου.
† Πέμπτη τῆς διακαινησίμου.
Τῇ Πέμπτῃ τῆς διακαινησίμου ἑορτάζεται ἡ μνήμη τοῦ νεομάρτυρος Μιχαὴλ τοῦ Εὐρυτᾶνος (+ 21 Μαρτίου 1544) ἐν τῇ γενετείρᾳ αὐτοῦ Γρανίτσῃ.
† Παρασκευὴ τῆς διακαινησίμου. «Τὰ ἐγκαίνια τοῦ ναοῦ τῆς ὑπεραγίας Θεοτόκου, τῆς Ζωοδόχου Πηγῆς».
† Σάββατον τῆς διακαινησίμου.
† ΚΥΡΙΑΚΗ ΤΟΥ ΑΝΤΙΠΑΣΧΑ (Β΄ ΑΠΟ ΤΟΥ ΠΑΣΧΑ, ΤΟΥ ΘΩΜΑ). «Τὰ ἐγκαίνια τῆς (καθ᾿ ἑβδομάδα ἀνακυκλουμένης) ἑορτῆς τῆς τοῦ Χριστοῦ ἀναστάσεως καὶ ἡ τοῦ ἀποστόλου Θωμᾶ σωτήριος ὁμολογία».
Τῇ αὐτῇ Κυριακῇ μνήμη τῶν 5 νεομαρτ. Θεοδώρου, ᾿Εμμανουήλ, Μιχαήλ, Γεωργίου καὶ Γεωργίου τῶν ἐκ Σαμοθράκης (†1835).
Σάββατον. «᾿Απόδοσις τῆς ἑορτῆς τοῦ Θωμᾶ».
† ΚΥΡΙΑΚΗ Γ΄ ΑΠΟ ΤΟΥ ΠΑΣΧΑ. «Τῶν ἁγίων μυροφόρων γυναικῶν, ἔτι δὲ ᾿Ιωσὴφ τοῦ ἐξ ᾿Αριμαθαίας καὶ τοῦ νυκτερινοῦ μαθητοῦ Νικοδήμου».
Τῇ αὐτῇ Κυριακῇ: α῞) πάντων τῶν ἐν Θεσσαλονίκῃ διαλαμψάντων ἁγίων καὶ Θεῷ εὐαρεστησάντων· β῞) Δημητρίου νεομάρτυρος τοῦ ἐκ Χώρας Τριφυλίας (14 ᾿Απριλίου)· γ῞) ᾿Ηλία νεομάρτυρος τοῦ ᾿Αρδούνη (†1685), οὗ ἡ τ. κάρα τεθησαύρισται ἐν τῇ μονῇ Βουλκάνου Καλαμάτας· δ῞) Σεραφεὶμ ἱερομάρτυρος ἐπισκ. Φαναρίου καὶ Νεοχωρίου (4 Δεκεμβρίου), ἐν Καρδίτσῃ· ε῞) τῶν παμμεγίστων Ταξιαρχῶν ἐν Μανδαμάδῳ Μηθύμνης ἐπὶ τοῖς ἐγκαινίοις τοῦ ἱ. ναοῦ τοῦ προσκυνήματος.
Σάββατον. «᾿Απόδοσις τῆς ἑορτῆς τῶν μυροφόρων».
† ΚΥΡΙΑΚΗ Δ΄ ΑΠΟ ΤΟΥ ΠΑΣΧΑ. «Μνεία τῆς τοῦ παραλύτου θεραπείας». Τῇ Κυριακῇ τοῦ παραλύτου, ἡ ἀνακομιδὴ τῶν λειψάνων τοῦ ἁγίου Θεοδώρου τοῦ Βυζαντίου, πολιούχου Μυτιλήνης († 17 Φεβρ. 1795).
Τετάρτη. † ῾Η ἑορτὴ τῆς Μεσοπεντηκοστῆς.
† ΚΥΡΙΑΚΗ Ε΄ ΑΠΟ ΤΟΥ ΠΑΣΧΑ. «῾Η τῆς Σαμαρείτιδος ἑορτή, ἐν ᾗ ὁ Χριστὸς μεσσίαν ἑαυτὸν ὡμολόγει».
Τῇ αὐτῇ Κυριακῇ τῆς Σαμαρείτιδος μνήμη (ἐν Τρικκάλοις) Βησσαρίωνος ἐπισκόπου Λαρίσης, καὶ (ἐν Χώρᾳ Σάμου) Γεωργίου νεομάρτ. τοῦ ἐν ᾿Εφέσῳ.
Τετάρτη. «᾿Απόδοσις τῆς ἑορτῆς τῆς μεσοπεντηκοστῆς».
Σάββατον. «᾿Απόδοσις τῆς ἑορτῆς τῆς Σαμαρείτιδος».
† ΚΥΡΙΑΚΗ ΄ ΑΠΟ ΤΟΥ ΠΑΣΧΑ. «Τὸ εἰς τὸν ἐκ γενετῆς τυφλὸν θαῦμα τοῦ Κυρίου καὶ σωτῆρος ἡμῶν ᾿Ιησοῦ Χριστοῦ».
