Σελίδα 1 από 1

Ἀποκαθήλωσις

ΔημοσίευσηΔημοσιεύτηκε: Παρ 14 Απρ 2017, 17:25:04
από MTheodorakis
Κατὰ τὴν ἀποκαθήλωση, ἄν δὲν ὑπάρχει διάκονος, μποροῦν νὰ ψαλλοῦν τὰ ἑξῆς παλαιὰ στιχηρά προσόμοια τῆς ἡμέρας:

«Ἦχος πλ. δ', πρὸς τὸ Ὤ τοῦ παραδόξου θαύματος.

Ὤ τοῦ φοβεροῦ ὁράματος! σήμερον νεκροειδῶς, ἐν σινδόνι εἱλίσσεται, ὁ ἐνδύων Κύριος,
οὐρανὸν ἐν τοῖς νέφεσιν, ὑπὸ μνημεῖον τεθεὶς ἐνθάπτεται,
αὐτὸς συνέχων χειρὶ τὰ σύμπαντα.
Ὤ οἷον ἔλεος, οἵα συγκατάβασις, δι ἧς ἡμεῖς ἀθανατιζόμεθα· Χριστὸν δοξάσωμεν.


Στίχος.
Ἔθεντό με ἐν λάκῳ κατωτάτῳ ἐν σκοτεινοῖς καὶ ἐν σκιᾷ θανάτου.

Ὤ τοῦ φοβεροῦ ὁράματος!
ὁ φῶς οἰκῶν θεϊκῶς, σαρκικῶς τάφον ᾤκησεν,
καὶ ὁρᾶται σήμερον τοῖς ἐν ᾌδου ἐξαίσιον.
Διεπιμπρᾶται ᾌδης φθειρόμενος,
ἀναζωοῦται Ἀδὰμ λαμπόμενος.
Ὤ τῆς ἐκπλήξεως τῶν ἐκεῖ ὁράσεων,
δι' ὧν Χριστός, σῷζει τοὺς πιστεύοντας καὶ προσκυνοῦντας αὐτόν.


Στίχος.
Ὅτι οὐκ ἐγκαταλείψεις τὴν ψυχὴν μου εἰς ᾌδου, οὐδὲ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν.

Ὤ τοῦ παραδόξου θαύματος!
ὁ τῶν ἁπάντων Θεός, καὶ τῇ φύσει ἀθάνατος,
ἐν νεκροῖς λογίζεται, ἀφυπνώσας ὡς ἄνθρωπος,
καὶ ἐν μνημείῳ λίθῳ σφραγίζεται
καὶ τοῖς ἐν ᾌδῃ συναναστρέφεται,
θέλων λυτρώσασθαι, παγγενῆ τὸν ἄνθρωπον
ἐκ τῆς φθορᾶς
ᾌδου χειρωσάμενος τὸ δεσμωτήριον»



(χφ. Τ. Σταυροῦ 43, τυπικὸ τοῦ ναοῦ τῆς ᾿Αναστάσεως ᾿Ιεροσολύμων τοῦ ἔτους 1122 ἀναγόμενο στὸν ι’ αἰ. ἔκδ. Ἀθ. Παπαδοπούλου-Κεραμέως ᾿Ανάλεκτα Ἱεροσολυμιτικῆς Σταχυολογίας τ. 2 ἔκδ. 1894 ἐπανέκδοση 1963 σσ. 159-160).