Τρίτη. «᾿Απόδοσις τῆς ἑορτῆς τοῦ τυφλοῦ».
Τετάρτη. «᾿Απόδοσις τῆς ἑορτῆς τοῦ Πάσχα».
Πέμπτη. † Η ΑΝΑΛΗΨΙΣ ΤΟΥ ΚΥΡΙΟΥ ΚΑΙ ΘΕΟΥ ΚΑΙ ΣΩΤΗΡΟΣ ΗΜΩΝ ΙΗΣΟΥ ΧΡΙΣΤΟΥ.
† ΚΥΡΙΑΚΗ Ζ΄ ΑΠΟ ΤΟΥ ΠΑΣΧΑ. ΤΩΝ ΑΓΙΩΝ 318 ΘΕΟΦΟΡΩΝ ΠΑΤΕΡΩΝ ΤΗΣ ΕΝ ΝΙΚΑΙᾼ Α΄ ΟΙΚΟΥΜΕΝΙΚΗΣ ΣΥΝΟΔΟΥ (325 μ.Χ.).
Παρασκευή. «᾿Απόδοσις τῆς ᾿Αναλήψεως».
† Σάββατον πρὸ τῆς Πεντηκοστῆς (Ψυχοσάββατον). «Μνεία πάντων τῶν ἀπ᾿ αἰῶνος κοιμηθέντων εὐσεβῶς Χριστιανῶν».
† ΚΥΡΙΑΚΗ Η΄ ΑΠΟ ΤΟΥ ΠΑΣΧΑ. «Η ΕΟΡΤΗ ΤΗΣ ΠΕΝΤΗΚΟΣΤΗΣ».
† Δευτέρα μετὰ τὴν Πεντηκοστήν. «ΤΟΥ ΑΓΙΟΥ ΠΝΕΥΜΑΤΟΣ».
Σήμερον Δευτέραν τοῦ ἁγίου Πνεύματος ἄγεται εἰς τὴν νῆσον Λευκάδα ἡ πανήγυρις τῆς ἱερᾶς εἰκόνος τῆς Θεοτόκου «Φανερωμένης».
Σάββατον. «᾿Απόδοσις τῆς ἑορτῆς τῆς Πεντηκοστῆς».
† ΚΥΡΙΑΚΗ Α΄ ΜΑΤΘΑΙΟΥ. «ΤΩΝ ΑΓΙΩΝ ΠΑΝΤΩΝ».
Τῇ αὐτῇ Κυριακῇ τελεῖται προσκύνημα εἰς τὰς κατακόμβας τῆς Μήλου, αἵ τινες εἶναι τὸ ἀρχαιότερον ἐν ῾Ελλάδι παλαιοχριστιανικὸν μνημεῖον. ῾Ωσαύτως μνήμη τῶν ὁσίων Γρηγορίου, Θεοδώρου καὶ Λέοντος τῶν ἐν Σάμῃ Κεφαλληνίας.
† ΚΥΡΙΑΚΗ Β΄ ΜΑΤΘΑΙΟΥ.
Τῇ αὐτῇ Κυριακῇ μνήμη πάντων τῶν ἐν ῾Αγίῳ ῎Ορει διαλαμψάντων πατέρων, πάντων τῶν ἐν Παλαιστίνῃ ἁγίων, σύναξις τῶν 23 ἁγίων τῆς νήσου Λέσβου καὶ σύναξις ἐν Σερβίοις (Κοζάνης) τῆς ἁγίας βασιλίσσης ῎Αρτης Θεοδώρας.
† ΚΥΡΙΑΚΗ Γ΄ ΜΑΤΘΑΙΟΥ.
† ΚΥΡΙΑΚΗ Δ΄ ΜΑΤΘΑΙΟΥ.
† ΚΥΡΙΑΚΗ Ε΄ ΜΑΤΘΑΙΟΥ.
† ΚΥΡΙΑΚΗ Α΄ ΛΟΥΚΑ
† ΚΥΡΙΑΚΗ Θ΄ ΛΟΥΚΑ
ΚΥΡΙΑΚΗ Ι΄ ΛΟΥΚΑ.
† ΚΥΡΙΑΚΗ ΙΒ΄ ΛΟΥΚΑ (10 ΛΕΠΡΩΝ).
† ΚΥΡΙΑΚΗ ΙΔ΄ ΛΟΥΚΑ (ΤΟΥ ΤΥΦΛΟΥ).
† ΚΥΡΙΑΚΗ ΙΕ΄ ΛΟΥΚΑ (ΤΟΥ ΖΑΚΧΑΙΟΥ).
† ΚΥΡΙΑΚΗ ΙΖ΄ ΜΑΤΘΑΙΟΥ (ΧΑΝΑΝΑΙΑΣ).
† ΚΥΡΙΑΚΗ (ΙϚ΄ ΛΟΥΚΑ) ΤΟΥ ΤΕΛΩΝΟΥ ΚΑΙ ΦΑΡΙΣΑΙΟΥ.
† ΚΥΡΙΑΚΗ ΤΟΥ ΑΣΩΤΟΥ (ΙΖ΄ ΛΟΥΚΑ).
† Ψυχοσάββατον. «Μνήμη πάντων τῶν ἀπ᾿ αἰῶνος κεκοιμημένων ὀρθοδόξων χριστιανῶν».
† ΚΥΡΙΑΚΗ ΤΗΣ ΑΠΟΚΡΕΩ. «Μνεία τῆς δευτέρας καὶ ἀδεκάστου παρουσίας τοῦ Κυρίου ἡμῶν ᾿Ιησοῦ Χριστοῦ».
Σάββατον τῆς τυρινῆς. «Τῶν ἐν ἀσκήσει λαμψάντων ἁγίων ἀνδρῶν καὶ γυναικῶν».
† ΚΥΡΙΑΚΗ ΤΗΣ ΤΥΡΙΝΗΣ. «᾿Ανάμνησις τῆς ἀπὸ τοῦ παραδείσου τῆς τρυφῆς ἐξορίας τοῦ πρωτοπλάστου ᾿Αδάμ».
† Καθαρὰ Δευτέρα.
῎Αρχεται ἡ ἁγία καὶ μεγάλη Τεσσαρακοστή.
Σάββατον α΄ τῶν νηστειῶν. † Θεοδώρου μεγαλομ. τοῦ Τήρωνος (μνήμη διὰ κολλύβων θαύματος)
† ΚΥΡΙΑΚΗ Α΄ ΤΩΝ ΝΗΣΤΕΙΩΝ (ΤΗΣ ΟΡΘΟΔΟΞΙΑΣ). «᾿Ανάμνησις τῆς ἀναστηλώσεως τῶν ἁγίων καὶ σεπτῶν εἰκόνων» (843).
Σάββατον β΄ τῶν νηστειῶν.
† ΚΥΡΙΑΚΗ Β΄ ΤΩΝ ΝΗΣΤΕΙΩΝ. «Γρηγορίου ἀρχιεπισκόπου Θεσσαλονίκης τοῦ Παλαμᾶ».
Σάββατον γ΄ τῶν νηστειῶν.
† ΚΥΡΙΑΚΗ Γ΄ ΤΩΝ ΝΗΣΤΕΙΩΝ (ΤΗΣ ΣΤΑΥΡΟΠΡΟΣΚΥΝΗΣΕΩΣ).
Σάββατον δ΄ τῶν νηστειῶν.
† ΚΥΡΙΑΚΗ Δ΄ ΤΩΝ ΝΗΣΤΕΙΩΝ. «᾿Ιωάννου συγγραφέως τῆς Κλίμακος».
Πέμπτη τοῦ μεγάλου κανόνος.
† Σάββατον τοῦ ἀκαθίστου.
† ΚΥΡΙΑΚΗ Ε΄ ΤΩΝ ΝΗΣΤΕΙΩΝ. «Μαρίας ὁσίας τῆς Αἰγυπτίας».
Παρασκευὴ πρὸ τῶν Βαΐων, ἥ τις ἐστὶν ἡ τελευταία τῆς τεσσαρακοστῆς νηστείας ἡμέρα.
† Σάββατον τοῦ Λαζάρου.
† ΚΥΡΙΑΚΗ ΤΩΝ ΒΑΪΩΝ. «῾Η εἰς ᾿Ιερουσαλὴμ εἴσοδος τοῦ Κυρίου ἡμῶν ᾿Ιησοῦ Χριστοῦ».
† Μεγάλη Δευτέρα. «Μνείαν ποιούμεθα τοῦ μακαρίου ᾿Ιωσὴφ τοῦ παγκάλου καὶ τῆς ὑπὸ τοῦ Κυρίου καταραθείσης καὶ ξηρανθείσης συκῆς διϛ τὴν ἀκαρπίαν αὐτῆς».
† Μεγάλη Τρίτη. «῾Η παραβολὴ τοῦ Κυρίου περὶ τῶν δέκα παρθένων».
† Μεγάλη Τετάρτη. «Μνεία τῆς ἀλειψάσης τὸν Κύριον μύρῳ πόρνης γυναικός».
† Μεγάλη Πέμπτη. «Τὸν ἱερὸν νιπτῆρα ἑορτάζομεν, τὸν μυστικὸν δεῖπνον, τὴν ὑπερφυᾶ προσευχὴν καὶ τὴν προδοσίαν αὐτήν».
† Μεγάλη Παρασκευή. «Τϛ ἅγια καὶ φρικτϛ πάθη τοῦ Κυρίου καὶ Θεοῦ καὶ σωτῆρος ἡμῶν ᾿Ιησοῦ Χριστοῦ ἐπιτελοῦμεν, ἔτι δὲ μνείαν ποιούμεθα τῆς τοῦ εὐγνώμονος λῃστοῦ ἐν τῷ σταυρῷ ὁμολογίας».
† Μέγα Σάββατον. «Τὴν θεόσωμον ταφὴν καὶ τὴν εἰς ᾅδου κάθοδον τοῦ Κυρίου καὶ Θεοῦ καὶ σωτῆρος ἡμῶν ᾿Ιησοῦ Χριστοῦ ἑορτάζομεν».